Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

Περὶ αὐτεξουU+03F2ίου καὶ τῶν δοκούντων τοῦτο ἀναιρεῖν [*](ABD) ῥητῶν γραφικῶν λύU+03F2ιU+03F2 καὶ ἑρμηνεία. ἐκ το περὶ ἀρχῶν τρίτου τὀμου.

1. Ἐπεὶ δὲ ἐν τῷ κηρύγματι τῷ ἐκκλησιαστικῷ περιέχεται ὁ περὶ κρίσεως δικαίας θεοῦ λόγος, ὅστις καὶ τοὺς ἀκούοντας, πιστευθεὶς εἶναι ἀληθής, προκαλεῖται ἐπὶ τὸ καλῶς βιοῦν καὶ παντὶ τρόπῳ φεύγειν τήν ἁμαρτίαν, δηλονότι συγκατατιθεμένους τὸ ἐφʼ ἡμῖν εἶναι τὰ ἐπαίνου καὶ ψόγου ἄξια· φέρε καὶ τὰ περὶ τοῦ αὐτεξουσίου ἰδία ὀλίγα διαλάβωμεν, ἀναγκαιοτάτου ὡς ἔνι μάλιστα προβλήματος. ἴνα δὲ νοήσωμεν τί τὸ αὐτεξούσιον, τὴν ἔννοιαν αὐτοῦ ἀναπτύξαι δεῖ, ἵνα ταύτης σαφηνισθείσης ἀκριβῶς παρασταθῇ τὸ ζητούμενον. τῶν κινουμένων τὰ μέν τινα ἐν ἑαυτοῖς ἔχει τήν τῆς κινήσεως αἰτίαν, ἕτερα δὲ ἔξωθεν μόνον κινεῖται. ἔξωθεν μὲν οὖν μόνον κινεῖται τὰ φορητὰ, οἶον ξύλα καὶ λίθοι καὶ πᾶσα ἡ ὑπὸ ἕξεως μόνης συνεχομένη ὕλη. ὑπεξῃρήσθω δὲ νῦν τοῦ λόγου τὸ κίνησιν λέγειν τὴν ῥύσιν τῶν σωμάτων, ἐπεὶ μή χρεία τούτου πρὸς τὸ προκείμενον. ἐν ἑαυτοῖς δὲ ἔχει τήν αἰτίαν τοῦ κινεῖσθαι ζῶα καὶ φυτὰ καὶ ἀπαξαπλῶς ὅσα ὑπὸ φύσεως καὶ ψυχῆς συνέχεται, ἐξ ὦν φασὶν εἶναι καὶ τὰ μέταλλα. πρὸς δὲ τούτοις καὶ τὸ πῦρ αὐτοκίνητόν ἐστι, τάχα δὲ καὶ αἱ πηγαί. τῶν δὲ ἐν ἑαυτοῖς τὴν αἰτίαν τοῦ κινεῖσθαι ἐχόντων, τὰ μέν φασιν ἐξ ἑαυτῶν κινεῖσθαι, τὰ δὲ ἀφʼ ἑαυτῶν· ἐξ ἑαυτῶν μὲν τὰ ἄφυχα, ἀφʼ [*](109) ἑαυτῶν δὲ τὰ ἔμψυχα. καὶ ἀφʼ ἑαυτῶν κινεῖται τὰ ἔμφχα, φαντασίας ἐγγινομένης ὁρμὴν προκαλουμένης. καὶ πάλιν ἔν τισι τῶν ζώων φαντασίαι γίνονται ὁρμν προκαλούμεναι, [*]( 1 Ru. 1. 108; deest folium in C 16, 17 ὑφεξηρήσθω AB 22 αὐτοῖς Β)

153
[*](ΑB(C)(D)) φύσεως φανταστικῆς τεταγμένως κινούσης τὴν ὁρμὴν, ὡς ἐν τῷ ἀράχνῃ φαντασία τοῦ ὑφαίνειν γίνεται, καὶ ὁρμὴ ἀκολουθεῖ ἐπὶ τὸ ὑφαίνειν, τῆς φανταστικῆς αὐτοῦ φύσεως τεταγμένως ἐπὶ τοῦτο αὐτόν προκαλουμένης, καὶ οὐδευὸς ἄλλου μετὰ τὴν φανταστικήν αὐτοῦ φύσιν πεπιστευμένου τοῦ ζώου· καὶ ἐν τῇ μελίσσῃ ἐπὶ τὸ κηρολαστεῖν.

2. Τὸ μέντοι λογικόν ζῶον καὶ λόγον ἔχει πρὸς τῇ φανταστικῇ φύσει, τὸν κρίνοντα τὰς φαντασίας καὶ τινὰς μὲν ἀποδοκιμάζοντα τινάς δὲ παραδεχόμενον ἵνα ἄγηται τὸ ζῶον κατʼ αὐτάς. ὅθεν ἐπεὶ ἐν τῇ φύσει τοῦ λόγου εἰσὶν ἀφορμαὶ τοῦ θεωρῆσαι τὸ καλὸν καὶ τὸ αἰσχρὸν, αἷς ἑπόμενοι θεωρήσαντες τὸ καλὸν καὶ τὸ αἰσχρὸν αἱρούμεθα μὲν τὸ καλὸν, ἐκκλίνομεν δὲ τὸ αἰσχρόν· ἐπαινετοὶ μέν ἐσμεν ἐπιδόντες ἑαυτοὺς τῇ πράξει τοῦ καλοῦ, ψεκτοὶ δὲ κατὰ τὸ ἐναντίον. οὐκ ἀγνοητέον μέντοι γε ὅτι τὸ πλέον τῆς εἰς πάντα τεταγμένης φύσεως ποσῶς ἐστὶν ἐν τοῖς ζώοις, ἐπὶ τὸ πλέον δὲ ἢ ἐπὶ τὸ ἔλαττον· ὥστε ἐγγύς που εἶναι, ἵνʼ οὕτως εἴπω, τοῦ λογικοῦ τὸ ἐν τοῖς ἰχνευταῖς κυσὶν ἔργον καὶ ἐν τοῖς πολεμικοῖς ἵπποις. τὸ μὲν οὖν ὑποπεσεῖν τόδε τι τῶν ἔξωθεν φαντασίαν ἡμῖν κινοῦν τοιάνδε ἢ τοιάνδε, ὁμολογουμένως οὐκ ἔστι τῶν ἐφʼ ἡμῖν· τὸ δὲ κρῖναι οὑτωσὶ χρήσασθαι τῷ γενομένῳ ἢ ἑτέρως, οὐκ ἄλλου τινὸς ἔργον ἢ τοῦ ἐν ἡμῖν λόγου ἐστὶν, ἤτοι παρά [*](110) τάς ἀφορμάς ἐνεργοῦντος ἡτμᾶς πρὸς τὰς ἐπὶ τὸ καλὸν προκαλουμένας καὶ τὸ καθῆκον ὁρμάς, ἢ ἐπὶ τὸ ἐναντίον ἐκτρέπουτος.

3. Εἰ δέ τις αὐτὸ τὸ ἔξωθεν λέγοι εἶναι τοιόνδε, ὥστε ἀδυνάτως ἔχειν ἀντιβλέφαι αὐτῷ τοιῷδε γενομένῳ, οὗτος ἐπιστησάτω τοῖς ἰδίοις πάθεσι καὶ κινήμασιν, εἰ μὴ εὐδόκησις γίνεται καὶ συγκατάθεσις καὶ ῥοπή τοῦ ἡγεμονικοῦ ἐπὶ τόδε τι διὰ τάσδε τὰς πιθανότητας. οὐ γὰρ, φέρʼ [*](4 προκαλουμένης] rursus incipit C 26 προκαλουμένας] restitui; προσκαλουμένας ABC)

154
εἰπεῖν, ἡ γυνὴ τῷ κρίναντι ἐγκρατεύεσθαι καὶ ἀνέχειν [*](ABC) ἑαυτὸν ἀπὸ μίξεων, ἐπιφανεῖσα καὶ προκαλεσαμένη ἐπὶ τὸ ποιῆσαί τι παρὰ πρόθεσιν, αὐτοτελὴς αἰτία γίνεται τοῦ τὴν πρόθεσιν ἀθετῆσαι. πάντως γὰρ εὐδοκήσας τῷ γαργαλισμῷ καὶ τῷ λείῳ τῆς ἡδονῆς, ἀντιβλέψαι αὐτῷ μὴ βεβουλημένος μηδὲ τὸ κεκριμένον κυρῶσαι, πράττει τὸ ἀκόλαστον. ὁ δὲ τις ἔμπαλιν, τῶν αὐτῶν συμβεβηκότων τῷ πλείονα μαθήματα ἀνειληφότι καὶ ήσκηκότι,—οἱ μὲν γαργαλισμοὶ καὶ οἱ ἐρεθισμοὶ συμβαίνουσιν, ὁ λόγος δὲ, ἅτε ἐπὶ πλεῖον ἰσχυροποιηθεὶς καὶ τραφεὶς τῇ μελέτῃ, καὶ βεβαιωθεὶς τοῖς δόγμασι πρὸς τὸ καλὸν ἤ ἐγγύς γε τοῦ βεβαιωθῆναι γεγενημένος, ἀνακρούει τοὺς ἐρεθισμοὺς καὶ ὑπεκλύει τὴν ἐπιθυμίαν.

4. Τὸ δὲ τούτων οὕτως ἡμῖν γινομένων τὰ ἔξωθεν αἰτιᾶσθαι καὶ ἑαυτοὺς ἀπολῦσαι ἐγκλήματος, ὁμοίους ἑαυτοὺς ἀποφηναμένους ξύλοις καὶ λίθοις ἑλκυσθεῖσιν ὑπὸ τῶν ἔξωθεν αὐτὰ κινησάντων, οὐκ ἀληθὲς οὐδὲ εὔγνωμον, [*](111) βουλομένου τε λόγος ἐστὶν ὁ τοιοῦτος τὴν ἔννοιαν τοῦ αὐτεξουσίου παραχαράττειν. εἰ γὰρ πυθοίμεθα αὐτοῦ, τί ἦν τὸ αὐτεξούσιον, λέγοι ἃν ὅτι εἰ μηδὲν τῶν ἔξωθεν ἀπήντα ἐμοῦ τόδε τι προθεμένου τὸ ἐπὶ τὸ ἐναντίον προκαλούμενον. πάλιν τε αὖ ψιλὴν τὴν κατασκευὴν αἰτιᾶσθαι παρὰ τὸ ἐναργές ἐστι· λόγου παιδευτικοῦ τοὺς ἀκρατεστάτους καὶ τοὺς ἀγριωτάτους παραλαμβάνουτος, εἰ τῇ προτροπῇ παρακολουθήσαιεν, καὶ μεταβάλλοντος· ὥστε παρὰ πολὺ γεγονέναι τὴν προτροπὴν καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν· πολλάκις τῶν ἀκολαστοτάτων βελτιόνων γινομένων παρὰ τοὺς τῇ φύσει πρότερον οὐ δοκοῦντας εἶναι τοιούτους, καὶ τῶν ἀγριωτάτων ἐπὶ τοσοῦτον ἡμερότητος μεταβαλλόντων, ὥστε τοὺς μηδὲ πώποτε οὕτως ἀγριωθέντας ἀγρίους εἶναι δοκεῖν συγκρίσει τοῦδέ τινος μεταβεβληκότος [*](11 om. AB 15 ἀπολύειν A 16 ἀποφαινομένους A 21 τι] ἐστὶ C 23, 24 ἀκρατεστέρους AC 24 ἀγριωτέρους C 26 προτροπὴν] τροπὴν A)

