Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

21. Εἴπερ δὲ θεία ἐστὶν ἡ τῶν ὀρνίθων ψυχὴ διὰ τὸ δι᾿ αὐτῶν προλέγεσθαι τὰ μέλλοντα· πῶς οὐχὶ μαλλον, ὅπου κληδόνες ὑπʼ ἀνθρώπων λαμβάνονται, θείαν εἶναι φήσομεν τὴν ψυχήν ἐκείνων, δι᾿ ὧν αἱ κληδόνες ἀκούονται; θεία οὖν [*](8 om. τε U+05D0 11 λαμβανόμενα ABC 14 ἀνθρώπων ἀνθρωποι U+05D0 17 ἀπαντην 23 ὁ post τούτου U+05D0 (supr. lin.) 30 ὑπʼ] ἀπὸ U+05D0 31 ἐκείνων] coni. Guietus; ἐκείνην U+05D0ABC)

146
τις ἦν κατὰ τοὺς τοιούσδε ἡ παρὰ τῷ Ὁμήρῳ ἀλετρὶς, περὶ U+05D0ABC τῶν μνηστήρων εἰποῦσα·

[*](cf. Hom Od iv 685; xx 116, 119)

Ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν. κἀκείνη μὲν θεία ἦν· ὁ δὲ τηλικοῦτος Ὀδυσσεὺς, ὁ τῆς Ὁμηρικῆς Ἀθηνᾶς φίλος, οὐκ ἦν θεῖος, ἀλλά συνεὶς τῶν ἀπὸ τῆς θείας ἀλετρίδος εἰρημένων κληδόνων ἔχαιρεν, ὡς ὁ [*](Hom Od xx 120) ποιητής φησι· Χαῖρε δὲ κληδόνι δῖοε Ὀδυσσεύς. ἤδη δὲ ὅρα, εἴπερ οἱ ὄρνιθες θείαν ἔχουσι ψυχὴν καὶ αἰσθάνονται τοῦ θεοῦ ἢ, ὡς ὁ Κέλσος ὀνομάζει, τῶν θεῶν· δηλονότι καὶ ἡμεῖς πταρνύμενοι οἱ ἄνθρωποι, ἀπό τινος ἐν ἠμῖν οὔσης θειότητος καὶ μαντικῆς περὶ τὴν ψυχὴν ἡμῶν πταρνύμεθα. καὶ γὰρ τοῦτο μαρτυρεῖται ὑπὸ πολλῶν· διὸ καὶ ὀ ποιητὴς c[*](cf. Hom Od xvii 541 ff.) λέγει τό· Ὁ δ᾿ ἐπέπταρεν εὐχομένοιο. διό καὶ ἡ Πηνελόπη φησίν·

Οὐχ ὁράᾳς, ὅ μοι υἷὸς ἐπέπταρε σοῖσιν ἔπεσσιν;

