In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

ἵν᾿ οὖν μὴ ὑπολαμβάνωσιν οἱ ἁλιευθέντες καὶ μετὰ ταῦτα εἰς τὰ ὄρη ἐλθόντες, ὅτι ἐκ δικαιοσύνης αὐτοῖς ταῦτα γεγένηται, ὑπομιμνῄσκει οὐ μόνον ἐκείνους, ἀλλὰ καὶ ἡμᾶς ὁ λόγος τῶν προτέρων ἁμαρτημάτων. διὸ λέγεται μετὰ τὰς εὐεργεσίας· »καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου«.

Τὰ ἑξῆς ἀγῶνα μέλλει ἡμῖν ἐμποιεῖν. εἴτε γὰρ νοοῦμεν ὡς ἀκό- λουθα, φροντίσομεν ἐπιμελῶς περὶ τῆς ἀνταποδόσεως τῶν ἁμαρτημάτων· εἴτε δοκεῖ οὐκ ἀκόλουθα εἶναι τοῖς προαποδεδομένοις περὶ ἁλιευομένων καὶ θηρευομένων, καὶ οὕτως εἰς ἀγῶνα ἡμᾶς ἐμβάλλει οὐ τὸν τυχόντα. »καὶ ἀνταποδώσω« γὰρ φησι »πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφ᾿ αἷς ἐβεβηλοῦσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων καὶ ἐκ ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἔπλησαν τὴν κληρονομίαν μου«. τὸ »πρῶτον« εἴτε μὴ νοήσαντες ἐξεῖλάν τινες τῶν γεγραμμένων εἴτε καὶ οἰκονομήσαντες ἐξελεῖν οἱ Ἑβδομήκοντα, θεὸς ἂν εἰδείη. ἡμεῖς μέντοιγε συγκρίναντες ταῖς λοιπαῖς ἐκδόσεσιν εὕρομεν καίμενον· »καὶ ἀνταποδώσω πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν«, ἵνα δηλωθῇ ὅτι εἰ καὶ ἄξιοι διὰ τὰ δεύτερα αὐτῶν ἔργα μακαριότητος εἶεν, ἐπεὶ ἄνθρωποί εἰσι καὶ ἐν ἁμαρτίαις γεγόνασι, πρῶτον δεῖ ἀπολαβεῖν αὐτοὺς τὰς ἁμαρτίας αὐτῶν. καὶ ὅρα εἰ μὴ ὁ λόγος ἐστὶν ἀληθής. τίς οὐκ ἀπολήψεται τὰς ἁμαρτίας ἢ ὁ μετὰ τὸ πιστεῦσαι καὶ λαβεῖν ἄφεσιν ἁμαρτημάτων (ὡς ἀκοῦσαι τοῦ Ἰησοῦ λέγοντος· »ἀγέωνταί σοι αἱ ἁμαρτίαι«) μηκέτι ἁμαρτάνων; εἰ δὲ μετὰ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων καὶ τὴν οἰκονομίαν τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἁμαρτάνοιμεν, ὥσπερ ἡμεῖς οἱ πολλοὶ οἱ μὴ τελειωθέντες ὡς οἱ ἀπόστολοι, μετὰ τὸ ἁμαρτάνειν δὲ καὶ σὺν τῷ ἁμαρτάνειν τινὰ δεόντως πράττοιμεν, τί ἡμᾶς περιμένει, κατανοητέον. Ἆρα ἐὰν ἐξέλθωμεν τὸν βίον ἔχοντες ἁμαρτήματα, ἔχοντες δὲ καὶ ἀνδραγαμήματα, σωθησόμεθα μὲν διὰ τὰ ἀνδραγαθήματα, ἀπολυθησόμεθα δὲ περὶ τῶν ἐν γνώσει ἡμαρτημένων; ἢ κολασθησόμεθα μὲν διὰ τὰ ἁμαρτήματα, οὐδαμοῦ δὲ μισθὸν ληψόμεθα τῶν [*](14f. Vgl. d. Hexapla:※ Α'Θ' πρῶτον' u. Hier. Comm. 955. — 23 Matth. 9,2. — Vgl. Joh. 5,14 8,11. — 24 Vgl. Tit. 3,5.) [*](1 ποτὲ nach H: Aliquando τότε S | 3 ὅτι] + non ex misericordia Dei sed H | 7 ὡς ἀκόλουθα Lietzmann nach H: ea cohaerere superioribus vgl. S. 123, 1 | 8 φροντίσομεν Co φροντίσωμεν S pertimescimus H | 9 εἴτε nach H: sive εἰ δὲ S | 11 γάρ φησι] illi H | 15 τῶν γεγραμμένων S* τὸ γεγραμμένον Scorr. | ἑβδομήκοντα] + sicut et caetera H | 16 εἰδείη Hu οἰδείη S | συγκρίναντες Blass συγκρίνοντες S 19 μακαριότητος] + Die H | 23 ἁμαρτάνων] ἁμάρτανε S | 27 πράττοιμεν Blass Koetschau πράττομεν S | 29 ἀπολυθησόμεθα Hu ἀπολλυθησόμεθα S.)