155
[*](ABC) ἐπὶ τὸ ἥμερον. ὁρῶμέν τε ἑτέρους εὐσταθεστάτους καὶ σεμνοτάτους ἐκ διαστροφῆς ἐπὶ τὰς χείρους διατριβὰς ἐκκρουομένους τοῦ σεμνοῦ καὶ εὐσταθοῦς· ὥστε εἰς ἀκολασίαν αὐτοὺς μεταβαλεῖν, πολλάκις ἀρχομένους τῆς ἀκολασίας μεσούσης τῆς ἡλικίας, καὶ ἐμπίπτοντας εἰς ἀταξίαν μετὰ τὸ παρεληλυθέναι τὸ τῆς νεότητος, ὅσον ἐπὶ τῇ φύσει, ἄστατον. οὐκοῦν ὁ λόγος δείκνυσιν ὅτι τὰ μὲν ἔξωθεν οὐκ ἐφʼ ἡμῖν ἐστὶ, τὸ δὲ οὕτως ἢ ἐναντίως χρήσασθαι αὐτοῖς τὸν λόγον κριτὴν παραλαβόντα καὶ ἐξεταστὴν τοῦ πῶς δεῖ πρὸς τάδε τινὰ τῶν ἔξωθεν ἀπαντήσαι, ἔργον ἐστὶν ἡμέτερον.

5. Ὅτι δὲ ἡμέτερον ἔργον τὸ βιῶσαι καλῶς ἐστὶ, καὶ αἰτεῖ ἡμᾶς τοῦτο ὁ θεὸς, ὡς οὐκ αὐτοῦ ὃν οὐδὲ ἐξ ἑτέρου τινὸς παραγινόμενον ἢ, ὡς οἴονταί τινες, ἀπὸ εἱμαρμένης, [*](112) ἀλλʼ ὡς ἡμέτερον ἔργον, μαρτυρήσει ὁ προφήτης Μιχαίας λέγων· Εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; ἢ τί κύριος [*](Mic vi 8) ἐκζητεῖ παρὰ σοῦ, ἀλλʼ ἢ τὸ ποιεῖν κρίμα καὶ ἀγαπζν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου θεοῦ σου; καὶ Μωσῆς· Τέθεικα πρὸ προσώπου σου τὴν ὁδόν τῆς ζωῆς [*](Deut xxx 19) καὶ τήν ὀδὸν τοῦ θανάτου· ἔκλεξαι τὸ ἀγαθὸν καὶ πορεύου ἐν αὐτῷ. καὶ σαίας· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα. καὶ ἐν τοῖς ψαλμοῖς· Εἰ ὁ λαός μου [*](Ps lxxxi (lxxx) 13 f.) ἤκουσέ μου, καὶ Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἄν τὴν χεῖρά μου· ὡς ἐπὶ τῷ λαῷ ὄντος τοῦ ἀκούειν καὶ πορεύεσθαι ταῖς ὁδοῖς τοῦ θεοῦ. καὶ ὁ σωτὴρ δὲ λέγων τό· Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι [*](Mt v 39) τῷ πονηρῷ· καί· Ὅτι ὃς ἂν ὀργισθῇ τῷ ἀδελφῷ, ἔνοχος [*](Mt v 22) [*](15 ἀλλʼ] +ἢ AC μιχαίας ante προφήτης Β 17 τὸ] τοῦ AB 18 κυρίου] + τοῦ C 20 ἐκλέξασθαι AC 20, 21 πορεύεσθαι AC 21 αὐτό B 25 om. καὶ C 26 om. ἂν B 26, 27 om. καὶ ἐπὶ- χεῖρά μου B 30 om. ὅτι C)

156
[*](Mt v 28) ἔσται τῇ κρίσει· καί· Ὃε ἐάν ἐμβλέφῃ γυναῖκα πρὸς τὸ [*](ABC) ἐπιθυμήσαι, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ. καὶ εἴ τινα ἄλλην δίδωσιν ἐντολὴν, φησὶν ὡς ἐφʼ ἡμῖν ὄντος τοῦ φυλάξαι τὰ προστεταγμένα· καὶ εὐλόγως, ἐνόχων ἡμῶν τῇ κρίσει ἐσομένων εἰ παραβαίνοιμεν αὐτά. ὅθεν καὶ, [*](Mt vii 24, 26) Πᾶς, φησὶν, ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν· καὶ τὰ ἑξῆς· Ὁ δὲ ἀκούων καὶ μή ποιῶν ὅμοιός ἐστιν ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον· καὶ τὰ ἐξῆς. καὶ λέγων [*](Mt xxv 34 f.) δὲ τοῖς ἐκ δεξιῶν· Δεῦτε πρός με, οἱ εὐλογημένοι τοῦ πατρός μου· καὶ τά ἑξῆς· ἐπείνασα γὰρ καὶ ἐδόκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με· σφόδρα σαφῶς ὡς αἰτίοις οὖσι τοῦ ἐπαινεῖσθαι δίδωσι τὰς ἐπαγγελίας. καὶ ἐκ τοῦ ἐναντίου τοῖς ἑτέροις, ὡς ψεκτοῖς παρʼ αὐτοὺς, λέγει [*](113) [*](Mt xxv 41) τό· Πορεύεσθε οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον. ἴδωμεν δὲ πῶς καὶ ὁ Παῦλος ὡς αὐτεξουσίοις ἡῖν διαλέγεται καὶ ἑαυτοῖς αἰτίοις τυγχάνουσιν ἀπωλείας ἢ σωτηρίας. [*](Ro ii 4 ff.) Ἢτοῦ πλούτου γὰρ, φησὶ, τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τό χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατά δὲ τήν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ, ὅς ἀποδώσει ἑκάστῳ κατὰ τά ἔργα αὐτοῦ· τοῖς μὲν καθʼ ὑπομονήν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμήν καὶ ἀφθαρσίαν ζητοῦσι ζωήν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργή καὶ θυμός, θλίψις καὶ στενοχωρία, ἐπὶ πάσαν ψυχήν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰοὐδαίου τε πρῶτον καὶ [*](1 ἂν Α γυναικὶ C 2 ἐπιθυμῆσαι] + αὐτὴν C ἐμοί- χευσεν] + αὐτὴν C 3 φησὶν ἐντολὴν A; φυσικὴν ἐντολὴν C 5 παραβαίνομεν C om. εί παραβ. αὐτά Α 6 om. ὁ B 15 αὐτοῖς A; αὐτοῦ Bcoor. pri. man. 23 om. καὶ (sec.) A 27 ἀπει- θοίσι] +μὲν Α C om. τῆ (pr.] C 28 θυμὸς] + καὶ C ἀν- θρώπου] + ἐπὶ A)
157
[*](ABC) Ἕλληνος· δόξα δὲ καὶ τιμή καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, οὐδαίῳ τε πρῶτον καὶ Ἕλληνι. μυρία μὲν οὖν ἔστιν ἐν ταῖς γραφαῖς σφόδρα σαφῶς παριστῶντα τὸ αὐτεξούσιον.

6. Ἐπεὶ δὲ εἰς τὸ ἐναντίον, τουτέστι τὸ μὴ ἐφʼ ἡμῖν τυγχάνειν τηρεῖν τὰς ἐντολάς καὶ σώζεσθαι, καὶ τὸ παραβαίνειν αὐτάς καὶ ἀπόλλυσθαι, περισπῷ ῥητά τινα ἀπό τῆς παλαιᾶς καὶ τῆς καινῆς· φέρε ἀπὸ μέρους καὶ ἐκ τούτων παραθέμενοι θεασώμεθα αὐτῶν τὰς λύσεις, ἴνα ἀφʼ ὧν παρατιθέμεθα κατὰ τὸ ὅμοιον ἐκλεξάμενός τις ἑαυτῷ πάντα τὰ δοκοῦντα ἀναιρεῖν τὸ αὐτεξούσιον ἐπισκέφηται τὰ περὶ τῆς λύσεως αὐτῶν. καὶ δὴ πολλοὴς κεκίνηκε τὰ περὶ τοῦ Φαραὼ, περὶ οὖ χρηματίζων ὁ θεός φησιν· Ἐγώ δὲ σκληρυνῶ [*](Ex iv 21, vii 3) [*](114) τὴν καρδίαν Φαραώ· πλεονάκις. εἰ γὰρ ὑπὸ θεοῦ σκληρύνεται, καὶ διὰ τό σκληρύνεσθαι ἁμαρτάνει, οὐκ αὐτός ἑαυτῷ τῆς ἁμαρτίας αἴτιος· εἰ δὲ τοῦτο, οὐδὲ αὐτεξούσιος ὁ Φαραώ· καὶ φήσει τις ὅτι ἐκ τοῦ ὁμοίου οἱ ἀπολλύμενοι οὐκ αὐτεξούσιοι οὐδὲ παρʼ ἑαυτοὺς ἀπολοῦνται. καὶ ἐν τῷ Ἰεζεκιῆλ δὲ λεγόμενον τό· Ἐξελῶ αὐτῶν [*](Erek xi 19 f.) τὰς λιθίνας καρδίας καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωσι· κινήσαι ἄν τινα ὡς τοῦ θεοῦ διδόντος τὸ πορεύεσθαι ἐν ταῖς ἐντολαῖς καὶ φυλάσσειν τά δικαιώματα, ἐν τῷ τὸ ἐμποδίζον ὑπεξῃρηκέναι, τήν λιθίνην καρδίαν, καὶ τὸ κρεῖττον ἐντεθεικέναι, τὴν σαρκίνην. ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ εὐαγγελίου, τί ὁ σωτὴρ ἀποκρίνεται πρὸς τούς πυθομένους, διὰ τί ἐν παραβολαῖς τοῖς πολλοῖς λαλεῖ· Ἵνα, φησὶν, βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες ἀκούωσι [*](Mc iv 12; cf. Lc viii 10) καὶ μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς. ἔτι δὲ καὶ παρὰ τῷ Παύλῳ τό· Οὐ τοῦ θέλοντος [*](Ro ix 16) [*](1 om. καὶ τιμὴ C 5 om. μὴ A 7 περισσὰ C 18 ἑαυ- τῶν A 24 ὑφεξηρηκέναι A B; ἐξῃρηκέναι C 28 καί φησιν ἴνα C; καί φησιν Λ (+ ἵνα Amarg) ἀκούοντες] +μὴ Acorr C 29 om. μὴ C ἀφεθήσεται AC)

158
οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. καὶ ἐν [*](ABC(cat)) [*](cf. Phil ii 13) ἄλλοις· Καὶ τὸ θέλειν δὲ καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστίν. [*](Ro ix 18 f.) καὶ ἐν ἄλλοις· Ἄρʼ οὗν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει ἐρεῖς μοι οὖν, τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι [*](cf. Ga v 8) αὐτοῦ τίς ἀνθέστηκεν; καί· Ἡ πεισμονὴ ἐκ τοῦ καλοῦντος, [*](Ro ix 20 f.) καὶ οὐκ ἐξ ἡμῶν. Mενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; καὶ πάλιν· Μὴ ἐρεῖ τό πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; ταῦτα γὰρ καθʼ ἑαυτὰ ἱκανά ἐστι τοὺς πολλοὺς ἐκταράξαι, ὡς οὐκ ὄντος τοῦ ἀνθρώπου αὐτεξουσίου, ἀλλὰ τοῦ θεοῦ σώζοντος καὶ ἀπολλύντος οὓς ἐὰν αὐτὸς βούληται.