22. Τὸ δʼ ἀληθῶς θεῖον εἰς τὴν τῶν περὶ μελλόντων γνῶσιν οὔτε τοῖς ἀλόγοις χρῆται ζώοις, οὔτε τοῖς τυχοῦσι τῶν ἀνθρώπων· ἀλλὰ ψυχαῖς ἀνθρώπων ἱερωτάταις καὶ καθαρωτάταις, ἄστινας θεοφορεῖ καὶ προφήτας ποιεῖ. διόπερ εἴ τι ἄλλο θαυμασίως εἴρηται ἐν τῷ Μωσέως νόμῳ, [*](Lev xix 26) καὶ τὰ τοιαῦτα ἐν τούτοις κατατακτέου· Οὐκ οἰωνιεῖσθε [*](574) [*](Deut xviii 14; cf. 12) οὐδʼ ὀρνιθοσκοπήσετε. καὶ ἀλλαχοῦ· Τὰ γὰρ ἔθνη, οὓς κύριος ὁ θεός σου ἐξολοθρεύσει ἀπὸ προσώπου σου, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὔτως [*](Deut xviii 15) ἔδωκε κύριος ὁ θεός σου. εἶθ᾿ ἔξῆς φησί· Προφήτην ἀναστήσει σοι κύριος ὁ θεός σου ἐκ τῶν ἀδελφῶν σου. βουληθεὶς δέ ποτε ὁ θεὸς δι᾿ οἰωνοσκόπου ἀποτρέψοι ἀπὸ τῆς οἰωνιστικῆς, πεποίηκε πνεῦμα ἐν τῷ οἰωνοσκόπῳ εἰπεῖν· [*](Num xxiii 23) Οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακὼβ, οὐδὲ μαντεία ἐν Ἱσραήλ· κατὰ καιρὸν ῥηθήσεται τῷ Ἰακώβ καὶ τῷ Ἰσραὴλ, τί ἐπιτελέσει [*](11 θειότητος] ποιότητος U+05D0 13 om. τό ABC 15 δρᾶς U+05D0AC σοῖς ἐπέσσι (sic) C; οἷσιν ἔπεσι U+05D0; πᾶσιν ἔπεσσιν Hon. 16 ἀληθὲς U+05D0 17 τυγχάνουσι U+05D0 21 ἐν τοῖς τοιούτοις 22 ὀρνι- θοσκοπῆσεσθε ABC 23 ἀπὸ] ἐκ ABC 28 οἰωνοσκοπικῆς)

147
[*](U+05D0ABC) ὁ θεός. ταῦτα δὴ γιγνώσκοντες ἡμεῖς καὶ τὰ τούτοις παραπλήσια, τηρεῖν βουλόμεθα μυστικῶς εἰρημένην ἐντολὴν τήν· Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἵνα μὴ [*](Prov iv 23) ἐπιβῇ τι τῶν δαιμονίων τῷ ἡγεμονικῷ τμῶν, ἢ πνεῦμά τι τῶν ἐναντίων πρὸς βούλεται τρέψῃ τὸ φανταστικὸν ἡμῶν. εὐχόμεθα δὲ λάμψαι ἐν ταῖς καρδίαις ἡμῶν τὸν [*](cf. 2 Co iv 6) φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ, ἐπιδημοῦντος ἡμῶν τῷ φανταστικῷ πνεύματος θεοῦ καὶ φαντάζοντος ἡμᾶς τὰ τοῦ θεοῦ· ἐπεὶ ὅσοι πνεύματι θεοῦ ἄγονται, οὗτοι cf Ro viii υἱοί εἰσι θεοῦ.

23. Χρὴ δʼ εἰδέναι ὅτι τὸ τὰ μέλλοντα προγιγνώσκειν οὐ πάντως θεῖόν ἐστι· καθʼ αὑτὸ γὰρ μέσον ἐστὶ, καὶ πίπτον εἰς φαύλους καὶ ἀστείους. καὶ ἰατροὶ γοῦν ἀπὸ ἰατρικῆς προγιγνώσκουσί τινα, κἂν φαῦλοι τὸ ἦθος τυγχάνωσιν· οὕτω δὲ καὶ κυβερνῆται, κἂν μοχθηραὶ τυγχάνωσιν ὄντες, προγιγνώσκουσιν ἐπισημασίας καὶ ἀνέμων σφοδρότητας καὶ τροπὰς περὶ τὸ περιέχον ἔκ τινος πείρας καὶ παρατηρήσεως· καὶ οὐ δή που παρὰ τοῦτο θείους τις αὐτοὺς εἶναι φήσει, ἐάν τύχωσι μοχθηροὶ εἶναι τὸ ἦθος. ψεῦδος οὖν τὸ παρὰ τῷ Κέλσῳ λεγόμενον, τό· ‘Τί ἂν φαίη τις θειότερον τοῦ τὰ μέλλοντα προγιγνώσκειν τε καὶ προδηλοῦν;᾿ ψεῦδος δὲ καὶ τὸ ‘πολλὰ τῶν ζώων ἀντιποιεῖσθαι θείας ἐννοίας·᾿ οὐδὲν γὰρ τῶν ἀλόγων ἔννοιαν ἔχει τοῦ θεοῦ. ψεῦδος δὲ καὶ τὸ ‘ἐγγυτέρω τῆς θείας ὁμιλίας εἶναι τὰ ἄλογα ζῶα·᾿ ὅπου γε καὶ τῶν ἀνθρώπων οἱ ἔτι φαῦλοι, κἂν ἐπʼ ἄκρον προκόπτωσι, πόρρω εἰσὶ τῆς θείας ὁμιλίας. μόνοι δὴ ἄρα οἱ κατὰ ἀλήθειαν σοφοὶ καὶ ἀψευδῶς εὐσεβεῖς ἐγγυτέρω τῆς θείας ὁμιλίας εἰσίν· ὁποῖοί εἰσιν οἱ καθʼ ἡμᾶς προφῆται καὶ Μωσῆς, ᾦ μεμαρτύρηκε διὰ τὴν πολλὴν καθαρότητα ὁ λόγος εἰπών· Ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν θεὸν, οἱ δὲ [*](Ex xxiv) λοιποὶ οὐκ ἐγγιοῦσι. πῶς δὲ ἀσεβῶς ὑπὸ τοῦ ἀσέβειαν [*](10 υἱοὶ θεοῦ εἰσίν AB; εἰσιν υἰοὶ θεοῦ C 11 προγινώσκειν τὰ μέλλοντα ABC 17 τηρήσεως U+05D0 18 φησι U+05D0 19 ἐαν] ἄν 26 δὴ] δεῖ AB; δὲ C 31 ἀσεβὲς U+05D0)

