Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 1. Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Vatic. p. 467, 2.

Κολαστικόν καὶ τιμωρητικόν.

Εὐσεβίου. Ἐνταῦθα εἰς τὸ τέλος εἴρηται, διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων τετυχηκέναι τὰ ἐν τῷ παρόντι ψαλμῷ πεπροφητευμένα· ὑπὲρ δὲ τῶν ληνῶν διὰ τοὺς ἐν πάσῃ τῇ γῇ συστάντας λαοὺς, καὶ τὰς ἐκκλησίας τοῦ Θεοῦ, ἅσπερ ὁ λόγος ληνοὺς ἀλληγορικῶς ἀποκαλεῖν εἴωθεν· πάλαι μὲν οὖν, ὁπηνίκα εἷς ἦν ὁ λαός ὁ καλούμενος Ἰσραὴλ, ἀμπελὼν ἐχρημάτιζεν οὗτος. Καὶ ὁ νεὼς ὁ παρ’ αὐτοῖς πύργος, προλήνιόν τε τὸ πρὸ τοῦ νεὼ θυσιαστήριον, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν. Ἀλλὰ νῦν οὐ μιᾶς ληνοῦ, πλειόνων δὲ ληνῶν ὁ λόγος μνημονεύει, διὰ τὰ πολλὰ

θυσιαστήρια τὰ καθ’ ὅλης τῆς γῆς διὰ Χριστοῦ ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνεστῶτα. Διό καὶ ἐν πγʹ ψαλμῷ, ὑπὲρ τῶν ληνῶν ἐπιγεγραμμένῳ καὶ αὐτῷ, πολλὰ θυσιαστήρια καὶ πλεῖστα σκηνώματα καὶ αὐλαὶ πολλαὶ θεσπίζονται· δι’ ὧν ἀντικρὺς τὰ καθ’ ὅλης τῆς γῆς ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ἱδρυμένα θυσιαστήρια δηλοῦται· ὅθεν καὶ αὐτὸς ὑπὲρ τῶν ληνῶν τὴν προγραφὴν περιέχει.

Ὠρ. Καὶ ὁ ὀγδοηκοστός ἐπιγέγραπται εἰς τὰ τέλος ὑπὲρ τῶν ληνῶν τῷ Ἀσὰφ, οὗ ἡ ἀρχή· Ἀγαλλιᾶσθε τῷ βοηθῷ ἡμῶν. Καὶ ἐν τῷ πγʹ ψαλμῷ τὴν Ὑπὲρ τῶν ληνῶν εὑρήσεις ἐπιγραφήν· πρός δὲ ταῦτα λάβωμεν τὰ περὶ Νῶε φυτεύοντος ἄμπελον· τήν τε περὶ τοῦ Ἰούδα παρὰ Ἰακὼβ εὐλογίαν· Δεσμεύων πρὸς ἄμπελον τόν πῶλον αὐτοῦ· καὶ τὴν Ἰσσάχαρ, ὃς ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὧμον εἰς τὸ ποιεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός. Καὶ μὲν Ὀζίας γεωργὸς ἦν, ἀμπελουργοὺς ἔχων ἐν τῇ ὀρεινῇ. Καὶ ἡ γύνη δὲ παντός δικαίου ὡς ἄμπελός ἐστιν εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας αὐτοῦ, ᾧ γίνεται οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου. Καὶ ὁ Ἐκκλησιαστής· Ἐφύτευσεν ἀμπελῶνας, ὤρυξε ληνόν. Καὶ ὁ Σολομῶν φησιν· Οἶνον δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.

v. 3. Ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.

Ὠρ. Ὠς ἐχθρὸς μὲν ἡμᾶς ὁ Σατανᾶς ἁμαρτάνειν καταναγκάζει· ὡς δὲ ἐκδικητὴς, παραδιδομένους κολάζει. Ὑμέναιον οὖν καὶ Ἀλέξανδρον αὐτὸς βλασφήμους ἀπεργασάμενος, πάλιν ἐπαίδευσεν, διὰ τὰς εἰς Θεὸν βλασφημίας.

v. 6. Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν.

Εὐσεβίου. Πῶς δόξῃ καὶ τιμῇ τὸν ἄνθρωπον ἐστεφάνωσεν ὁ τῶν ὅλων Θεός, νοήσεις, ὅτι ἐπὶ μόνου τοῦ ἀνθρώπου ἀναγέγραπται

εἰρηκὼς ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καὶ ἐπιφανειῶν κατηξίωσεν ἑαυτοῦ, καὶ σάρκα περιβεβλημένῳ ὁμιλίας θείας μετέδωκεν, τότε μὲν δι’ ἀγγέλων, τότε δὲ καὶ αὐτὸς δι’ ἑαυτοῦ τοῖς ἁγίοις ὀφθεὶς καὶ χρηματίσας· καὶ ἔτι πρὸς τούτοις θείου Πνεύματος καὶ δυνάμεως οὐρανίου μέτοχον αὐτὸν ἀνέδειξεν, ὡς τὰ μέλλοντα προαγορεύειν, καὶ νόσους παντοίας θεραπεύειν, ἤδη δὲ καὶ νεκροὺς ἐγείρειν· ὁποῖα προφῆται καὶ ἀπόστολοι πεποιηκέναι ἱστοροῦνται· εἴ δὲ ἅπασιν τοῖς λεχθεῖσιν προσθείης τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὴν ἔνσαρκον οἰκονομίαν, ὄψει πῶς εἴρηται· Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, δηλάδη ὅτι τὸν ἄνθρωπον.