7. Ἀρξώμεθα τοίνυν ἀπὸ τῶν περὶ τοῦ Φαραώ εἰρημένων [*](115) ὡς σκληρυνομένου ὑπὸ θεοῦ, ἴνα μὴ ἐξαποστείλῃ τὸν [*](Ro ix 18) λαόν· ᾧ συνεξετασθήσεται ἅμα καὶ τὸ ἀποστολικόν Ἄρʼ οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. καὶ ἐπεὶ χρῶνται τούτοις τῶν ἑτεροδόξων τινὲς, σχεδόν καὶ αὐτοὶ τὸ αὐτεξούσιον ἀναιροῦντες, διὰ τὸ φύσεις εἰσάγειν ἀπολλυμένας, ἀνεπιδέκτους τοῦ σώζεσθαι, καὶ ἑτέρας σωζομένας, ἀδυνάτως ἐχούσας πρὸς τὸ ἀπολέσθαι· τόν τε Φαραώ φασι φύσεως ὄντα ἀπολλυμένης διὰ τοῦτο σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἐλεοῦντος μὲν τοὺς πνευματικούς σκληρύνοντος δὲ τοὺς χοϊκούς· φέρε ἴδωμεν ὅ τί ποτε καὶ λέγουσι. πευσόμεθα γὰρ αὐτῶν εἰ χοϊκῆς φύσεως ὁ Φαραώ ἦν· ἀποκρινομένοις δὲ ἐροῦμεν ὅτι ὁ τῆς χοικῆς φύσεως πάντως ἀπειθεῖ θεῷ· εἰ δὲ ἀπειθεῖ, τίς χρεία σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν, καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ πλεονάκις; εἰ μὴ ἄρα, ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτὸν καὶ πάντως ἐπείσθη ἂν, ἅτε οὐκ ὢν χοϊκὸς, ὑπὸ τῶν τεράτων καὶ [*](1 ἐλεῶντος A 2 om. δὲ C 3 om. καὶ ἐν ἁλλοις B ὄν δὲ] καὶ ὄν C 4 ον μοι C θελήματι C 6 ἐξ] ἐκ τοῦ στόματος C om. A om. εἴ C 11 αὐτὰ ΑCC 16, 17 ἄρʼ οὖν] hic post periphrasin incipit cat 17, 18 καὶ ἐπεὶ χρῶνται] ἐπεί γὰρ χρῶνται cat; καὶ ἐπιχρῶνται AC 27 ἀπειθεῖ] +τῶ C cat)

159
[*](ABC cat) σημείων δυσωπούμενος, χρήζει δὲ αὐτοῦ ὁ θεὸς, ὑπὲρ τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα, ἐπὶ πλεῖον ἀπειθοῦντος· διὰ τοῦτο αὐτοῦ σκληρύνει τὴν καρδίαν. ταῦτα δὲ λελέξεται πρῶτον πρὸς αὐτοὺς, εἰς τὸ ἀνατραπῆναι ὃ ὑπολαμβάνουσιν, ὅτι φύσεως ἦν ἀπολλυμένης ὁ Φαραώ. τὰ δʼ αὐτὸ καὶ περὶ τοῦ παρὰ τῷ ἀποστόλῳ λεγομένου λεκτέον πρὸς αὐτούς. τίνας γὰρ σκληρύνει ὁ θεός; τοὺς ἀπολλυμένους, ὥς τι πεισομένους εἰ μὴ [*](116)σκληρυνθεῖεν; ἢ δηλονότι σωθησομένους, τῷ μή εἶναι αὐτοὺς φύσεως ἀπολλυμένης; τίνας δὲ καὶ ἐλεεῖ; ἆρα τοὺς σωθησομένους; καὶ πῶς χρεία ἐλέου δευτέρου αὐτοῖς, ἅπαξ κατασκευασθεῖσι σωθησομένοις καὶ πάντως διὰ τὴν φύσιν μακαρίοις ἐσομένοις; εἰ μὴ ἄρα, ἐπεὶ ἐπιδέχονται ἀπώλειαν εἰ μὴ ἐλεηθεῖεν, ἐλεοῦνται, ἵνʼ ὅπερ ἐπιδέχονται μὴ λάβωσι τὸ ἀπολέσθαι, ἀλλὰ γένωνται ἐν χώρᾳ σωζομένων. καὶ ταῦτα μὲν πρὸς ἐκείνους.

8. Ἐπαπορητέον δὲ πρὸς τοὺς νομίζοντας νενοηκέναι τὸ Ἐσκλήρυνε, τί δήποτε λέγουσι τὸν θεὸν ἐνεργοῦντα σκληρύνειν καρδίαν, καὶ τί προτιθέμενον τοῦτο ποιεῖν; τηρείτωσαν γὰρ καὶ ἔννοιαν θεοῦ κατά μὲν τὸ ὑγιὲς δικαίου καὶ ἀγαθοῦ· εἰ δὲ μή βούλονται, ἐπὶ τοῦ παρόντος αὐτοῖς συγκεχωρήσθω, δικαίου· καὶ παραστησάτωσαν πῶς ὁ ἀγαθός καὶ δίκαιος ἢ ὁ δίκαιος μόνον φαίνεται δικαίως σκληρύνων καρδίαν τοῦ διὰ τὸ σκληρύνεσθαι ἀπολλυμένου· καὶ πῶς ὁ δίκαιος αἴιος ἀπωλείας γίνεται καὶ ἀπειθείας, τῶν ὑπʼ αὐτοῦ διὰ τὸ σκληρύνεσθαι καὶ ἀπειθῆσαι αὐτῷ κολαζομένων. τί δὲ αὐτῷ καὶ μέμφεται, λέγων· Σὺ δὲ [*](cf. Ex iv 23, ix 17) οὐ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου. Ἰδοὺ, πατάσσω [*](cf. Εx xii 12) πάντα τὰ πρωτότοκα ἐν Αἰγύπτῳ, καὶ τόν πρωτότοκόν σου· καὶ ὅσα ἄλλα ἀναγέγραπται ὡς τοῦ θεοῦ λέγοντος διὰ Μωσέως τῷ Φαραώ; ἀναγκαῖον γὰρ τὸν πιστεύοντα ὅτι [*](5 εἴη AC 8 ὥς τι] ὡς τί BC cat om. ὡς ὡς–πεισομ. A om. μὴ cat 10 om. καὶ C cat 21 βούλωνται ΑΒ* 23 δικαίως] B cat; δίκαιος A; om. C 24 τὸ] τοῦ BC)

160
ἀληθεῖς αἱ γραφαὶ καὶ ὅτι ὁ θεὸς δίκαιος, ἐάν εὐγνώμων ᾖ, [*](ABC cat) ἀγωνίζεσθαι πῶς ἐν ταῖς τοιαύταις λέξεσι δίκαιος τρανῶς νοηθῇ. εἰ μὲν γὰρ ἀπογραψάμενός τις γυμνῇ τῇ κεφαλῇ ἵστατο πρός τὸ πονηρόν εἶναι τὸν δημιουργὸν, ἄλλων ἔδει λόγων πρὸς αὐτόν. ἐπεὶ δέ φασι διακεῖσθαι περὶ αὐτοῦ ὡς περὶ δικαίου, καὶ ἡμεῖς ὡς περὶ ἀγαθοῦ ἅμα καὶ δικαίου, σκοπήσωμεν πῶς ἂν ὁ ἀγαθός καὶ δίκαιος σκληρύνοι τὴν καρδίαν Φαραώ.

[*](117)

9. Ὅρα τοίνυν εἰ διά τινος παραδείγματος, ᾦ ὁ ἀπόστολος ἐν τῇ πρὸς βραίους ἐχρήσατο, δυνάμεθα παραστῆσαι [*](cf. Ro ix 18) πῶς μιᾷ ἐνεργείᾳ ὁ θεὸς ὂν μὲν ἐλεεῖ ὃν δὲ σκληρύνει· οὐ προτιθέμενος σκληρύνειν, ἀλλὰ διὰ προθέσεως χρηστῆς, ᾖ ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον τοῦ παρʼ ἑαυτοῖς κακοῦ τὸ σκληρύνεσθαι, σκληρύνειν λεγόμενος τὸν [*](He vi 7 f.) σκληρυνόμενον. Γῆ, φησὶν, πιοῦσα τὸν ἐπʼ αὐτῆς ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις διʼ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν. οὐκοῦν μία ἐνέργεια ἡ κατὰ τὸν ὑετόν· μιᾶς δὲ ἐνεργείας οὔσης τῆς κατὰ τὸν ετὸν, ἡ μὲν γεωργηθεῖσα γῆ καρτοφορεῖ, ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος ἀκανθοφορεῖ. καὶ δύσφημον μὲν ἄν δόξαι εἶναι τὸ λέγειν τὸν ὕοντα· Ἐγὼ τοὺς καρποὺς ἐποίησα καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ· ἀλλʼ εἰ καὶ δύσφημον, ἀλλʼ ἀληθές. ὑετοῦ γὰρ μὴ γενομένου, οὔτʼ ἂν καρποὶ οὔτʼ ἄν ἄκανθαι γεγόνεισαν· τούτου δὲ εὐκαίρως καὶ μεμετρημένως ἐπιρρεύσαντος, ἀμφότερα γεγένηται. ἐκφέρουσα γοῦν ἀκάνθας καὶ τριβόλους ἡ πιοῦσα γῆ τὸν ἐπʼ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν ἀδόκιμος καὶ κατάρας ἐγγύς. οὐκοῦν τὸ μὲν ἀγαθὸν τοῦ ὑετοῦ καὶ ἐπὶ τὴν χείρονα γῆν ἐλήλυθε· [*](1 εὐγνωμονῆ AC; ἀγνώμων ἢ cat 2 δικαίως cat; om. C 4 ἴσταται cat 9 om. ῶ A om. ὁ C cat 14 ἑαυτοῦ cat 22 om. μὲν B 25 om. ἄν (sec.) C cat 26 ἐγεγόνεισαν C cat 27–29 om. ἐκφέρουσα-έγγύς cat 29 ὑετὸν πολλάκις A)

161
[*](ABC cat) τὸ δὲ ὑποκείμενον, ἠμελημένον καὶ ἀγεώργητον τυγχάνον, ἀκάνθας καὶ τριβόλους ἐβλάστησεν. οὕτω τοίνυν καὶ τὸ [*](118) γινόμενα ὑπὸ τοῦ θεοῦ τεράστια οἱονεὶ ὑετός ἐστιν· αἱ δὲ προαιρέσεις αἱ διάφοροι οἱονεὶ ἡ γεγεωργημένη γῆ ἐστὶ καὶ ἡ ἠμελημένη, μιᾷ τῇ φύσει ὡς γῆ τυγχάνουσα.