148
ἡμῖν ἐγκαλοῦντος εἴρηται τὸ ‘οὐ μόνον σοφώτερα εἶναι τὰ [*](U+05D0ABC) ἄλογα τῶν ζώων τῆς τῶν ἀνθρώπων φύσεως, ἀλλὰ καὶ θεοφιλέστεραʼ; καὶ τίς οὐκ ἂν ἀποτραπείη προσέχων ἀνθρώπῳ λέγοντι δράκοντα καὶ ἀλώπεκα καὶ λύκον καὶ ἀετὸν καὶ ἱέρακα τῆς τῶν ἀνθρώπων φύσεως εἶναι θεοφιλέστερα; [*](575) ἀκολουθεῖ δʼ αὐτῷ τὸ λέγειν ὅτι, εἴπερ θεοφιλέστερα τάδε τὰ ζῶα τῶν ἀνθρώπων, δῆλον ὅτι καὶ Σωκράτους καὶ Πλάτωνος καὶ Πυθαγόρου καὶ Φερεκύδου καὶ ὧν πρὸ βραχέος ὕμνησε θεολόγων θεοφιλέστερά ἐστι ταῦτα τὰ ζῶα. καὶ ἐπεύξαιτό γε ἄν τις αὐτῷ λέγων· Εἴπερ θεοφιλέστερά ἐστι τάδε τὰ ζῶα τῶν ἀνθρώπων, γένοιο μετʼ ἐκείνων θεοφιλὴς καὶ ἐξομοιωθείης τοῖς κατὰ σὲ ἀνθρώπων θεοφιλεστέροις. καὶ μὴ ὑπολαμβανέτω γε ἀρὰν εἶναι τὸ τοιοῦτον· τίς γὰρ οὐκ ἂν εὔξαιτο οἷς πείθεται εἶναι θεοφιλεστέροις γενέσθαι πάντη παραπλήσιος, ἵνα καὶ αὑτὸς ὡς ἐκεῖνοι γένηται θεοφιλής;

