Selecta in Exodum
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
« Ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ, ἐστρατοπέδευσαν ἐν Ὀθὼμ παρὰ τὴν ἔρημον.» Ἐν τοῖς Ἀριθμοῖς κεῖται, « ἀπὸ Βουθὰ ἐπὶ στόμα Ἰρώθ· δ ἐστιν ἀπέναντι Bεελσεπρὼν ἐχόμενα τοῦ Βοῤῥᾶ, » παρεμβεβληκέναι τοὺς υἱοὺς Ἰσραήλ.
« Καὶ ἔλαβε ἑξακόσια ἅρματα ἐκλεκτὰ, καὶ πᾶσαν τὴν ἵππον τῶν Aἰγυπτίων,καὶ τριστάτας ἐπὶ πάντων.» Τοὺς πρὸς τρεῖς δυναμένους μάχεσθαι, ἢ τοὺς ἐν τῇ παρατάξειμετὰ τὸν πρωτοστάτην καὶ τὸν δευτεροστάτην ἱσταμένους ἐν τῇ τρίτῃ τάξει. Ἄλλοι δέ φασιν, ὡς εἰς τὰς χεῖρας τῶν πολεμίων ἅρματα ἐποίουν μεγάλα, ὥστε καὶ τρεῖς χωρεῖν, ἵνα ὁ μὲν εἷς ἡνιοχεῖ, οἱ δὲ δύο πολεμοῦσιν· ἢ τοὺς ἐπὶ τριῶν ἵππων βεβηκότας. Οἱ γὰρ παλαιοὶ ἐν τοῖς πολέμοις ἐπὶ δύο ἢ τριῶν ἵππων ἐπωχοῦντο ἐξιόντες ἁρματηλάται. Ἤ τριστάτην λέγει τὸν ἐν τῷ καθέζεσθαι τὸν βασιλέα, τρίτον ἱστάμενον, ἤτοι τρίτην ἔχοντα καθέδραν· οἷος ἦν ὁ Δαυΐδ παρὰ Σαοὺλ, ὡς ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν εὑρήσεις.