10. Ὥσπερ δὲ εἰ καὶ ὁ ἥλιος ἔλεγε φωνὴν προϊέμενος ὅτι Ἐυὼ τήκω καὶ ξηραίνω, ἐναντίων ὄντων τοῦ τήκεσθαι καὶ τοῦ ξηραίνεσθαι, οὐκ ἂν ψεῦδος ἔλεγε, παρὰ τὸ ὑποκείμένον· ἀπὸ τῆς μιᾶς θερμότητος τηκομένου μὲν τοῦ κηροῦ ξηραινομένου δὲ τοῦ πηλοῦ· οὕτως ἡ μία ἐνέργεια ἡ διά Μωσέως γινομένη σκληρυμμὸν μὲν ἤλεγχε τὸυ τοῦ Φαραώ διὰ τὴν κακίαν αὐτοῦ, πειθὼ δὲ τὴν τῶν ἐπιμίκτων Αἰγυπτίων συνεξορμησάντων τοῖς Ἑβραίοις. καὶ τὸ κατὰ βραχὺ δὲ ἀναγεγράφθαι οἱονεὶ μαλάσσεσθαι τήν καρδίαν Φαραὼ, λέγοντος· Ἀλλʼ οὐ μακρὰν ἀποτενεῖτε· τριῶν γὰρ ἡμερών [*](cf. Ex viii 28) πορεύσεσθε, καὶ τὰς γυναῖκας ὑμῶν καταλείπετε· καὶ ὅσα ἄλλα κατὰ βραχὺ ἐνδιδοὺς πρός τά τεράστια ἔλεγε, δηλοῖ ὅτι ἐνήργει μέν τι καὶ εἰς αὐτὸν τὸ σημεῖα, οὐ μήν τὸ πᾶν κατειργάζετο. οὐκ ἂν δὲ οὐδὲ ταῦτα ἐγίνετο, εἰ τὸ νοούμενον ὑπὸ τῶν πολλῶν· Σκληρυνῶ τὴν καρδίαν Φαραώ· ὑπʼ αὐτοῦ ἐνηργεῖτο, τοῦ θεοῦ δηλονότι. οὐκ ἄτοπον δὲ καὶ ἀπὸ τῆς συνηθείας τὰ τοιαῦτα παραμυθήσασθαι· πολλάκις τῶν χρηστῶν δεσποτῶν φασκόντων τοῖς διὰ τὴν χρηστότητα καὶ μακροθυμίαν ἐπιτριβομένοις οἰκέταις τό· Ἐγώ σε πονηρὸν ἐποίησα, καὶ Ἐγώ σοι αἴτιος γέγονα τῶν τηλικούτων ἁμαρτημάτων. δεῖ γὰρ τοῦ ἤθους ἀκοῦσαι [*](119) καὶ τῆς δυνάμεως τοῦ λεγομένου, καὶ μὴ συκοφαντεῖν μὴ κατακούοντας τοῦ βουλήματος τοῦ λόγου. ὁ γοῦν Παῦλος σαφῶς ταῦτα ἐξετάσας φησὶ πρὸς τὸν ἁμαρτάνοντα· [*](Ro ii 4 f.) τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ [*](5 om. ἡ ABC 15 ἀποτενεῖται A cat 16 πορεύεσθε cat καταλείψετε cat 21 om. τοῦ θεοῦ δηλονότι cat 22 om. τῆς B 24 καὶ] + τὴν AC 30 om. καὶ τῆς ἀνοχῆς cat)

162
θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου [*](ABC(cat)) καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ. ἂ γὰρ λέγει πρὰς τὸν ἁμαρτάνοντα ὁ ἀπόστολος, λεγέσθω πρὸς τὸν Φαραὼ, καὶ πάνυ ἁρμοδίως νοηθείη ταύτα ἀπαγγελλόμενα αὐτῷ, κατὰ τὴν σκληρότητα καὶ ἀμετανόητον αὐτοῦ καρδίαν θησαυρίζοντος ἑαυτῷ ὀργήν· τῆς σκληρότητος οὐκ ἂν οὑτως ἐλεγχθείσης οὐδὲ φανερᾶς γεγενημένης, εἰ μὴ τὰ σημεῖα ἐγεγόνει, ἦ ἐγεγόνει μὲν, μὴ τὰ τοσαῦτα δὲ καὶ τηλικαῦτα.

11. Ἀλλʼ ἐπεὶ δυσπειθεῖς αἱ τοιαῦται διηγήσεις καὶ βίαιοι εἶναι νομίζονται, ἴδωμεν καὶ ἀπὸ προφητικοῦ λόγου, τί φασιν οἱ πολλῆς χρηστότητος θεοῦ πεπειραμένοι, καὶ μὴ [*](Is lxii 17 f.) βιώσαντες καλῶς ἀλλά μετὰ ταῦτα ἁμαρτήσαντες. Τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὀδοῦ σοῦ; ἴνα τί ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά σου; ἐπίστρεφον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρόν τι κληρονομήσωμεν τοῦ ὄροῦς τοῦ [*](Jer. xx 7) ἁγίου σου. καὶ ἐν τῷ Ἱερεμίᾳ· Ἠπάτησάς με, κύριε, καὶ [*](Is lxiii 17) ἠπατήθην, ἐκράτησας καὶ ἐδυνάσθης. τὸ γάρ· Ἵνα τί ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά σου; λεγόμενον ὑπὸ τῶν ἐλεηθῆναι παρακαλούντων, ἐν [*](120) ἤθει λεγόμενον τοιοῦτόν ἐστιν· Ἵνα τί ἐπὶ τοσοῦτον ἐφείσω ἡμῶν, οὐκ ἐπισκεπτόμενος ἡμᾶς ἐπὶ ταῖς ἁμαρτίαις, ἀλλὼ καταλιπὼν ἕως εἰς μέγεθος ἔλθῃ πταισμάτων τὰ ἡμέτερα; ἐγκαταλείπει δὲ μὴ κολαζομένους τοὺς πλείονας, ἴνα τε τὰ ἑκάστου ἤθη ἐκ τοῦ ἐφʼ ἡμῖν ἐξετασθῇ, καὶ φανεροὶ μὲν ἐκ τῆς γενομένης βασάνου οἱ κρείττους γένωνται, οἱ δὲ λοιποὶ [*](Sus 42) μὴ λαθόντες, οὐχὶ θεόν—πάντα γὰρ οἶδε πρὸ γενέσεως αὐτῶν—ἀλλά τὰ λογικὰ καὶ ἑαυτούς, ὕστερον τύχωσιν ὁδοῦ θεραπείας· οὐκ ἂν ἐγνωκότες τὴν εὐεργεσίαν, εἰ μὴ ἑαυτῶν [*](3 om. καὶ (sec.) A om. τοῦ A 5 om. νοηθείη ταῦτα ἀπαγγ. 6 αὐτῶ cat 7 θησαυρίζοντα cat 9 σημεῖα ἐγεγόνει] hic ex- plicit cat om. τὰ (sec.) C 30 ὁδῶ AB)

163
[*](ABC) κατεγνώκεισαν· ὅπερ συμφέρει ἑκάστῳ, ἵνα αἴσθηται τῆς ἰδιότητος τῆς ἑαυτοῦ καὶ τῆς χάριτος τῆς τοῦ θεοῦ. ὁ δὲ μή αἰσθανόμενος τῆς ἰδίας ἀσθενείας καὶ τῆς θείας χάριτος, κἂν εὐεργετῆται μὴ ἑαυτοῦ πεπειραμένος μηδὲ ἑαυτοῦ κατεγνωκὼς, οἰήσεται ἴδιον εἶναι ἀνδραγάθημα τὸ ἀπὸ τῆς οὐρανίου χάριτος αὐτῷ ἐπιχορηγηθέν. τοῦτο δὲ οἴημα, ἐμποιῆσαν καὶ φυσίωσιν, αἴτιον ἔσται καταπτώσεως· ὅπερ νομίζομεν καὶ περὶ τόν διάβολον γεγονέναι, ἑαυτῷ χαρισάμενον ἃ εἶχε προτερήματα ὅτε ἄμωμος ἦν. Πᾶς γὰρ ὁ [*](cf. Lc xiv 11) ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὡς πᾶς ὁ ταπεινῶν ἑαυτόν ὑψωθήσεται. κατανόει δὲ ὅτι διὰ τοῦτο ἀποκέκρυπται ἀπὸ [*](cf. Mt xi 25; 1 Co i 29) σοφῶν καὶ συνετῶν τὰ θεῖα, ἵνα, ὥς φησιν ὁ ἀπόστολος, μὴ καυχήσηται πἅσα σὰρξ ἐνώπιον τοῦ θεοῦ· καὶ ἀποκεκάλυπται [*](121) νηπίοις, τοῖς μετά τὴν νηπιότητα ἐπὶ τὰ κρείττονα ἐληλυθόσι καὶ μεμνημένοις ὅτι οὐ παρὰ τὴν ἑαυτῶν αἰτίαν τοσοῦτον ὅσον παρά τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μακαριότητος ἐληλύθασιν.

12. Οὐκοὺν ἐγκαταλείπεται θείᾳ κρίσει ὁ ἐγκαταλειπόμινος, καὶ μακροθυμεῖ ἐπί τινας τῶν ἁμαρτανόντων ὁ θεὸς οὐκ ἀλόγως, ἀλλʼ ὡς αὐτοῖς συνοίσοντος ὡς πρός τὴν ἀθανασίαν τῆς ψυχῆς καὶ τὸν ἄπειρον αἰῶνα τοῦ μὴ ταχὺ συνεργηθῆναι εἰς σωτηρίαν, ἀλλά βράδιον ἐπὶ ταύτην ἀχθῆναι μετὰ τὸ πειραθῆναι πολλῶν κακῶν. ὥσπερ γάρ τινα καὶ ἰατροὶ δυνάμενοι τάχιον ἰσασθαι, ὅταν ἐγκεκρυμμένον ἰὸν ὑπονοῶσιν ὑπάρχειν περὶ τὰ σώματα, τὸ ἐναντίον τῷ ἰάσασθαι ἐργάζονται, διά τὸ ἰᾶθαι βούλεσθαι ἀσφαλέστερου τοῦτο ποιοῦντες· ἡγούμενοι κρεῖττον εἶναι πολλῷ χρόνῳ παρακατασχεῖν τινὰ ἐν τῷ φλεγμαίνειν καὶ κάμνειν ὑπὲρ τοῦ βεβαιότερον αὐτὸν τὴν ὑγείαν ἀπολαβεῖν, ἤπερ τάχιον μὲν ῥῶσαι δοκεῖν ὕστερον δὲ ἀναδῦναι καὶ πρόσκαιρον γενέσθαι τὴν ταχυτέραν ἵασιν· τὸν αὐτὸν τρόπον καὶ ὁ θεὸς, γινώσκων τὰ κρύφια τῆς καρδίας καὶ προγινώσκων τὰ [*]( συμβαίνει C. 24 καὶ] οἱ A)

164
μέλλοντα, διὰ τῆς μακροθυμίας ἐπιτρέπει τάχα καὶ διὰ τῶν [*](ABC) ἔξωθεν συμβαινόντων ἐφελκόμενος τὸ ἐν κρυπτῷ κακόν, ὑπὲρ τοῦ καθᾶραι τὸν διʼ ἀμέλειαν τὰ σπέρματα τῆς ἁμαρτίας κεχυρηκότα, ἵνα εἰς ἐπιπολὴν ἐλθόντα αὐτά τις ἐμέσας, [*](122) εἰ καὶ ἐπὶ πλεῖον ἐν κακοῖς γεγένηται, ὕστερον δυνηθῇ καθαρσίου τυχών τοὺ μετά τὴν κακίαν ἀναστοιχειωθῆναι. θεὸς γὰρ οἰκονομεῖ τὰς ψυχὰς οὐχ ὡς πρὸς τὴν φέρʼ εἰπεῖν πεντηκονταετίαν τῆς ἐνθάδε ζωῆς, ἀλλʼ ὡς πρὸς τόν ἀπέραντον αἰῶνα· ἄφθαρτον γὰρ φύσιν πεποίηκε τὴν νοερὰν καὶ αὐτῷ συγγενῆ, καὶ οὐκ ἀποκλείεται ὡσπερ ἐπὶ τῆς ἐνταῦθα ζωῆς ἡ λογικὴ ψυχὴ τῆς θεραπείας.