24. Θέλων δὲ τὰς ὁμιλίας τῶν ἀλόγων ζώων εἶναι τῶν ἡμετέρων ἱερωτέρας ὁ Κέλσος, οὐ τοῖς τυχοῦσιν ἀνατίθησι τὴν ἱστορίαν ταύτην, ἀλλὰ τοῖς συνετοῖς. συνετοὶ δὲ κατὰ ἀλήθειάυ εἰσιν οἱ σπουδαῖοι, οὐδεὶς γὰρ φαῦλος συνετός. λέγει τοίνυν τὸν τρόπου τοῦτον ὅτι ‘φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν τμετέρων ερωτέρας· καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα καὶ ἔργῳ δεικνύειν ὅτι οὐκ ἀγνοοῦσιν, ὅταν προειπόντες ὅτι ἔφασαν οἱ ὄρυιθες ὅτι ἀπίασί ποι καὶ ποιήσουσι τόδε ἢ τόδε, δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας ἃ ἤδη προεῖπον.᾿ κατὰ μὲν οὖν τὸ ἀληθὲς οὐδεὶς συνετὸς τοιαῦτα ἱστόρησε, καὶ οὐδεὶς σοφὸς ἱερωτέρας εἶπεν εἶναι τὰς τῶν ἀλόγων ζώων ὁμιλίας τῆς τῶν ἀνθρώπων. εἰ δʼ ὑπὲρ τοῦ ἐξετάσαι τὰ Κέλσου τἀκόλουθον σκοπῶμεν, δῆλον ὅτι κατʼ αὐτὸν ἱερώτεραι τῶν σεμνῶν Φερεκύδου καὶ Πυθαγόρου καὶ Σωκράτους [*](3 ἀποστραφείη προσέχειν BC 5 om. τῶν U+05D0 15 ἐκεῖνο Vel ἐκεῖνα U+05D0 (scriptura incerta) 25 ὅτι] ὡς U+05D0 30 σκοποῦμεν C)

149
[*](U+05D0ABC) καὶ Πλάτωνος καὶ τῶν φιλοσόφων ὁμιλιῶν εἰσὶν αἱ τῶν ἀλόγων ζώων· ὅπερ ἐστὶ καὶ αὐτόθεν οὐ μόνον ἀπεμφαῖνον ἀλλὰ καὶ ἀτοπώτατον. ἵνα δὲ καὶ πιστεύσωμέν τινας ἐκ τῆς ἀσήμου φωνῆς τῶν ὀρνίθων μαθόντας, ὅτι ἀπίασί ποι οἱ ὄρνιθες καὶ ποιήσουσι τόδε ἢ τόδε, προδηλοῦν· καὶ τοῦτʼ ἐροῦμεν ἀπὸ τῶν δαιμόνων συμβολικῶς ἀνθρώποις δεδηλῶσθαι, κατὰ σκοπὸν τὸν περὶ τοῦ ἀπατηθῆναι ὑπὸ τῶν δαιμόνων τὸν ἄνθρωπον, καὶ κατασπασθῆναι αὐτοῦ τόν νοῦν ἀπʼ οὐρανοῦ καὶ θεοῦ ἐπὶ γῆν καὶ τὰ ἔτι κατωτέρω.

