Selecta in Exodum
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
« Ἐκεῖ ἔθετο αὐτῷ ὁ Θεὸς δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείρασε.» Ὅτε Θεὸς πειράζει, ἐπʼ ὠφελείᾳ πειράζει, οὐκ ἐπὶ τῷ κακοποιῆσαι· διὸ καὶ ἐλέχθη, ὅτι Ὁ Θεὸς ἀπείραστός ἐστι κακῶν, » ὡς καὶ μετʼ ὀλίγα ἐπάγει ὁ λόγος· « Ἐὰν ἀκοῇ ἀκούσῃς Κυρίου τοῦ Θεοῦ σου, πᾶσαν νόσον, ἥν ἐπήγαγον τοῖς [*](9 Exod. XII, 46. 10 ibid.48. 11 Exod. XIII, 20. 12 Num. XXXIII,7. 13 Exod.XIV. 7. 14 Exod. XV,25. 15 Jacob. 1, 13.)
« Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος· Σάββατα, ἀνάπαυσις ἁγία τῷ Κυρίῳ αὕριον. » Ἀπογράφομαι τὰ περὶ τοῦ σαββάτου εἰρημένα· πρῶτον κατὰ τὸ ῥητὸν, ἵνʼ ἴδωσι τί σημαίνει τὸ γράμμα· δεύτερον δὲ κατὰ τὴν ἀναγωγὴν, καθʼ ἣν εἴποιμι ἂν ἡμέραν σαββάτου ἐνεστηκέναι τῷ δικαίῳ καταλύσαντι τὰ τοῦ κόσμου ἔργα. καὶ δοξάζοντι τὸν Θεὸν, καὶ σχολάζοντι, μήτε τοῦ τόπου ἐν ᾧ ἔστηκε τοῦ Χριστοῦ, ἀφισταμένῳ· μήτε πῦρ καίοντι, κατὰ τὸ μηδὲν ἁμαρτάνειν· μήτε βαστάγματα αἵροντι. Βάσταγμα ὅρους βαρύτερον πᾶσα ἁμαρτία· διὸ ἔλεγεν ὁ ῾ Υμνῳδὸς· « Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπʼ ἐμέ. » Ἑτέρα δὲ ἀπογραφὴ ἂν εἴη σαββάτου, καθʼ ἥν « ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ, » ἀνάπαυσις ἱερὰ καὶ ἁγία. Ὁ δὲ ποιήσας πάντα τὰ ἔργα αὐτοῦ, ἄξιος κρίνεται ἐκείνου τοῦ σαββάτου· σχολάζων οὐδενὶ ἢ τῇ θεωρίᾳ τῆς ἀληθείας, καὶ τῆς σοφίας. Ταῦτα δὲ διὰ τὸ μεμνῆσθαι ἐνταῦθα τὸν Μωυσέα περὶ τοῦ σαββατίζειν, παρεθέμεθα.