13. Φέρε δὲ καὶ τοιαύτῃ εἰκόνι ἀπὸ τοῦ εὐαγγελίου [*](Mt xiii 5 f.) χρησώμεθα. ἔστι τις πέτρα ὀλίγην ἔχουσα καὶ ἐπιπόλαιον γῆν, εἰς ἣν ἄν πέσῃ τὰ σπέρματα ταχὺ ἀνθεῖ, ἀλλʼ ἀνθήσαντα, ἐπεὶ ῥίζαν οὐκ ἔχει, ἡλίου ἀνατείλαντος καυματίζεται καὶ ξηραίνεται. καὶ αὔτή ἡ πέτρα ἀνθρωπίνη ἐστὶ ψυχὴ, διὰ τὴν ἀμέλειαν σκληρυνθεῖσα καὶ διὰ τὴν κακίαν ἀπολιθωθεῖσα· λιθίνη γὰρ οὐδενὶ ἔκτισται ὑπό θεοῦ καρδία, ἀλλʼ ἀπὸ τῆς πονηρίας τοιαύτη γίνεται. ὡσπερ οὖν, εἰ ἐγκαλοῖ τις τῷ γεωργῷ μὴ τάχιον τὰ σπέρματα ἐπὶ τὴν πετρώδη γῆν βαλόντι, ὁρῶν ἄλλην τινὰ πετρώδη γῆν λαβοῦσαν τὰ σπέρματα καὶ ἀνθοῦσαν, ἀποκρίναιτο ἄν ὁ γςωηργὸς ὅτι Βράδιον σπερῶ τὴν γῆν ταύτην ἐπιβαλών τὰ δυνάμενα παρακατασχεῖν τὰ σπαρησόμενα, κρείττονος ἐσομένου τῇδε τῇ γῇ τοῦ βραδυτέρου καὶ ἀσφαλεστέρου παρὰ τήν τάχιον εἰληφυῖαν καὶ ἐπιπολαιοτέρως· πεισθείημεν ἂν ὡς εὐλόγως λέγοντι τῷ γεωργῷ καὶ ὡς ἐπιστημόνως πεποιηκότι· οὕτῳ καὶ ὁ μέγας πάσης φύσεως γεωργὸς ὑπερτίθεται τὴν νομισθεῖσαν ἂν τάχιον εὐποιίαν, ἵνα [*](123) μὴ ἐπιπόλαιος γέηται. ἀλλʼ εἰκός τινα ἡμῖν πρὸς ταῦτα ἀνθυπενεγκεῖν· Διὰ τί δέ τι τῶν σπερμάτων πίπτει ἐπὶ τήν ἐξ ἐπιπολῆς ἔχουσαν τὴν γῆν οἱονεὶ πέτραν οὖσαν ψυχήν ; [*](13 καὶ ἐπιπόλεον ἔχουσα B 18 ὑπὸ] ἀπὸ A B 28 om. καὶ B)

165
[*](ABC) λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι βέλτιον τῇδέ τινι προπετέστερον βεβουλημένῃ τὰ κρείττονα, καὶ οὐχὶ ὀδῷ ἐπʼ αὐτὰ ὁδευσάσῃ, τυχεῖν οὗ βεβούληται· ἴνα ἑαυτῆς ἐπὶ τούτῳ καταγνοῦσα τὴν κατὰ φύσιν γεωργίαν μακροθυμήσῃ ὕστερον πολλῷ χρόνῳ λαβεῖν. ἄπειροι γὰρ ἡμῖν, ὡς ἄν εἴποι τις, αἱ ψυχαὶ καὶ ἄπειρα τὰ τούτων ἤθη καὶ πλεῖστα ὅσα τὰ κινήματα καὶ αἱ προθέσεις καὶ αἱ ἐπιβολαὶ καὶ αἱ ὁρμαί· ὧν εἶς μόνος οἰκονόμος ἄριστος καὶ τοὺς καιροὺς ἐπιστάμενος καὶ τὰ ἁρμόζοντα βοηθήματα καὶ τὰς ἀγωγάς καὶ τὰς ὁδοὺς, ὁ τῶν ὅλων θεὸς καὶ πατὴρ, ὁ εἰδώς πῶς καὶ τὸν Φαραὼ ἄγει διὰ τοσῶνδε καὶ καταποντισμοῦ, εἰς ὃν οὐ καταλήγει οἰκονομία τοῦ Φαραώ. οὐ γὰρ ἐπεὶ κατεποντώθη ἀνελύθη· Ἐυ γὰρ χειρὶ θεοῦ καὶ ἡμεῖς καὶ οἱ [*](Wisd vii 16) λόγοι μῶν, πᾶσά τε φρόνησις καὶ ἐργατιῶν ἐπιστήμη. καὶ ταῦτα μὲν μετρίως εἰς ἀπολογίαν περὶ τοῦ ἐσκληρύνθαι [*](cf. Ex vii 14) τὴν καρδίαν Φαραὼ, καὶ περὶ τοῦ· Ὃν θέλει ἐλεεῖ, ὃν δὲ [*](Ro ix 18) θέλει σκληρύνει.

14. Ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ Ἰεζεκιὴλ λέγοντος· Ἐξελῶ τὰς λιθίνας καρδίας ἀπʼ αὐτῶν καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς δικαιώμασί μου πορεύωνται καὶ τὰ προστάγματά μου φυλάσσωσιν. εἰ γὰρ ὅτε βούλεται ὁ θεὸς ἐξαίρει τάς λιθίνας καρδίας καὶ ἐντίθησι σαρκίνας, ὥστε τὰ προστάγματα αὐτοῦ φυλάττεσθαι καὶ τηρεῖσθαι [*](124) τὰς ἐντολὰς, οὐκ ἔστι τὴν κακίαν ἀποθέσθαι ἐφʼ ἡμῖν. τὸ γὰρ ἐξαιρεθῆναι τὰς λιθίνας καρδίας οὐδὲν ἄλλο ἐστὶν ἢ τὴν κακίαν, καθʼ ἣν σκληρύνεταί τις, περιαιρεθῆναι ἀφʼ οὗ ὁ θεὰς βούλεται· καὶ τὸ ἐγγενέσθαι καρδίαν σαρκίνην, ἵνα ἐν τοῖς προστάγμασί τις πορεύηται τοῦ θεοῦ καὶ φυλάσσῃ αὐτοῦ τὰς ἐντολάς, τί ἄλλο ἐστὶν ἣ εἰκτικὸν γενέσθαι καὶ μὴ ἀντίτυπον πρὸς τὴν ἀλήθειαν καὶ πρακτικὸν τῶν ἀρετῶν; εἰ δὲ ταῦτα ἐπαγγέλλεται ὀ θεός ποιεῖν, καὶ [*](1 τινι] τῆ γῆ C 11 τοσῶνδε] τούτων δὲ A; τόσων B 14 ἐργατειῶν C; ἐργασιῶν A 20 πορεύσωνται C)

166
πρὶν ἀφελεῖν αὐτὸν τὰς λιθίνας καρδίας οὐκ ἀποτιθέμεθα [*](ABC) αὐτὰς, δῆλον ὅτι οὐκ ἐφʼ ἡμῖν ἐστὶν ἀποθέσθαι τὴν κακίαν· καὶ εἰ οὐχ ἡμεῖς τι πράττομεν ἵνα ἐγγένηται ἡμῖν ἡ σαρκίνη καρδία, ἀλλά θεοῦ ἐστὶν ἔργον, οὐχ ἡέτερον ἔργον ἔσται τὸ κατʼ ἀρετὴν βιοῦν, ἀλλὰ πάντη θεία χάρις. ταῦτα μὲν ἐρεῖ ὁ ἀπὸ τῶν φιλῶν ῥητῶν τό ἐφʼ ἡμῖν ἀναιρῶν. ἡμεῖς δὲ ἀποκρινούμεθα τούτων οὓτως ἀκούειν δεῖν λέγοντες ὅτι, ὥσπερ ὁ ἐν ἀμαθία καὶ ἀπαιδευσίᾳ τυγχάνων, αἰσθανόμενος τῶν ἰδίων κακῶν ἤτοι ἐκ προτροπῆς τοῦ διδάσκοντος ἢ ἄλλως ἐξ ἑαυτοῦ, ἐπιδίδωσιν ἑαυτὸν ᾦ νομίζει δύνασθαι αὐτὸν χτιραγςγήσειν ἐπἱ παίδευσιν καὶ ἀρετήν, ἐπιδιδόντος δὲ τούτου ὁ παιδεύων ἐπαγγέλλεται ἐξελεῖν τὴν ἀπαιδευσίαν καὶ ἐνθήσειν παιδείαν, οὐχ ὡς οὐδενός ὄντος εἰς τὸ παιδευθῆναι καὶ φυγεῖν τὴν ἀπαιδευσίαν ἐπὶ τῷ ἑαυτὸν προσαγηοχότι θεραπευθησόμενον, ἀλλʼ ὡς ἐπαγγελλόμενος βελτιώσειν τὸν βουλόμενον· οὔτως ὁ θεῖος λόγος ἐπαγγέλλεται τῶν προσιόντων τὴν κακίαν ἐξαιρεῖν, ἣν ὠνόμασε λιθίνην καρδίαν, οὐχὶ ἐκείνων οὐ βουλομένων ἀλλʼ ἑαυτοὺς τῷ ἰατρῷ τῶν καμνόντων παρςσχηκότων· ὤσπερ ἐν τοῖς εὐαγγελίοις εὑρίσκονται οἱ κάμνοντες προσρχόμενοι [*](125) τῷ σωτῆρι καὶ ἀξιοῦντες ἰάσεως τυχεῖν καὶ θεραπευόμενοι. καὶ ἔστι φέρʼ εἰπεῖν τὸ τοὺς τυφλοὺς ἀναβλέφαι ἔργον, κατά μὲν τὸ ἠξιωκέναι πιστεύσαντας δύνασθαι θεραπεύεσθαι, τῶν πεπονθότων, κατὰ δὲ τὴν ἀποκατάστασιν τῆς ὁράσεως, τοῦ σωτῆρος ἡμῶν. οὓτως οὖν ἐπαγγέλλεται ὁ λόγος τοῦ θεοῦ ἐμποιήσειν ἐπιστήμην τοῖς προσιοῦσιν, ἐξελὼν τὴν λιθίνην καὶ σκληρὰν καρδίαν, ὅπερ ἐστὶ τὴν κακίαν, ὑπὲρ τοῦ τινα πορεύεσθαι ταῖς θείαις ἐντολαῖς καὶ φυλάσσειν τὰ θεῖα προστάγματα.