25. Οὐκ οἶδα δʼ ὅπως ὁ Κέλσος καὶ ὅρκου ἐλεφάντων ἤκουσε, καὶ ὅτι εἰσὶν οὗτοι πιστότεροι πρὸς τὸ θεῖον ἡμῶν καὶ γνῶσιν ἔχουσι τοῦ θεοῦ. ἐγὼ γὰρ πολλά μὲν καὶ θαυμαστὰ οἶδα περὶ τῆς φύσεως τοῦ ζοοῦ καὶ τῆς ἡμερότητος ἱστορούμενα, οὐ μὴν καὶ περὶ ὅρκων ἐλέφαντος σύνοιδα εἰρῆσθαι παρά τινι· εἰ μή ἄρα τὸ ἥμερον καὶ τὴν ὡσπερεὶ πρός ἀνθρώπους αὐτῶν συνθήκην, ἅπαξ γενομένων ὑπʼ αὐτοῖς, εὐορκίαν τηρουμένην ὠνόμασεν, ὅπερ καὶ αὐτὸ ψεῦδός ἐστιν. εἰ γὰρ καὶ σπανίως, ἀλλʼ οὖν γε ἱστόρηται, [*](576) ὅτι μετὰ τὴν δοκοῦσαν ἡμερότητα ἐξηγριώθησαν ἐλέφαντες κατὰ τῶν ἀνθρώπων καὶ φόνους ἐποίησαν, καὶ διὰ τοῦτο κατεδικάσθησαν ἀναιρεθῆναι, ὡς οὐκέτι χρήσιμοι. ἐπεὶ δὲ παραλαμβάνει μετά ταῦτα, εἰς τὸ κατασκευάσαι, ὡς οἴεται, εὐσεβεστέρους εἶναι τοὺς πελαργοὺς τῶν ἀνθρώπων, τὰ περὶ τοῦ ζώου ἱστορούμενα ἀντιπελαργοῦντος καὶ τροφὰς φέροντος τοῖς γεγεννηκόσι· λεκτέον ὅτι καὶ τοῦτʼ οὐκ ἀπὸ θεωρήματος τοῦ περὶ τοῦ καθήκουτος ποιοῦσιν οἱ πελαργοὶ οὐδʼ ἀπὸ λογισμοῦ, ἀλλʼ ἀπὸ φύσεως, βουληθείσης τῆς κατασκευαζούσης αὐτοὺς φύσεως παράδειγμα ἐν ἀλόγοις ζώοις δυσωπῆσαι δυνάμενον ἀνθρώπους ἐκθέσθαι περὶ τοῦ χάριτας ἀποτιννύειυ τοῖς γεγεννηκόσιν. εἰ δὲ ᾔδει Κέλσος ὅσῳ διαφέρει λόγῳ ταῦτα ποιεῖν τοῦ ἀλόγως καὶ φυσικῶς [*](4 ὅτι] + και ABC 5 τάδε ἢ τόδε U+05D0 9 καὶ (pr.)] + τοῦ ABC 15 ἥμερον] ἡμέτερον U+05D0 18 om. γε ABC 20 om. καὶ φόνους ἐποίησαν U+05D0)

150
αὐτὰ ἐνεργεῖν, οὐκ ἂν εὐσεβεστέρους εἶπε τοὺς πελαργοὺς [*](U+05D0ABC) τῶν ἀνθρώπων. ἔτι δὲ, ὡς ὑπὲρ εὐσεβείας τῶν ἀλόγων ζώων ἱστάμενος ὁ Κέλσος, παραλαμβάνει τὸ Ἀράβιον ζῶον, τὸν φοίνικα, διὰ πολλῶν ἐτῶν ἐπιδημοῦν Αἰγύπτῳ, καὶ φέρον ἀποθανόντα τὸν πατέρα καὶ ταφέντα ἐν σφαίρᾳ σμύρνης, καὶ ἐπιτιθὲν ὅπου τὸ τοῦ ἡλίου τέμενος. καὶ τοῦτο δὲ ἱστόρηται μὲν, δύναται δὲ, ἐάνπερ ᾗ ἀληθὲς, καὶ αὐτὸ φυσικὸν τυγχάνειν· ἐπιδαψιλευσαμένης τῆς θείας προνοίας καὶ ἐν ταῖς διαφοραῖς τῶν ζώων παραστῆσαι τοῖς ἀνθρώποις τὸ ποικίλον τῆς τῶν ἐν τῷ κόσμῳ κατασκευῆς φθάνον καὶ ἐπὶ τὰ ὄρνεα· καὶ ζῶόν τι μονογενὲς ὑπέστησεν, ἵνα καὶ τοῦτο ποιήσῃ θαυμασθῆναι οὐ τὸ ζῶον, ἀλλὰ τὸν πεποιηκότα αὐτό.

