Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

6. Ἀλλʼ εἰκὸς δυσπειθῶς ἕξειν τοὺς ἐντευξομένους, [*](ABC) βίαιον ὑπολαμβάνοντας εἶναι τὸ λεγόμενον, ὡς ἄρα συμφέρον γεγόνοι τῷ Φαραὼ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ ὑπὲρ αὐτοῦ πάντα τὰ ἀναγγραμμένα γεγσνέναι μέχρι καὶ τῆς καταποντώσεως. ὅρα δὲ εἰ δυνάμεθα ἐντεῦθευ τὸ δυσπειθὲς περιελόντες πειθὼ ἐνεργάσασθαι περὶ [*](Ps xxxii (xxxi) 10) τῶν εἰρημένων. Πολλαὶ αἱ μάστιγες, φησὶν ὁ Δαυεὶδ, τῶν [*](Prov iii 12) ἁμαρτωλῶν· ὁ δὲ υἱὸς αὐτοῦ διδάσκει ὅτι Μαστιγοῖ ὅ θεὸς πάντα υἱὸν ὃν παραδέχεται. ἔτι δὲ αὐτός ὁ Δαυεὶδ ἐπαγγελίαν προφητεύων τὴν περὶ Χριστοῦ καὶ τῶν εἰς [*](Ps Ixxxix (Ixxxviii) 30 ff.) αὐτόν πιστευόντων φησίν· Ἐὰν ἐγκαταλείπωσιν οἱ υἴοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξιν τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτῶν. οὐκοῦν χάρις κυρίου ἐστὶ τὸν [*](116) ἄνομον ἐπισκεφθῆναι ἐν ῥάβδῳ καὶ τὸν ἁμαρτωλὸν μάστιξι. καὶ ὅσον γε οὐ μαστιγοῦται ὁ ἁμαρτάνων, παιδεύσει καὶ διορθώσει οὐδέπω ὑπάγεται. διὸ καὶ ἀπειλεῖ ὁ θεός, ἐὰν μεγάλα γένηται τὰ ἁμαρτήματα τῶν τὴν Ἰουδαίαν [*](cf. Hos iv 14) οἰκούντων, μηκέτι ἐπισκέφασθαι ἐπὶ τὰς θυγατέρας αὐτῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας αὐτῶν ὅταν μοιχεύσωσιν. [*](cf. Ezek xxiv 13) καὶ ἀλλαχοῦ φησίν· Ἀυθʼ ὧν ἐκαθάρισά σε, καὶ οὐκ ἐκαθαρίσθης, οὐ θυμωθήσομαι ἐπὶ σοὶ ἔτι, οὐδὲ ζηλώσω ἐπὶ σοὶ ἔτι. οὐκοῦν οἶς οὐ θυμοῦται ἁμαρτάνουσιν, ἵνʼ οὕτως εἴπω, χολούμενος οὐ θυμοῦται.

7. Παρατηρητέον δὲ καὶ ἐν ταῖς προφητικαῖς ἀπειλαῖς [*](Εaek vii 27 et passim) ἐπὶ τοῖς πολλοῖς, ὅτι ἐπιλέγεται τό· Γνώσονται ὅτι ἐγώ [*](1 δυσπαθῶς C 3 γένοιτο B; γεγονέναι C 5 μέχρι καὶ] μέχρις B 7, 8 τοῦ ἁμαρτωλοῦ C 9, 10 ἐπαγγέλεται A; ἀπαγγε- λίαν C om. τὴν A 11 ἐγκαταλίπωσιν C 16 κυρίου] θεοῦ ΑC 17 om. ἐν AC 21 ἐπισκέφεσθαι A 22 πορ- νεύωσι C 22, 23 μοιχεύωσι C 23 om. καὶ ἀλλαχοῦ φησίν B 27 ἐν] ἐπὶ AC 28 om. γνώσονται B)