15. Ἠν μετὰ ταῦτα τὸ ἀπὸ τοῦ εὐαγγελίου, ὅτε ὁ [*](Mc iv 11 f.) σωτὴρ ἔφασκε διὰ τοῦτο τοῖς ἔξω ἐν παραβολαῖς λαλεῖν, Ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσι, [*](1 αὐτὸν] αὐτῶν Β 6 om.ὁ B 8 om. ὁ A 9 ἠ] καὶ A 14 φεύγειν AC 24 om. τῶν πεπονθότων AC)

167
[*](ABC) μήποτε ἐπιστρέφωσι καὶ ἀφεθῇ αὐτοῖς. καὶ ἐρεῖ ὁ ἐξ ἐναντίας· Εἰ πάντως τῶν σαφεστέρων ἀκούσαντες οἵδε τινὲς ἐπιστρέφουσιν, καὶ οὕτως ἐπιστρέφουσιν ὥστε ἀξίους αὐτούς γενέσθαι ἀφέσεως ἁμαρτημάτων, οὐκ ἔστι δὲ ἐπ’ αὐτοῖς τὸ ἀκοῦσαι τῶν σαφεστέρων λόγων ἀλλʼ ἐπὶ τῷ διδάσκοντι, καὶ διὰ τοῦτο οὐκ ἀπαγγέλλει αὐτοῖς σαφέστερον, μήποτε ἴδωσι καὶ συνιῶσιν· οὐκ ἔστιν ἐπʼ αὐτοῖς τὸ σωθῆναι· εἰ δὲ τοῦτο, οὐκ ἐσμὲν αὐτεξούσιοι περὶ σωτηρίας καὶ ἀπωλείας. πιθανή μὲν οὖν πρὸς ταῦτα ἀπολογία ἠν, εἰ μὴ προσέκειτο τό· Μήποτε ἐπιστρέφωσι καὶ ἀφεθῇ αὐτοῖς· τὸ ὅτι οὐκ ἐβούλετο τοὺς μὴ ἐσομένους καλούς καὶ ἀγαθοὺς συνιέναι τῶν μυστικωτέρων ὁ σωτὴρ, καὶ διὰ τοῦτο ἐλάλει αὐτοῖς ἐν παραβολαῖς· νῦν δὲ, κειμένου τοῦ· Μήποτε ἐπιστρέφωσι καὶ ἀφεθῇ αὐτοῖς· ἡ ἀπολογία ἐστὶ χαλεπωτέρα. πρῶτον τοίνυν σημειωτέον ἐστὶ τὸν τόπον πρὸς τοὺς ἑτεροδόξους, λεξιθηροῦντας μὲν τὰ ἀπὸ τῆς παλαιᾶς διαθήκης τοιαῦτα, ἔνθα ἐμφαίνεται, ὡς αὐτοὶ τολμῶντες λέγουσιν, ὠμότης τοῦ [*](126) δημιουργοῦ, ἡ ἀμυντικὴ καὶ ἀνταποδοτική τῶν χειρόνων προαίρεσις, ἢ ὅ τί ποτε θέλουσι τὸ τοιοῦτον ὀνομάζειν, μόνον ἵνα λέγωσιν οὐκ ἀγαθότητα εἶναι ἐν τῷ κτίσαντι· οὐχ ὁμοίως δὲ οὐδὲ εὐγνωμόνως ἐντυγχάνοντας τῇ καινῇ, ἀλλὰ παραπεμπομένους τὰ παραπλήσια οἶς νομίζουσιν εἶναι ἐπιλήπτοις ἀπὸ τῆς παλαιᾶς. φανερῶς γὰρ καὶ κατὰ τὸ εὐαγγέλιον ὀ σωτήρ δείκνυται, ὡς αὐτοὶ φάσκουσιν ἐπὶ τῶν προτέρων, διὼ τοῦτο σαφῶς μὴ φθεγγόμενος ἵνα μὴ ἐπιστρέψωσιν οἱ ἄνθρωποι καὶ ἐπιστρέφοντες ἀφέσεως ἁμαρτημάτων ἄξιοι γένωνται· ὅπερ καθʼ αὐτῶ οὐδενὸς ἔλαττόν ἐστι τῶν ἀπὸ τῆς παλαιᾶς κατηγορουμένων τοιούτων. ἐὰν δὲ περὶ τοῦ εὐαγγελίου ἀπολογίαν ζητῶσι, λεκτέον πρὸς αὐτούς· εἰ μὴ ἐπιλήπτως ποιῶσιν ἐπὶ τῶν ὁμοίων προβλημάτων ἀνομοίως ἱστάμενοι, καὶ κατὰ μὲν τὴν καιὴν οὐ προσκόπτοντες ἀλλʼ ἀπολογίαν ζητοὺντες, [*](2 πάντες B 3, 4 αὐτοὺς ἀξίους γεν. A; ἀξίους γεν.αὐτούς C 7 συνῶσιν ABC 16 om. τῆς B 32 προσσκώπτοντες A)
168
κατὰ δὲ τὴν παλαιάν περὶ τῶν παραπλησίων, δέον ἀπολογεῖσθαι [*](ABC) ὁμοίως τοῖς ἀπὸ τῆς καινῆς, κατηγοροῦντες· ἐξ ὧν συμβιβάσωμεν αὐτοὺς διὰ τὰς ὁμοιότητας ἐπὶ τὸ πάντα ἡγεῖσθαι ἑνὸς εἶναι γράμματα θεοῦ. φέρε δὴ καὶ πρὸ τό προκείμενον ἀπολογίαν κατὰ τό δυνατόν πορισώμεθα.

16. Ἐφάσκομεν καὶ περὶ τοῦ Φαραώ ἐξετάζοντες ὅτι ἐνίοτε τὸ τάχιον θεραπευθῆναι οὐ πρὸς καλοῦ γίνεται τοῖς θεραπευομένοις, εἰ παρʼ ἑαυτοὺς χαλεποῖς περιπεσόντες εὐχερῶς ἀπαλλαγεῖεν τούτων οἶς περιπεπτώκασι· καταφρονοῦντες γὰρ ὡς εὐιάτου τοῦ κακοῦ, δεύτερον οὐ φυλαττόμενοι τὸ περιπεσεῖν αὐτῷ ἐν αὑτῷ ἔσονται. διόπερ ἐπὶ τῶν τοιούτων ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, [*](Sus. 42) ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, κατά τὴν χρηστότητα [*](127) αὐτοῦ ὑπερτίθεται τὴν ταχυτέραν πρὸς αὐτοὺς βοήθειαν καὶ, ἵνʼ οὕτως εἴπω, βοηθῶν αὐτοῖς οὐ βοηθεῖ, τούτου αὐτοῖς [*](cf. Mc iv 11) λυσιτελοῦντος. εἰκὸς οὖν καὶ τοὺς ἔξω, περὶ ὧν ὁ λόγος, τῷ σωτῆρι κατὰ τὸ προκείμενον ἑωραμένους οὐ βεβαίους ἔσεσθαι ἐν τῇ ἐπιστροφῇ εἰ τρανότερον ἀκούσαιεν τῶν λεγομένων, ὑπὸ τοῦ κυρίου ᾠκονομήσθαι μὴ σαφέστερον ἀκοῦσαι τῶν βαθυτέρων· μήποτε τάχιον ἐπιστρέφοντες καὶ ἰαθέντες ἐν τῷ ἀφέσεως τυχεῖν, ὡς εὐχερῶν τῶν τῆς κακίας τραυμάτων καὶ εὐιάτων καταφρονήσαυτες, πάλιν καὶ τάχιον αὐτοῖς περιπέσωσι. τάχα δὲ καὶ τίνουτες δίκας τῶν προτέρων ἁμαρτημάτων, ὥν εἰς τὴν ἀρετήν ἐπλημμέλησαν καταλιπόντες αὐτὴυ, οὐδέπω τὸν πρέποντα χρόνον ἐκπεπληρώκεσαν· τῷ καταλειπομένους αὐτοὺς ἀπὸ τῆς θείας ἐπισκοπῆς, ἐπὶ πλεῖον ἐμφορηθέντας τῶν ἰδίων ἃ ἔσπειραν κακῶν, ὓστερον εἰς βεβαιοτέραν μετάνοιαν καλεῖσθαι, οὐ ταχέως περιπεσουμένους οἷς πρότερον περιπεπτώκεσαν τὸ ἀξίωμα ἐνυβρίσαντες τῶν καλῶν καὶ τοῖς χείροσιν ἑαυτοὺς ἐπιδεδωκότες. οἱ μὲν οὖν ἔξω λεγόμενοι, δηλονότι συγκρίσει τῶν ἔσω, οὐ πάντη πόρρω τῶν ἔσω [*](3 συμβιβάσομεν C 14 παχυτέραν B 15 τοῦτο B 13 ἑαυτοῖς AB 32 ἔσω] ἔξω BC)