138
ἀνδραγαθημάτων; ἀλλ᾿ οὔτε τὸ ἕτερον, λέγω δὲ τὸ ἀπολαβεῖν τὰ χείρονα μὴ ἀπολαβεῖν δὲ τὰ κρείττονα, κατὰ δίκαιόν ἐστι τὸν θεόν, οὔτε τὸ ἕτερον, λέγω δὲ τὸ ἀπολαβεῖν τὰ κρείττονα μὴ ἀπολαβεῖν δὲ τὰ χείρονα, κατὰ δίκαιόν ἐστι τὸν θεόν, καθαίρειν βουλόμενον καὶ ἐκκόπτειν τὴν κακίαν. ἔστω γὰρ σε ᾠκοδομηκέναι, μετὰ τὸν θεμέλιον Χριστὸν Ἰησοῦν ὅν δεδίδαξαι, οὐ μόνον >χρυσὸν καὶ ἄργυρον καὶ λίθον τίμιον< — εἴγε ἔχεις χρυσὸν καὶ πολὺν χρυσὸν ἢ ὀλίγον· ἔστω σε ἔχειν ἄργυρον, λίθον τίμιον, οὐ μόνα δέ φημι ταῦτα, ἀλλ᾿ ἔστω σε ἔχειν καὶ >ξύλα καὶ χόρτον καὶ καλάμην< — τί βούλει σοι γενέσθαι μετὰ τὴν ἔξοδον; πότερόν ποτε εἰσελθεῖν εἰς τὰ ἄγια μετὰ τοῦ ξύλου σου καὶ μετὰ τοῦ χόρτου σου καὶ τῆς καλάμης, ἵνα μιάνῃς τὴν βασιλείαν τοῦ θεοῦ; ἀλλὰ πάλιν ἀπομεῖναι θέλεις διὰ τὸν χόρτον, διὰ τὰ ξύλα, διὰ τὴν καλάμην ἐν τῷ πυρὶ καὶ μηδὲν ἀπολαβεῖν ὑπὲρ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου; οὐδὲ τοῦτο εὔλογον.

τί οὖν;πρῶτον ἀκολουθεῖ ἀπολαβεῖν διὰ τὰ ξύλα τὸ πῦρ τὸ ἀναλίσκον [τὸ πῦρ] τὰ ξύλα καὶ τὸν χόρτον καὶ τὴν καλάμην· ὁ θεὸς γὰρ ἡμῶν τῇ οὐσίᾳ λέγεται τοῖς συνιέναι δυναμένοις πῦρ εἶναι καταναλίσκον. καὶ ἐσιώπησε μὲν τὸ τί καταναλίσκον ὁ προφήτης λέγων· »ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον«, ἡμῖν δὲ καταλέλοιπε λέλοιπε νοεῖν. ὅτι εἶπεν· »ὁ θεὸς πῦρ ἐστι καταναλίσκον«, ἔστι τι τὸ καταναλισκόμενον. τί οὖν ἐστι τὸ καταναλισκόμενον; οὐ γὰρ τὸ κατ᾿ εἰκόνα καὶ ὁμοίωσιν ἀναλίσκει, οὐ τὸ ἴδιον κτίσμα καταναλίσκει, ἀλλὰ τὸν ἐποικοδομηθέντα χόρτον, τὰ ἐποικοδομηθέντα ξύλα, τὴν ἐποικοδομηθεῖσαν καλάμην.

