Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

8. Ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ τῆς καινῆς διαθήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ [*](Lc xii 49) μὲν σωτῆρος λέγοντος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ εἴθε ἤδη ἐκάη· οὐκ ἂν γὰρ, μὴ σωτηρίου ὄντος τοῦ πυρὸς ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἀνθρώποις γε σωτηρίου, ἔλεγε ταῦτα ὁ τοῦ ἀγαθοῦ θεοῦ υἱός. ἀλλὰ καὶ ὁ Πέτρος ἀνελὼν τῷ λόγῳ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν, [*](cf. Act v 4) ἁμαρτήσαντας ἐν τῷ ψεύδεσθαι οὐκ ἀνθρώποις ἀλλὰ τῷ κυρίῳ, οὐ μόνον πεφροντικὼς τῆς οἰκοδομῆς τῆς τῶν ἐκ τοῦ ὁρᾷν τὸ γεγενημένον εὐλαβεστέρων ἐσομένων εἰς τὴν Χριστοῦ πίστιν, ἀλλὰ καὶ τῶν ἀποθνησκόντων· βουλόμενος αὐτὺς κεκαθαρμένους τῷ αἰφνιδίῳ θανάτῳ καὶ παρὰ προσδοκίαν ἀπαλλάξαι τοῦ σώματος, ἔχοντάς τι καὶ δικαιώσεως, ἐπεὶ κἂν τὸ ἥμισυ τῶν ὑπαρχόντων δεδώκασιν εἰς τὴν χρείαν τῶν δεομένων. καὶ Παῦλος δὲ τὸν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ τῷ λόγῳ τυφλῶν διὰ τῶν πόνων [*](Act xiii 10 f.) ἐπιστρέφει εἰς τὴν θεοσέβειαν, λέγων αὐτῷ· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὀδοὺς κυρίου τὰς εὐθείας; καὶ νῦν ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἤλιον [*](1 ἀπειλὴν] post hoc habent ἀπό τε τῶν ἱερῶν γραφῶν κ.τ.λ. AC; cf. p. 245 l. 13 2 νομίζομεν C 4 θεῶ νομιξόμενα C 4, 5 θυμῶν καὶ ὀργῆι (sic pr. m.) B 8 θυμοῦ θεοῦ] τοῦ θυμοῦ B 11 προσ- ιέμεθα BC 14 ἥδη] δὲ AC 21 χριστοῦ] εἰς χριστὸν C 24 διδόασιν B 26 τυφλῶν] αὐτονέλων (sic) B 27 εἰς τὴν] αὐτὸν εἰς C)

251
[*](ABC) ἅχρι καιροῦ. ποίου γὰρ καιροῦ, ἢ τοῦ ὅτε ἐπιπληχθεὶς καὶ βασανισθεὶς διά τὰ ἁμαρτήματα ἔμελλε μετανοῶν ἄξιος γενέσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν· καὶ κατά σῶμα, ἵνα ἐξαγγέληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῆς ὄφεως αὐτοῦ· καὶ κατὰ φυχὴν, ὅτε ἔμελλεν ὡς πιστεύων ὄνασθαι τῆς θεοσεβείας; ἀλλὰ καὶ Δημᾶς καὶ Ἑρμογένης, οὓς παρέδωκε τῷ Σατανᾶ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν, [*](cf. 1 Tim i 20) παραπλήσιόν τι πεπόνθασι τοῖς προειρημένοις. καὶ ὁ ἔν Κορίνθῳ τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκὼς καὶ αὐτὸς παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ [*](1 Co v 5) πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου. οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον καὶ ἐπὶ τέλει τοιαύταις κολάσεσι περιβαλλόμενον ἀπὸ ἀγαθότητος οἰκονομεῖται θεοῦ. ταῦτα δὲ ἡμῖν ἐπὶ τοῦ παρόντος, ὡς [*](118)ὑπέπεσεν, εἰρήσθω περὶ τοῦ· Ἐσκλήρυνε δὲ κύριος τὴν [*](Ex x 27) καρδίαν Φαραώ. ἐὰν δέ τις τὸ πρὸς θεὸν εὐσεβὲς τηρῶν κρείττονα καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ, μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον.

9. Ἔτι δὲ ἐφίστημι ἐν τοῖς κατὰ τὸν τόπον μήποτε, ὥσπερ οἱ ἰατροὶ τῶν λυσσοδήκτων τὸν ἰὸν ἐπισπώμενοι εἰς τὴν ἐπιφάνειαν, ἵνα μὴ ἔνδον νεμόμενος διαφθείρῃ τὸν ἄνθρωπον, χαλεπωτέρας ἐμποιοῦσι διαθέσεις καὶ φλεγμονάς· οὕτως ὁ θεὸς τὴν ἐγκρυπτομένην καὶ ἐμφωλεύουσαν τοῖς βάθεσι τῆς φυχῆς κακίαν, διὰ τῆς αὐτοῦ ἰατρικῆς ἐπισπᾶται ἐπὶ τὰ ἔξω, ὥστε φανερὰν αὐτὴν καὶ ἐναργεστέραν γενέσθαι, ἵνα μετὰ τοῦτο τὴν ἑξῆς ἐπαγάγῃ θεραπείαν. τοιαῦτα δὲ ἡγοῦμαι καὶ τὰ ἐν Δευτερονομίῳ ῥητὰ, τοῦτον ἔχοντα τὸν τρόπον· Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἢν [*](Deut viii 2 f.) διήγαγέν σε κύριος ὁ θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος [*](1 om. γὰρ C 3 γίνεσθαι C 4, 5 τῶν ὄφεων C 5 om. ὡς C 7 οὒς] + αὐτὸς B 13, 14 οἰκονομεῖσθαι B 15 om. δὲ C 16 πρὸς] + τὸν C 22 εἰς] ἐπὶ C 27 ἐπὶ] εἰς C 29 ἐν] + τῶ C)

252
ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε καὶ πειράσῃ σε, καὶ διαγνωσθῇ [*](ABC) τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ. καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε, καὶ ἐψώμισέν σε τὸ μάννα ὂ οὐκ ᾔδεις σὺ καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου· ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλʼ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ ζήσεται ὁ ἄνθρωπος. τήρει δὲ ἐν τούτοις ὅτι κακοῖ ὁ θεὸς καὶ ἐκπειράζει, ἵνα διαγνωσθῇ τά ἐν τῇ ἑκάστου καρδίᾳ, ὡς ὄντα μὲν ἐναποκείμενα δὲ τῷ βάθει καὶ εἰς φανερόν διὰ τῶν κακώσεων ἐρχόμενα. τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Ἰὼβ ὑπὸ τοῦ κυρίου διὰ λαίλαπος καὶ νεφῶν ἀπαγγελλόμενον [*](Job xl 3) πρὸς τὸν Ἰὼβ οὕτως· Οἴει δέ με ἄλλως σοι κχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; οὔτε γὰρ εἶπε· ἵνα γένῃ δίκαιος· ἀλλʼ· ἵνα ἀναφανῇς· τοιοῦτος ὢν μὲν καὶ πρό τῶν πειρασμῶν, ἀναφανῇς δὲ ἐν τοῖς συμβεβηκόσιν.