169
[*](ABC) τυγχάνοντες τῶν ἔσω σαφῶς ἀκουόντων, ἀκούουσιν ἀσαφῶς διὰ τὸ ἐν παραβολαῖς αὐτοῖς λέγεσθαι· πλήν ἀκούουσιν. ἕτεροι δὲ τῶν ἔξω οἱ λεγόμενοι Τύριοι, καίτοιγε προεγνωσμένοι [*](cf. Mt xi 21) ὅτι πάλαι ἂυ ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν, ἐγγὺς γενομένου τοῦ σωτῆρος τῶν ὁρίων αὐτῶν, οὐδὲ τὰ τῶν ἔξω ἀκούουσιν· ὡς εἰκὸς μᾶλλον πόρρω ὄντες [*](128) τῆς ἀξίας τῶν ἔξω, ἴνʼ ἐν ἄλλῳ καιρῷ μετὰ τὸ ἀνεκτότερον αὐτοῖς γενέσθαι παρὰ τοὺς μὴ παραδεξαμένους τὸν λόγον, ἐφʼ ὧν ὲμνημόνευσε καὶ τῶν Τυρίων, εὐκαιρότερον ἀκούσαντες βεβαιότερον μετανοήσωσιν. ὅρα δὲ εἰ μὴ μᾶλλον ἡμεῖς πρὸς τῷ ἐξεταστιεῷ καὶ τὸ εὐσεβὲς πάντη ἀγωνιζόμεθ α τηρεῖν περὶ θεοῦ καὶ τοῦ χριστοῦ αὐτοῦ, ἐκ παντὸς ἀπολογεῖσθαι πειρώμενοι ὡς ἐν τηλικούτοις καὶ τοιούτοις περὶ τῆς ποικίλης προνοίας τοῦ θεοῦ ἀθανάτου ψυχῆς προνοουμένου. εἰ γοῦν τις περὶ τῶν ὀνειδιζομένων ζητοίη, ὅτι ὁρῶντες τεράστια καὶ ἀκούοντες θείων λόγων οὐκ ὠφελοὺνται, Τυρίων ἂν μετανοησάντων εἰ τοιαῦτα παρʼ αὐτοῖς ἐγεγόνει καὶ εἶρητο· ζητοίη δὲ φάσκων, τί δήποτε τοῖς τοιούτοις ἐκήρυξεν ὁ σωτὴρ ἐπὶ κακῷ αὐτῶν, ἵνα βαρύτερον αὐτοῖς τὸ ἁμάρτημα λογισθῇ· λεκτέον πρὸς αὐτὸν ὅτι ὁ πάντων τὰς διαθέσεις κατανοῶν τῶν αἰτιωμένων αὐτοῦ τὴν πρόνοιαν, ὡς παρʼ ἐκείνην οὐ πεπιστευκότων μὴ δωρησαμένην ἰδεῖν ἃ ἑτέροις θεάσασθαι ἐχαρίσατο, καὶ μὴ οἰκονομήσασαν ἀκοῦσαι τούτων ἃ ἂλλοι ἀκούσαντες ὠφέληνται, τὴν ἀπολογίαν οὐκ εὔλογον οὖσαν ἐλέγξαι βουλόμενος δίδωσι ταῦτα, ἃ οἱ μεμφόμενοι τὴν διοίκησιν αὐτοῦ ἤτησαν· ἵνα μετὰ τὸ λαβεῖν, οὐδὲν ἡττον ἐλεγχθέντες ὡς ἀσεβέστατοι τῷ μηδʼ οὕτως τῷ ὠφελεῖσθαι ἑαυτοὺς ἐπιδεδωκέναι, παύσωνται τοῦ τοιούτου θράσους, καὶ κατʼ αὐτὸ τοῦτο ἐλευθερωθέντες μάθωσιν ὅτι ποτὲ εὐεργετῶν τινὰς ὁ θεὸς μέλλει καὶ βραδύνει, μὴ χαριζόμενος ὁρᾷν καὶ ἀκούειν [*](129) τοιαῦτα, ἐφʼ οἱς ὀραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ [*](14 ἀθανάτου] ἀπὸ θανάτου B 24 om. ἄ B)
170
χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ [*](ABC (cat)) τοιαῦτα μὴ πεπιστευκότων.

[*](Ro ix 16)

17. Ἴδωμεν δὲ καὶ περὶ τοῦ· Ἄρʼ οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. οἱ γάρ ἐπιλαμβανόμενοί φασιν· Εἰ μὴ τοῦ θέλοντος μηδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ, οὐκ ἐκ τοῦ ἐφʼ ἡμῖν τὸ σώζεσθαι, ἀλλʼ ἐκ κατασκευῆς τῆς ἀπὸ τοῦ τοιούσδε κατασκευάσαντος γεγςνημένης ἢ ἐκ προαιρέσεως τοῦ ὅτε βούλεται ἐλεοῦντος. παρʼ ὧν τοῦτο πευστέον· Τὸ θέλειν τὰ καλὰ καλόν ἐστιν ἢ φαῦλον; καὶ τὸ τρέχειν βουλόμενον τυχεῖν τοῦ τέλους ἐν τῷ σπεύδειν ἐπὶ τὰ καλὰ ἐπαινετόν ἐστιν ἢ ψεκτόν; εἴτε γὰρ ἐροῦσι ψεκτὸν, παρὰ τὴν ἐνάργειαν ἀ ποκρινοῦνται, καὶ τῶν ἀγίων θελόντων και τρεχόντων, καὶ δηλονότι ἐν τούτῳ ψεκτὸν οὐ ποιούντων. εἶτε ἐροῦσιν ὅτι καλὸν τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ, πευσόμεθα πῶς ἡ ἀπολλυμένη φύσις θέλει τὰ κρείττονα· οἱονεὶ γὰρ δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς φέρει, εἴγε καλόν τὸ θέλειν τὰ κρείττονα. τρίτον δὲ ἐροῦσιν ὅτι τῶν μέσων ἐστὶ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ, καὶ οὔτε ἀστεῖον οὔτε φαῦλον. λεκτέον δὲ πρὸς τοῦτο ὅτι, εἰ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ μέσον ἐστὶ, καὶ τὸ ἐναντίον αὐτῷ μέσον ἐστὶ, τουτέστι τὸ θέλειν τὰ κακὰ καὶ τρέχειν ἐπὶ τὰ κακά. οὐχὶ δέ γε μέσον ἐστὶ τὸ θέλειν τὰ κακὰ καὶ τρέχειν ἐπὶ τὰ κακά. οὐκ ἄρα μέσον τὸ θέλειν τὰ καλὰ καὶ τρέχειν ἐπὶ τὰ καλά.

18. Τοιαύτην τοίνυν ἀπολογίαν ἡγοῦμαι δύνασθαι [*](Ro ix 16) ἡμᾶς πορίζειν πρὶς τό· Ἄρʼ οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ [*](130) τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. φησὶν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ὁ Σολομῶν· αὐτοῦ γάρ ἐστιν ἡ ᾠδῆ τῶν [*](Ps cxxvii (cxxvi) 1 f.) ἀναβαθμῶν, ἐξ ἧς παραθησόμεθα τὰ ῥητά· Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες [*](7 τοιοῦδε ΑC 14 οὐ] suppletur ex Ruf.; om. ABC 22, 23 τὸ τρέχ. ἐπὶ τὰ κ. καὶ τὸ (om. τὸ A) θέλ. τὰ κ. AC 28 φησὶν ἐν] rursus incipit post periphrasin cat 30 ῥήματα B)

171
[*](ABC cat) αὐτόν· ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἡγρύπνησεν ὁ φυλάσσων· οὐκ ἀποτρέπων ἡμᾶς ἀπὸ τοῦ οἰκοδομεῖν οὐδὲ διδάσκων μὴ ἀγρυπνεῖν εἰς τὸ φρουρεῖν ἡτμῶν τὴν ἐν τῇ ψυχῇ πόλιν, ἀλλὰ παριστὰς ὅτι τὰ χωρὶς θεοῦ οἰκοδομούμενα καὶ τὰ μὴ τυγχάνοντα τῆς ἀπὸ τούτου φυλακῆς μάτην οἰκοδομεῖται καὶ ἀνηνύτως τηρεῖται· εὐλόγως ἄν ἐπιγραφησομένου κυρίου τῆς οἰκοδομῆς τοὺ θεοῦ, καὶ ἄρχοντος τῆς φρουρᾶς τῆς πόλεως τοῦ τῶν ὅλων δεσπότου. ὥσπερ οὖν εἰ λέγοιμεν, οὐ τοῦ οἰκοδομοῦντος ἀλλὰ τοῦ θεοῦ ἔργον ἐστὶν τόδε τὸ οἰκοδόμημα, καὶ οὐ τοῦ φυλάξαντος κατόρθωμα ἀλλὰ τοῦ ἐπὶ πάντων θεοῦ τὸ μηδὲν πεπονθέναι ἀπό πολεμίων τήνδε τὴν πόλιν, οὐκ ἂν πταίοιμεν, ὑπακουομένου μὲν τοῦ καὶ κατὰ τὸν ἄνθρωπόν τι γεγονέναι τοῦ δὲ ἀνδραγαθήματος εὐχαρίστως ἐπὶ τὸν τελειωτὴν θεὸν ἀναφερομένου· οὕτως ἐπεὶ οὐκ ἀρκεῖ τὸ ἀνθρώπινον θέλειν πρὸς τὸ τυχεῖν τοῦ τέλους, οὐδὲ τὸ τῶν οἱονεὶ ἀθλητῶν τρέχειν πρὸς τὸ καταλαβεῖν τὸ βραβεῖον τῆς ἄνω κλήσεως [*](cf. Phil iii 14) τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ· θεοῦ γὰρ συμπαρισταμένου ταῦτα ἀνύεται· καλῶς λέγεται τό· Ο τοῦ θέλοντος οὐδὲ [*](Ro ix 16) τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. ὡς εἰ καὶ ἐπὶ γςωργίας, ὅπερ καὶ γέγραπται, ἐλέγετο· Ἐγώ ἐφύτευσα, [*](1 Co iii 6 f.) Ἀπολλώς ἐπότισεν, ὁ δὲ θεὰς ηὔξησεν· ὥστε οὔτε φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλʼ ὁ αὐξάνων θεός· καὶ τὸ τοὺς καρποὺς πλήρεις γεγονέναι οὐκ ἂν εὐσεβῶς [*](131) λέγοιμεν ἔργον εἶναι τοῦ γεωργοῦ ἢ ἔργον τοῦ ποτίσαντος, ἀλλʼ ἔργον τοῦ θεοῦ· οὕτω καὶ ἡ ἡμετέρα τελείωσις οὐχὶ μηδὲν ἡμῶν πραξάντων γίνεται, οὐ μήν ἀφʼ ἡμῶν ἀπαρτίζεται, ἀλλὰ θεὸς τὸ πολὺ ταύτης ἐνεργεῖ. καὶ ἵνα ἐναργέστερον πιστευθῇ τοῦτο εἶναι τὸ λεγόμενον, ἀπὸ τῆς κυβερνητικῆς τὸ παράδειγμα ληψόμεθα. πρὸς γὰρ τὴν τῶν ἀνέμων πνοὴν καὶ τὴν τῶν ἀέρων εὐκρασίαν καὶ τὴν [*](1 om. αὐτόν C cat 3 ἀγρυπνεῖν] +ἡμᾶς Cat om. ἡμῶν Cat 8> δεσπότου] δεσπόξοντος C; θεοῦ cat 12 ἀπὸ] ὑπὸ cat 13 om. τι cat 17 λαβεῖν Α 18 τοῦ θεοῦ ante τῆς AC 22 ὁ δὲ] ἀλλʼ ὁ cat ηθξανεν AC 28 ἀλλὰ] + ὁ cat)
172
τῶν ἀστέρων λαμπρότητα συνεργούντων τῇ τῶν ἐμπλεόντων [*](ABC (cat)) σωτηρίᾳ, πόστον ἃν ὰριθμὸν ἔχειν λέγοιτο τῆς ἐπὶ τὸν λιμένα ἀποκαταστάσεως ἡ κυβερνητικὴ τέχνη; οὐδʼ αὐτῶν τῶν κυβερνητῶν δι᾿ εὐλάβειαν πολλάκις τολμώντων ὁμολογεῖν τὸ σεσωκέναι τὴν ναῦν, ἀλλὰ τῷ θεῷ τὸ πᾶν ἀναφερόντων οὐ τῷ μηδὲν αὐτοὺς ἐνηργηκέναι, ἀλλὰ τῷ εἰς ὑπερβολὴν πολλαπλάσιον εἶναι τὸ ἀπὸ τῆς προνοίας τοῦ ἀπὸ τῆς τέχνης. καὶ ἐπὶ τῆς ἡμετέρας γοῦν σωτηρίας πολλαπλάσιόν ἐστιν εἰς ὑπερβολὴν τὸ ἀπὸ τοὺ θεοῦ τοῦ ἀπὸ τοῦ ἐφʼ ἡμῖν. διὸπερ ἡγοῦμαι λέγεσθαι τό· Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. εἰ γὰρ ὡς ἐκεῖνοι ὑπολαμβάνουσι δεῖ ἐκλαμβάνειν τό· Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ· περισσαὶ αἱ ἐντολαὶ, καὶ μάτην αὐτὸς ὁ Παῦλος αἰτιᾶταί τινας ὡς παραπεπτωκότας καὶ ἀποδέχεταί τινας ὡς κατωρθωκότας καὶ νομοθετεῖ ταῖς ἐκκλησίαις· εἰκῆ δὲ ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς ἐπὶ τὸ θέλειν τὰ κρείττονα, εἰκῆ δὲ καὶ ἐπὶ τὸ τρέχειν. ἀλλʼ οὐ μάτην ὁ Παῦλος τάδε συμβουλεύει καὶ τούσδε μέμφεται καὶ τούσδε ἀποδέχεται· οὐδὲ μάτην ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς τῷ θέλειν τὰ κρείττονα καὶ τῷ σπεύδειν ἐπὶ τὰ διαφέροντα. οὐκ ἄρα ἐκεῖνοι καλῶς ἐξειλήφασι τὰ κατὰ τὸν τόπον.