Ὁ τόπος ἦν δυσδιήγητος σφόδρα. ἐπαγγελίαι ἦσαν, καὶ μετὰ τὰς ἐπαγγελίας λέγει· »καὶ ἀνταποδώσω πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν«. ἀναγκαίως πρόσκειται τὸ »πρῶτον«· πρῶτον γὰρ τὰ τῆς ἀδικίας, εἶτα τὰ τῆς δικαιοσύνης ἀποδίδοται, οὐ γὰρ ἀνάπαλιν ὀ θεὸς ἀνταποδίδωσιν. εἰ πρῶτον ἀπεδίδου τὰ ἀγαθά, ἵνα ἀπολάβωμεν τὰ [*](5ff. Vgl. I Kor. 3,11—13.—11 Vgl. Matth. 22,2. 12 — 15ff. Vgl. S. 20,1ff. —19 Hebr. 12,29 Deut. 4,24 . — 22 Vgl. Gen. 1,26) [*](1 οὔτε τὸ ἕτερον] οὐδὲ τὸ ἕτερον S neutrum horum verum est H | 1—5 λέγω—κακίαν] quia et pro peccatis torquebimur, et pro justitia recikpiemus praemia quae meremur H | 6 μόνον] + in corde tuo H | 7—9 εἴγε—ταῦτα] si tamen habes aliquid auri vel argenti H | 7 εἴγε ἔχεις SH ἔσιω σε ἔχειν Co | καὶ3] l. ἢ? | 8 ἄργυρον Co ἀργύριον S, doch vgl. Z. 7. 14/13 ἐν τῷ πυρὶ] foris H | 13/14 νγδ[εβ ἀπολαβεῖν Co nihil mercedis accipere H μηδένα λαβεῖν S | 14 ὑπὲρ] Blass αἰνὶ Koetschaub pro H περὶ S | 15 τί—ἀκολουθεῖ] Quid igitur sequitur nisi ut primum manifestioribus intellectum H | 25 ἦν] est H | σφόδρα] et ad interpretandum nimii sudoris egens, ut cum primis secunda consentiant H | 26 ἐπαγγελίαw] + repente tristia praedicantur H | ἀνταποδώσω] + illis H | 28 τὰ] übergesch. Scorr.)

139
ἀγαθά, νῦν δὲ ἀποδίδωσι τὰ κακά, ἔδει λῆξαι τὰ ἀγαθά, ἵνα ἀπολάβωμεν τὰ κακά. ἀλλὰ πρῶτον ἀποληψόμεθα τὰ κακά, καὶ μετὰ ταῦτα τὰ ἀγαθά, ἵνα τέλος λάβῃ διὰ τοῦ ἀφανισμοῦ τῶν κακῶν τὰ τῆς κολάσεως τῶν παθόντων, ἵνα μετὰ ταῦτα ἀποδῷ τὰ ἀγαθά. διὸ εὑρήσεις ἐν ταῖς ἱεραῖς γραφαίς τὸν θεὸν λέγοντα πρῶτον τὰ δοκοῦντα εἶναι σκυθρωπότερα καὶ μετὰ ταῦτα τὰ κρείττονα. »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι«. »αὐτὸς ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο«. ἐπὶ τούτοις ἔστι τὸν νοοῦντα καὶ εὐσεβῶς διακείμενον πρὸς τὰ λεγόμενα ἰπεῖν· »κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ«. (ἡμεῖς δὲ ὀνειδίζομεν καὶ τοὺς μετανοοῦντας καὶ ἐπιστρέφοντας, λεγούσης τῆς γραφῆς· »μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρ- τίας«.) »ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους ἀποληψόμεθα τὰ ἁμαρτήματα ἡμῶν.