249
[*](ABC) εἰμι κύριος· καὶ ἀπειλαῖς οὐ μόνον Ἰσραηλιτικαῖς, ἀλλὰ καὶ Αἰγυπτίοις καὶ Ἀσσυρίοις καὶ ἑτέρων ἐχθρῶν τοῦ λαοῦ. τοῦτο δὲ τὸ ἐπὶ τέλει πολλῶν νομιζομένων ἀπειλῶν καὶ ἐν τῇ Ἐξόδῳ ἀναγέγραπται· Καὶ γνώσονται γὰρ, φησὶ, [*](Ex vii 5) πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος· ὡς διὰ τοῦτο τῶν νομιζομένων χαλεπῶν ἐπαγομένων αὐτοῖς, ἵνα γνῶσι τὸν κύριον. ἐν δὲ τοῖς Μακκαβαῖκοῖς τοιοῦτόν τι λέγεται· Παρακαλῶ δὲ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ [*](2 Mac vi 12 ff.) συστέλλεσθαι διὰ τὰς συμφορὰς, νομίζειν δὲ τὰ γινόμενα μὴ πρὸς ὄλεθρον ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι· καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι δυσσεβοῦντας, ἀλλʼ εὐθέως περιπίπτειν ἐπιτιμίοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστι· οὐ γὰρ καθάπερ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης, ἕως εἰς τέλος ἀφιεμένων αὐτῶν τῶν ἁμαρτημάτων ὕστερον αὐτοὺς ἐκδικῇ, οὕτως καὶ ἐφʼ ἡμῶν ἔκρινεν· παιδεύων δὲ μετὰ συμφορᾶς οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν. εἰ γὰρ τὸ ὑποπίπτειν ἐπιτιμίοις διὰ τὰ ἁμαρτήματα μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον, ἐπιτιμώμενος καὶ ὁ Φαραὼ μετὰ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ κολαζόμενος ἅμα τῷ λαῷ αὐτοῦ, ὅρα εἰ μὴ οὐ μάτην ἐπιτετίμηται μηδὲ ἐπὶ τῷ ἰδίῳ κακῷ. οἱονεὶ δὲ μιμητὴς θεοῦ γινόμενος κατὰ τὸ ἐπιβάλλον τοῖς καιροῖς ὁ Δαυεὶδ ἐντέλλεται περὶ τοῦ Ἰωὰβ τῷ Σολομῶντι κολάσαι αὐτὸν διὰ τὰ ἡμαρτημένα εἰς Ἀβεννὴρ υἱὸν Νὴρ, καὶ ἀποκτεῖναι διὰ τὰ ἐπταισμένα· εἶτα ἐπιφέρει· Καὶ κατάξεις [*](1 Reg ii 6) αὐτοῦ τὴν πολιὰν ἐν εἰρήνῃ εἰς ᾅδου. δῆλον δὲ ὅτι, ὡς καὶ ὁ Ἐβραῖος ἡμῖν ἀπήγγειλε, τὸ διὰ τοῦ κολασθῆναι αὐτὸν ἐν εἰρήνῃ κοιμηθήσεσθαι, οὐκ ἔτι ὀφειλομένης αὐτῷ βασάνου καὶ κολάσεως, διὰ τὸ ἐντεῦθεν ἤδη ἀπειληφέναι αὐτὸν, μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. οὕτω δʼ ἡμεῖς καὶ [*](1 ἀπειλεῖ C ἰσραηλίταις C 2 ἑτέροις ἐχθροῖς C 4 ἀνα- γέγραπται] post hoc habent ἄρα γὰρ κ.τ.λ. AC; cf. p. 244 l. 15 7 κύριον] θεόν AC 8 om. δὲ C 13 ἐστὶ σημεῖον C 14 ἕως] ὡς C 16 ἡμῖν C 19 om. ὁ B μετὰ] διὰ B 25 πα- τάξεις A 26 om. δὲ B 27 ἐπήγγειλεν B)
250
πᾶσαν ἀπειλὴν καὶ πόνον καὶ κόλασιν τὰ προσαγόμενα [*](ABC 117) ἀπὸ τοῦ θεοῦ νοοῦμεν γίνεσθαι οὐδέποτε κατὰ τῶν πασχόντων, ἀλλʼ ἀεὶ ὑπὲρ αὐτῶν. καὶ τὰ χαλεπώτατα γοῦν νομιζόμενα θεῷ προσάπτεσθαι τῶν ὀνομάτων, θυμὸς καὶ [*](Ps vi 1; xxxviii (xxxviii) 1)ὀργὴ, ἐλέγχειν καὶ παιδεύειν λέγεται ἐν τῷ Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· τοῦ ταῦτα εὐχομένου δεομένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ θυμοῦ θεοῦ καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐτοῦ, ὥς τινων ἐλεγχθησομένων τῷ θυμῷ τοῦ θεοῦ καὶ παιδευθησομένων τῇ ὀργῇ αὐτοῦ.