[*](cf. Pail ii 13)

19. Πρός τούτοις ἦν· Τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐκ[*](132) τοῦ θεοῦ ἐστί. καί φασί τινες· Εἰ ἀπὸ τοῦ θεοῖ τὸ θέλειν καὶ ἀπὸ τοῦ θεοῦ τὸ ἐνεργεῖν, κἂν κακῶς θέλωμεν κἂν κακῶς ἐνεργῶμεν ἀπὸ τοῦ θεοῦ ταῦθʼ ἡμῖν ὑπῆρξεν· εἰ δὲ τοῦτο, οὐκ ἐσμὲν αὐτεξούσιοι. πάλιν τε αὖ κρείττονα θέλοντες καὶ τὰ διαφέροντα ἐνεργοῦντες, ἐπεὶ ἀπὸ θεοῦ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐστὶν, οὐχ ἡμεῖς τὰ διαφέροντα πεποιήκαμεν, ἀλλʼ ἡμεῖς μὲν ἐδόξαμεν, ὁ δὲ θεὸς ταῦτα ἐδωρήσατο· ὥστε καὶ κατὰ τοῦτο οὐκ ἐσμὲν αὐτεξούσιοι. [*](6 τῶ (pr.)] τὸ AB τῶ (sec.)] τὸ ABC 17 κρείττονα] ex- plict cat 17, 18 οὐχὶ δὲ καὶ τρέχειν ABC; txt Ru.; frutra...vel volumus vel currimus ad bona Ruf.)

173
[*](ABC (cat)) καὶ πρὸς τοῦτο δὲ λεκτέον ὅτι ἡ τοῦ ἀποστόλου λέξις οὐ φησι τὸ θέλειν τὰ κακὰ ἐκ θεοῦ εἶναι ἢ τὸ θέλειν τὰ ἀγαθὰ ἐκ θεοῦ εἶναι, ὁμοίως τε τὸ ἐνεργεῖν τὰ κρείττονα καὶ τὰ χείρονα· ἀλλὰ τὸ καθὸλου θέλειν καὶ τὸ καθόλου τρέχειν. ὡς γὰρ ἀπὸ θεοῦ ἔχομεν τὸ εἶναι ζῶα καὶ τὸ εἶναι ἄνθρωποί, οὗτω καὶ τὸ καθὸλου θέλειν, ὡς εἰ ἔλεγον, καὶ τὸ καθόλου κινεῖσθαι. ὥσπερ δὲ ἔχοντες τῷ ζῶα εἶναι τό κινεῖσθαι καὶ φέρʼ εἰπεῖν τάδε τά μέλη κινεῖν, χεῖρας ἢ πόδας, οὐκ ἄν εὐλόγως λέγοιμεν ἔχειν ἀπὸ θεοῦ τὸ εἰδικὸν τόδε, τὸ κινεῖσθαι πρὸς τὸ τύπτειν ἢ ἀναιρεῖν ἢ ἀφαιρεῖσθαι τὰ λλότρια· ἀλλὰ τὸ μὲν γενικόν, τὸ κινεῖσθαι, ἐλάβομεν ἀπὸ τοῦ θεοῦ, ἡμεῖς δὲ χρώμεθα τῷ κινεῖσθαι ἐπὶ τὰ χείρονα ἢ ἐπὶ τὰ βελτίονα· οὕτω τὸ μὲν ἐνεργεῖν, ἦ ζῶά ἐσμεν, εἰλήφαμεν ἀπὸ τοῦ θεοῦ, καὶ τὸ θέλειν ἐλάβομεν ἀπὸ τοῦ δημιουργοῦ· τμεῖς δὲ τῷ θέλειν ἢ ἐπὶ τοῖς καλλίστοις ἢ ἐπὶ τοῖς ἐναντίοις χρώμεθα, ὁμοίως καὶ τῷ ἐνεργεῖν.

20. Ἔτι πρὸς τὸ μὴ ἡμᾶς εἶναι αὐτεξουσίους δόξει τό ἀποστολικόν ῥητὸν περισπᾷν, ἔνθα ἑαυτῷ ἀνθυποφέρων φησίν· Ἄρʼ οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. [*](Ro ix 18 ff.) ἐρεῖς μοι οὖν· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· [*](133) τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεύς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; ἐρεῖ γάρ τις· εἰ, ὡς ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ φυράματος ποιεῖ ἃ μὲν εἰς τιμὴν ἄ δὲ εἰς ἀτιμίαν σκεύη, οὕτως ὁ θεὸς ἃ μὲν εἰς σωτηρίαν ἃ δὲ εἰς ἀπώλειαν· οὐ παρʼ ἡμᾶς τὸ σώζεσθαι ἢ ἀπόλλυσθαι γίνεται, οὐδέ ἐσμεν αὐτεξούσιοι. λεκτέον δὲ πρὸς τὸν τούτοις οὗτω χρώμενον· εἰ δύναται περὶ τοῦ ἀποστόλου νοεῖν ὡς μαχόμενα ἑαυτῷ λέγοντος; οὐχ ἡγοῦμαι δὲ ὅτι τολμήσει τις [*](7 τῶ] conjeci; τὸ ABC 9 om. τὸ (sec.) AB 11 om. τοῦ AC 15 τῶ] τὸ AB 16 τῶ] τὸ AB 17 ἔτι πρὸς] rursus inc. cat 18 ἔνθα] ἐν οἷς A 25 om. ὡς BC 28 οὐδέ] οὐ γάρ cat )

174
τοῦτο εἰπεῖν. εἰ τοίνυν μὴ ἐναντία ἑαυτῷ φθέγγεται ὁ [*](ABC cat) ἀπόστολος, πῶς κατὰ τὸν οὕτως ἐκδεξάμενον εὐλόγως αἰτιᾶται μεμφόμενος τὸν ἐν Κορίνθῳ πεπορνευκότα, ἢ τοὺς παραπεπτωκότας καὶ μὴ μετανοήσαντας ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκρασία ἧ ἔπραξαν; πῶς δὲ εὐλογεῖ ὡς εὖ πεποιηκότας [*](2 Tim i 16 ff.) οὓς ἐπαινεῖ, ὥσπερ τὸν Ὀνησιφόρου οἶκον, λέγων· Δῴη ὀ κύριος ἔλεος τῷ Ὀνησιφόρου οἵκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἄλυσίν μου οὐκ ἐπαισχύνθη· ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν· δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ; οὐ κατά τὸν αὐτόν δὴ ἀπόστολόν ἐστι ψέγειν ὡς ἅξιον μέμψεως τὸν ἡμαρτηκότα καὶ ἀποδέχεσθαι ὡς ἐπαινετὸν τὸν εὖ πεποιηκότα, πάλιν δʼ αὖ ὡς μηδενὸς ὄντος ἐφʼ ἡμῖν φάσκειν παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ εἶναι τὸ μὲν εἰς [*](2 Co v 10) τιμὴν σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν; πῶς δὲ καὶ τό· Τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ χριστοῦ, ἴνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν εἴτε φαῦλον· ὑγιές ἐστι, τῶν τὰ φαῦλα πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς σκεύη ἀτιμίας ἐπὶ τοῦτο πράξεως ἐληλυθότων, καὶ τῶν κατʼ [*](134) ἀρετήν βιωσάντων τῷ ἀρχῆθεν αὐτούς ἐπὶ τούτῳ κατεσκευάσθαι καὶ σκεύη τιμῆς γεγονέναι τὸ καλὸν πεποιηκότων; ἔτι δὲ πῶς οὐ μάχεται τῷ, ὡς ὑπολαμβάνουσιν ἐξ ὧν παρεθέμεθα ῥητῶν, παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ ἔντιμον [*](2 Tim ii 20 f.) ἢ ἄτιμον εἶναι σκεῦος τὸ ἀλλαχοῦ λεγόμενον· Ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν ἃ δὲ εἰς ἀτιμίαν· ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον; εἰ γὰρ ὁ ἐκκαθάρας ἑαυτὸν γίνεται σκεῦος εἰς τιμὴν, ὁ δὲ ἀπερικάθαρτον ἑαυτὸν περιϊδὼν σκεῦος εἰς ἀτιμίαν, ὅσον ἐπὶ ταύταις ταῖς λέξεσιν οὐδαμῶς αἴτιος [*](6—10 om. ώσπερ–ἡμέρα cat 8 ἐπῃσχύνθη C 9 om. ὁ B 10 οὐ] γὰρ cat 15 om. τοὺς cat)
175
[*](ABC (cat)) ὁ δημιουργός. ποιεῖ μὲν γὰρ ὁ δημιουργός σκεύη τιμῆς καὶ σκεύη ἀτιμίας οὐκ ἀρχῆθεν κατὰ τὴν πρόγνωσιν, ἐπεὶ μὴ κατʼ αὐτὴν προκατακρίνει ἢ προδικαιοῖ, ἀλλὰ σκεύη τιμῆς τοὺς ἐκκαθάραντας ἑαυτοὺς καὶ σκεύη ἀτιμίας τοὺς ἀπερικαθάρτους ἑαυτοὺς περιϊδόντας· ὥστε ἐκ πρεσβυτέρων αἰτίων τῆς κατασκευῆς τῶν εἰς τιμὴν καὶ εἰς ἀτιμίαν σκευῶν γίνεσθαι ὃν μὲν εἰς τιμὴν ὃν δὲ εἰς ἀτιμίαν.