Ἀλλ᾿ ἐρεῖς τις τῶν ἀκουόντων· διήγησαι καὶ τὸ »διπλᾶς«· ἔστω γὰρ ἀπολαμβάνειν με τὰς ἁμαρτίας πρῶτον, ἵνα ἐπὰν ἀπο λάβω τὰς ἁμαρτίας, μετὰ τοῦτο πληρωθῇ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον· »εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός« — τί δήποτε »διπλᾶς« ἀπολαμβάνω τὰς ἁμαρτίας; ἀλλὰ λεκτέον ὅτι »δοῦλος ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου καὶ μὴ ποιήσας κατὰ τὸ θέλημα αὐτοῦ, δαρήσεται« οὐκ ὀλίγας ἀλλὰ »πολλάς«. ἄξιον οὖν ἐστι τοὺς μὲν ἀπὸ τῶν ἐθνῶν ἁμαρτάνοντας ἀπολαμβάνειν αὐτῶν ἁπλᾶ τὰ ἁμαρτήματα, ἡμᾶς δὲ διπλᾶ ἡμῶν ἀπολαμβάνειν τὰ πταίσματα· »ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν λέλλοντος τοὺς ὑπεναντίους«. [*](6 Deut.32,39. — 7 Hiob5,18. — 9 Psal.14,1—3.—15 Sir.8,5.—16 Psal.14,3.4 — 23 I Kor.3,15 — 25 Luk. 12,47. — Vgl. Hier. Comm. 955. — 29 Hebr. 10,26. 27.) [*](1 ἀγαθά1] vgl. ἀγαθά2 u. Z. 2; κακά S; H sehr frei | 1/2 ἵνα—κακά1] vitia aeterna permaneant H | 2/3 ἀλλὰ—ἀγαθά nach H: sed ante recipiemus mala, et deinde bona | 4 μετὰ—ἀγαθά] virtutes permaneant in aeternum H | 4/5 διὸ—γραφαῖς] Observa omnem thesaurum Scripturarum, et invenies semper H | 8/9 ἔστι—διακείμενον] ergo, qui justus est, intellectu pio considerans H | 9 λεγόμενα] + ingemiscat et H | 18 ἔχοντες] + in nobis H | 20 ἐρεῖ] + mihi H | τὸ nach H: id quod sequitur | 21/22 πρῶτον—τοῦτο] ut H| 26 κατὰ—ἀλλὰ] eam (+ plagis Vall.) vapulabit H | 28/29 ἡμῶν—πταίσματα] dicente apostolo H | 29 γὰρ] 〈 Η.)

140
Προεφητεύθη τὰ περὶ τῶν ἁλιευθησομένων καὶ θηρευθσομένων καὶ ἀποληψομένων πρῶτον διπλᾶς τὰς ἁμαρτίας αὐτῶν. μετὰ ταῦτα προφητεύεται ἡ κλῆσις τῶν ἐθνῶν σαφέστερον, οὐχὶ καλουμένων ἀλλὰ κεκλημένων, καὶ οὐχὶ μὴ εἰδότων τί ἐξομολογήσωνται καὶ τί εὐχαριστήσωσιν, ἀλλ᾿ ἤδη μεμαθηκότων. ἐν γὰρ τοῖς προτέροις ἐμανθάνομεν ὅτι ἐκλήθησαν, ἡλιεύθησαν, ἐθηρεύθησαν, τί πείσονται δὲ ἐν τοῖς δευτέροις. ἴδωμεν τί προφήτεύει περὶ ἡμῶν ἤδη μανθανόντων εὔχεσθαι, μᾶλλον δὲ μεμαθηκότων.

»κύρις, ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ᾿ ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα«. ἀπ᾿ ἐσχάτου τῆς γῆς ἦλθε τὰ ἔθνη πρὸς τὸν θεόν, καὶ εἴρηκε τὰ ἔθνη· »ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα«; πῶς »ἀπ᾿ ἐσχάτου τῆς γῆς«; εἰσί τινες τῆς γῆς πρῶτοι καί εἰσί τινες τῆς γῆς ἔσχατοι. τίνες πρῶτοι; >οἱ σοφοὶ τοῦ κόσμου< τῆς γῆς πρῶτοι, οὐχ ἁπλῶς πρῶτοι· >οἱ σοφοὶ τοῦ κόσμου, οἱ εὐγενεῖς<, οἱ πλούσιοι, οἱ ἀξιωματικοί. τίνες οἱ ἔσχατοι; >τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, τὰ ἀγενῆ, τὰ ἐξουθενήμένα, τὰ μὴ ὄντα<. »ἥξουσιν« οὖν »ἔθνη ἀπ᾿ ἐσχάτου τῆς γῆς«, ὡσεὶ ἔλεγεν· ἀπὸ τελευταίων τῶν ἐπὶ γῆς ἀνθρώπων, ἀπὸ μωρῶν, ἀπὸ ἀγενῶν, ἀπὸ ἐξουθενημένων, »καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα«. οὐχ ὅτι ἔστι τινὰ εἴδωλα ἀληθῆ, ὧν πρὸς ἀντιδιαστολὴν λέγεται τὰ ψευδῆ, ἀλλὰ εἴδωλα, ἅτινα τῇ φύσει ἐστὶ ψευδῆ· »καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα«.

»Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς«. οὐ μόνον ἀπὸ τῶν ἀγαλμάτων ποιοῦσιν ἑαυτοῖς ἄνθρωποι θεούς, ἀλλ᾿ εὑρήσεις καὶ ἀπὸ τῶν ἀναπλασμάτων ποιοῦντας ἀνθρώπους ἑαυτοῖς θεούς· ὅσοι γὰρ δύνανται ἀναπλάσαι θεὸν ἕτερον καὶ κοσμοποιίαν ἄλλην παρὰ τὴν [*](2ff. Vgl. Theodoret. (Gh II, 435): κλῆσις τῶν ἐθνῶν προφητεύεται ὡς ἡλιευμένων ἤδη καὶ μεμαθηκότων ἐξομολογεῖσθαι. — 15. 17 Vgl. I Kor. 1,25—28.) [*](1 ἁλιευθησομένων Koetschau | 3 σαφέστερον] 〈 Η | 4—8 καὶ1—μεμαθηκότων] et sciunt laudes referre pro gratia: et in Ecclesia consistentes, confitentur et adorant nomen ejus H | 4 ἐξομολογήσωνται Ru ἐξομολογήσονται S | 5/6 ἐμανθάνομεν u. τί] Blass | 11 καὶ οὐκ Lo (vgl. Z. 13. 21) nec H | ὠφέλημα] + quomodo H vgl. Z. 13 | 12 θεόν] Dominum H | τὰ ἔθνη] 〈 Η | ψευδῆ| quam falsa H | 13 πῶς] quinam isti sunt qui veniunt H | 15/16 τῆς—κόσμου] 〈 Η | 17/18 τὰ2— ὄντα] ut confundat fortia, et ea quae non erant ut destruat quae sunt H (vgl. I Kor. 1, 27. 28) | 18 οὖν] 〈 Η | 22—S. 142, 8 Hierzu Fragm. 65 in C: Ψευδῆ—ἀναπλάσματα | 22 ἀντιδιαστολὴν] + nunc H | 23 ἅτινα nach H: quae τινα S | 25 θεούς] + et isti non sunt dii H | 28—S. 141,2 θεὸν—πάντες] creatorem extra universitatis Deum, alium Spiritum sanctum, alium Christum, alia saecula extra haec quae cernimus, omnes H | 28 ἕτερον] + παρὰ τὸν τῶν ὅλων mit H?)

141
ὑπὸ τοῦ πνεύματος ἀναγεγραμμένην, οἰκονομίαν κόσμου παρὰ τὸν ἀληθῆ κόσμον [περὶ οἰκονομίας κόσμου], οὗτοι πάντες ἐποίησαν ἑαυτοῖς θεοὺς καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν. οἷον νόησόν μοι εἴτε ἐν Ἕλλησι τοὺς γεννήσαντας δόγματα, φέρ᾿ εἰπεῖν, τῆςδε τῆς φιλοσοφίας ἢ τῆςδε, εἴτε ἐν ταῖς αἱρέρσεσι τοὺς γεννήσαντας πρώτους δόγματα, οὗτοι ἐποίησαν ἑαυτοῖς εἴδωλα καὶ ἀναπλάσματα τῆς ψυχῆς καὶ στραφέντες προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἀποδεξάμενοι ὡς ἀλήθειαν τὰ ἴδια ἀναπλάσματα. πάντας οὖν τοὺς αἰσθητῶς καὶ τοὺς νοντῶς ποιοῦντας ἑαυτοῖς θεοὺς διελέγχων ὁ λόγος φησίν· »εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶ θεοί; διὰ τοῦτο ἐγὼ δηλώσω αὐτοῖς τὴν χεῖρά μου ἐν τῷ καιρῷ τούτῳ, καὶ γνωγριῶ αὐτοῖς καὶ τὴν δύναμίν μου«. ποίῳ καιρῷ ἢ τούτῳ; δεικνύων δὲ τὸν καιρὸν τῆς παρουσίας τοῦ κυρίου·»καὶ γνώσονται« φησίν »ὅτι ὄνομά μοι κύριος«.

