Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 1. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Vatic. p. 628, 1.

Ἕτεροι δὲ πρὸς αὐτὸν, οὐ περὶ αὐτοῦ τὸν παρόντα φασὶν ᾄδεσθαι ψαλμὸν, ὑπὲρ τῆς ἀνθρωπείας ἐξομολογουμένου φύσεως τοῦ προφήτου, τῶν τελείων ἴδιον λέγοντος τὸ πᾶσαν ἀνατιθέναι τῷ Θεῷ τὴν καρδίαν· Ἀγαπήσεις γὰρ, φησὶ, τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου κτλ. Ὃ δὲ νῦν ἐμφαίνει τό· ἐν ὅλῃ καρδίᾳ μου, ὃ δὲ ποιεῖ, προφητικοῖς ὀφθαλμοῖς τὰ ἐσόμενα προιδὼν, καὶ διηγεῖται ταῦτα, κοινωνοὺς τῆς ἐξομολογήσεως

ποιούμενος τοὺς ἀκροατὰς, χαρὰν ἔχων τὸν καρπὸν τοῦ Πνεύματος, ἐπηρμέναις τε θεωρίαις τὰ τοῦ Θεοῦ διηγούμενος θαύματα.

v. 6. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ὑπὲρ τῆς ἀνθρωπίνης τυραννουμένης φύσεως οὕτω πικρὰν αὐτῷ τὴν τιμωρίαν ἐπέθηκας. Ἐπετίμησας τοῖς ἔθνεσι, τουτέστι τὰ θεῖα διδάγματα διὰ τῶν ἀποστόλων καὶ τῶν ἐξῆς διδασκάλων αὐτοῖς παραδούς· ὧν δεξαμένων, ἀπώλετο [ὁ ἀσεβὴς], τοὺς κατὰ τὴν πλάνην προσκυνοῦντας οὐκ ἔχων. Οὕτω καὶ Λυκάοσι θῦσαι πειρωμένοις Παῦλος ἐπετίμα καὶ Βαρνάβας, εἰπόντες· Τί ποιεῖτε, ἄνδρες; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῶν ἄνθρωποι, ἀπὸ τούτων τῶν ματαίων ὑμᾶς ἐπιστρέφοντες. Καὶ Γαλάταις δὲ Παῦλος ἐπετίμα· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, ἐν οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; Οὕτω Κορινθίοις· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται. Ἐξηλείφθη τοίνυν αὐτοῦ τὸ ὄνομα εἰς τὸν αἰῶνα. Ἅπασα γὰρ ἔσβεσται τελετὴ τῶν νῦν ἀνθρώπων καὶ ἀγνοούντων τὰ τῆς εὐσεβείας μυστήρια, τοσοῦτον καὶ τό· Ὁδὸς ἀσεβῶν ἀπολεῖται.

v. 8. Καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει, ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.

Οὐ μόνον κατὰ τὸν παρόντα βίον τὴν οἰκείαν δύναμιν ἔδειξεν, ἀλλὰ κὰν τῷ μέλλόντι

τὸ φρικῶδες αὐτοῦ δείξει κριτήριον πᾶσιν ἀνθρώποις, δικάζων, καὶ τὰ πρὸς ἀξίαν ἀπονέμων ἑκάστῳ.