Selecta in Exodum
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
« Καὶ ταῦτα τὰ δικαιώματά μου, ἃ παραθήσῃ ἐνώπιον αὐτῶν. Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον,» καὶ τὰ ἐξῆς. Ἀναγκαῖον ἐξετάσαι τί νόμος, καὶ τί πρόσταγμα, τί δὲ δικαιώματα, καὶ κρίματα, καὶ καρτύρια, καὶ ἐντολαί. Δικαιώματα μὲν οὖν ἐστι, τὸ ἐνθάδε εἰρημένον, « Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, » καὶ τὰ ἐξῆς, περὶ αὐτοῦ εἰρημένα· κρίμα δὲ, ἵνα ἱερέως θυγάτηρ ἐὰν μοιχευθῇ, πυρὶ κατακαίηται· ἐντολαὶ δὲ, « Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι·» πρόσταγμα δὲ, « Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν· » μαρτύρια δὲ, « Διαμαρτύρομαι ὑμἴν σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν. »
« Ἕξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ, ἀπελεύσεται ἐλεύθερος δωρεάν. » Σημαίνει ἡ ἐν τῷ ἑβδόμῳ ἐλευθέρωσις, ἔτι δὲ καὶ ἡ ἐν τῷ σαββάτῳ τῶν ἔργων κατάπαυσις τὴν ἐν χάριτι ἡμῖν διὰ Χριστοῦ ἐλευθερίαν.