Εἶτα ἄλλη ἐστὶ προφήτεία, ἣν οὐκ οἶδ᾿ ὅπως παρὰ τοῖς Ἑβδομήκοντα οὐχ εὕρομεν, εὕρομεν δὲ ἐν ταῖς λοιπαῖς ἐκδόσεσι, δῆλον ὅτι κειμένην ἐν τῷ Ἑβραϊκῷ, καὶ πεπλήρωται πραγμάτων ἀναγκαιοτάτων, δυναμένων ἐὰν προσέχωμεν ἐπιστρέχαι τὴν ψυχὴν ἡμῶν. οὕτως δὲ ἔχει τὰ ῥήματα· »ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν«. ἔστιν ἐπὶ τὸ εὐχερέστερον ἑαυτὸν ἐπιδοῦναι καὶ εἰπεῖν· περὶ τῶν Ἰουδαίων ταῦτα γέγραπται ὅτι ἡ ἁμαρτία αὐτῶν »γέγραπται«. ἀλλ᾿ ἐὰν ἴδῃς, ὡς πολλάκις ἐδείξαμεν, Ἰούδαν τροπικῶς λεγόμενον τὸν Χριστόν, μήποτε »ἁμαρτία Ἰούδα« ἡμῶν ἐστι τῶν πιστευόντων ἐπὶ τὸν Χριστὸν τὸν ἐκ φυλῆς Ἰούδα. εἰ δὲ δύνασαι καὶ ἄλλως ἀκοῦσαι μυστικώτερον, τάχα περὶ Ἰούδα προφητεύει τοῦ παραδόντος, ὡς εἶναι περὶ αὐτοῦ τὴν προφητείαν λέγουσαν· »ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ διδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους [*](15ff. Vgl. Hexapla u. TU NF I, 3, 53f. — Vgl. Hier. Comm. 956. Vgl. Hebr. 7, 14.) [*](1 ἀναγεγραμμένην] + καὶ ἄλλην Co | τὸν] τὴν Co | 3 χειρῶν] + suarum H | 6 ψυχῆς] + putaverunt Deum H | 9 διελέγχων] + nunc H | 12 καὶ—καὶ] ostendam illis H | 13 δεικνύων—καιρὸν] 〈 Η | 13/14 καὶ—φησίν Co Et scient H | 18 τὴν ψυχὴν ἡμῶν] Lectorem H | 20 αὐτῶν Co (vgl. S. 142,1) eorum H αὐτοῦ S | 21/22 ἔστι—γέγραπται2] Quoniam difficile est aliquem se malum confiteri, ideo Judaei qui exemplaria nonnulla falsarunt, etiam in hoc loco pro peccato Juda, peccatum eorum posuerunt H vgl. TU NF I, 3, 22 Anm. 6 | 21 ἔστιν ἐπὶ τὸ εὐχερέστερον] oder ist zu. vgl. Philoc. 1, 28 (Ro 33, 17. 18: εἰ δέ τις προπετέστερον ἑαυτὸν ἐπιδῴη, κτλ.) u. 5, 7 (48, 29. 30: τολμηρότερον ἐμαυτὸν τῷ ὑπαγορεύειν ἐπιδίδωμι)? ἐπεὶ δυσχερέστερον Hu | 24 ἡμῶν] peccatum nostrum H | 25 καὶ ἄλλως] 〈 Η | 26/27 ὡς—λέγουσαν] 〈 Η.)

142
τῆς καρδίας«· ἀλλὰ πάλιν οὐκ ἀκολουθεῖ ἐπ᾿ ἐκείνου τὸ »αὐτῶν«. μήποτε οὖν ἐφ᾿ ἡμᾶς ἔλεγεν, ἐὰν γενώμεθα ἁμαρτωλοί, ταῦτα φθάνειν τὰ προφητευόμενα. ἡμάτρομεν, καὶ ἡ ἁμαρτία ἡμῶν οὐκ ἔξω ἡμῶν γέγραπται,κ ἀλλ᾿ ἐν τῇ καρδίᾳ ἡμῶν, καὶ γράφεται »ἐν σιδηρῷ γρφείῳ, ἐν ὄνυχι ἀδαμαντίνῳ«. ὅτι δὲ τὰ ἁμαρτήματα, ἃ ἁμαρτάνομεν, ἐγγράφεται εἰς ἡμᾶς διὰ τοῦ ἁμαρτάνειν, παραστήσει αὐτὸ τὸ πρᾶγμα. οὐ συνῄδειν ἐματῷ τόδε τὸ πρᾶγμα ἢ τήνδε τὴν ἁμρτίαν. ποιήσας αὐτὴν ἔχω τύπον αὐτῆς, καὶ οἱονεὶ γέγραπται ὁ τύπος [αὐ]τῆς ἁμαρτίας μου τῆς ἡμαρτημένης ἐν τῇ ψυχῇ μου. καὶ εἰ μὲν ἦν ἡ ἁμαρτία μου γεγραμμένη μέλανι, ἀπήλειψα ἂν αὐτήν· νῦν δὲ γέγραπται »ἐν σιδηρῷ γραφείῳ«, γέγραπται »ἐν ὄνυχι ἀδαμαντίνῳ«, γέγραπται »ἐπὶ τοῦ στήθους τῆς καρδίας« ἡμῶν, ἵνα ἔλθω ἐπὶ τὸ διδαστήριον καὶ πληρωθῇ ἡ λέγουσα προφητεία· »οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται, καὶ οὐδὲν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται«. ἐγυμνώθη μου τὸ στῆθος καὶ ἡ καρδία ἔχουσα τὸ γράμματα ἐγγεγραμμένα τῆς ἁμαρτίας »ἐν τῷ γραφείῳ τῷ στήθει μου καὶ ἐν τῇ καρδίᾳ μου τοὺς τύπους μου τῶν ἁμαρτημάτων. »οὐδὲν γὰρ κρυπτὸν ὃ οὐ φανερωθήσεται«, ἀλλὰ »καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων«, καὶ »μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν«. τίνι φανερώσει; οὐχ αὑτῷ· αὐτὸς γὰρ οἶδε »τὰ πάντα πρὶν γενέσεως αὐτῶν«. ἀλλὰ [καὶ] τίνι φανερώσει; πᾶσι τοῖς μέλλουσι βλέπειν διὰ τὴν αὐτῶν καθαρότητα τὴν ἁμαρτίαν τοῦ ἡμαρτηκότος, ἵνα οἱ ἁμαρτωλοὶ >ἀναστρῶσιν εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον<· ἀφ᾿ ὧν ῥύσηται ἡμᾶς ὁ τῶν ὅλων θεός, ἵν᾿ εἰς δόξαν τὴν ἐν Χριστῷ ἀναστῶμεν, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

[*](13. 18 Matth. 10, 26 Par. — 18 Röm. 2, 15. — 20 I Kor. 4, 5. — 22 Vgl. Sus. 35a (LXX) 42 (Θ΄). — 25 Vgl. Dan. 12, 2 (LXX u. θ΄).)[*](1 καρδίας] + αὐτῶν Co H | 2 μήποτε οὖν] Igitur (ut supra diximus) H | 6 αὐτὸ τὸ πρᾶγμα] ex his quae sequuntur H | 8/9 καὶ—μου2] et semper ante oeulos codis mei delicti pompa depingitur H, der hier überhaupt sehr frei übersetzt | 10 ἂν Blass Lietzmann | 13 λέγουσα] + α christo H | 17 καὶ—μου2] 〈 Η | 18 ἀλλὰ] 〈 Η | 20 κρίνετε Hu κρίνεται S | ὃς] 〈 Η | 23 καὶ—πᾶσι] 〈 Η | καὶ streicht Blass | 23/24 μέλλουσι—καθαρότητα] qui cum illo venturi sunt, et propter puritatem mentis et corporis Agnum sequentur, ostendat H | 25 ἵνα] + resurgant justi in gloriam H vgl. Dan. 12,2 | 26 ῥύσηται nach H: liberet ῥύσεται S | τῶν ὅλων] 〈 Η | 27 Ἀμήν] + ὁμιλία ις΄ S.)