26. Ἐπεὶ οὖν τούτοις πᾶσιν ἐπιφέρει ὁ Κέλσος τό· ‘Οὔκουν ἀνθρώπῳ πεποίηται τὰ πάντα, ὥσπερ οὐδὲ λέοντι οὐδὲ ἀετῷ οὐδὲ δελφῖνι· ἀλλʼ ὅπως ὅδε ὁ κόσμος ὡς ἂν θεοῦ ἔργον ὁλόκληρον καὶ τέλειον ἐξ ἀπάντων γένηται· τούτου χάριν μεμέτρηται τὰ πάντα οὐκ ἀλλήλων, ἀλλʼ εἰ μὴ πάρεργον, ἀλλὰ τοῦ ὅλου· καὶ μέλει τῷ θεῷ τοῦ ὅλου, καὶ τοῦτʼ οὔποτε ἀπολείπει πρόνοια, οὐδὲ κάκιον γίνεται, οὐδὲ διὰ χρόνου πρὸς ἑαυτὸν ὁ θεὸς ἐπιστρέφει, οὐδ᾿ ἀνθρόπων ἕνεκα ὀργίζεται, ὥσπερ οὐδὲ πιθήκων οὐδὲ μυῶν· οὐδὲ τούτοις ἀπειλεῖ, ὧν ἕκαστον ἐν τῷ μέρει τήν αὐτοῦ μοῖραν εἴληφε·’ φέρε κἂν διὰ βραχέων πρὸς ταῦτ᾿ ἀπαντήσωμεν. οἶμαι δὴ ἀποδεδειχέναι ἐκ τῶν προειρημένων, πῶς ἀνθρώπῳ καὶ παντὶ λογικῷ τὰ πάντα πεποίηται· προηγουμένως [*](577) γάρ διὰ τὸ λογικὸν ζῶον τὰ πάντα δεδημιούργηται. Κέλσος μὲν οὖν λεγέτω ὅτι οὕτως οὐκ ἀνθρώπῳ, ὡς οὐδὲ [*](3 ἱστάμενος] μαχόμενος U+05D0 4 ἐπιδημοῦντα B 5 φέρων U+05D0*; φέροντα BC* σφαίραις BC; σφέραις A 6 ἐπιτιθέντα U+05D0B 7 δὲ (pr.)] δὴ AC; δι B 15 τὰ πάντα] πάντα U+05D0*; ταῦτα U+05D0corr 19 πάρεργον] πᾶν ἔργον U+05D0corr AC 21 ἑαυτὸν] conj. Boherellus (cf. p. 151 l. 11); αὐτὸ U+05D0ABC ἐπιστρέφει AB?corr C 24 εἴλη- χεν AB 28 οὕτως οὐκ ἀνθρώπω] οὐκ ἀνθρώπω οὖν AB; οὐκ ἀν- θρώπω C om. ὡς U+05D0)

151
[*](U+05D0ABC) λέοντι οὐδ᾿ οἷς ὀνομάζει· ἡμεῖς δ᾿ ἐροῦμεν, οὐ λέοντι ὁ δημιουργὸς οὐδὲ ἀετῷ οὐδὲ δελφῖνι ταῦτα πεποίηκεν· ἀλλὰ πάντα διὰ τὸ λογικὸν ζῶον, καὶ ‘ὅπως ὅδε ὁ κόσμος ὡς ἄν θεοῦ ἔργον ὁλόκληρον καὶ τέλειον ἐξ ἀπάντων γένηται. τούτῳ γὰρ συγκαταθετέον ὡς καλῶς εἰρημένῳ. μέλει δὲ τῷ θεῷ οὐχ ὡς Κέλσος οἴεται μόνου τοῦ ὅλου, ἀλλά παρὰ τὸ ὅλον ἐξαιρέτως παντὸς λογικοῦ. καὶ οὐδέποτε ἀπολείψει πρόνοια τὸ ὅλον· οἰκονομεῖ γὰρ, κἂν κάκιον γένηται διὰ τὸ λογικὸν ἁμαρτάνον μέρος τι τοῦ ὅλου, καθάρσιον αὐτοῦ ποιεῖν, καὶ διὰ χρόνου ἐπιστρέφειν τὸ ὅλον πρὸς ἑαυτόν. ἀλλʼ οὐδὲ πιθήκων μὲν ἕνεκα ὀργίζεται οὐδὲ μυῶν· ἀνθρώποις δὲ ἐπάγει, ἃτε παραβᾶσι τάς φυσικάς ἀφορμάς, δίκην καὶ κόλασιν, καὶ τούτοις διὰ προφητῶν ἀπειλεῖ καὶ διὰ τοῦ ἐπιδημήσαντος ὅλῳ τῷ γένει τῶν ἀνθρώπων σωτῆρος· ἳνα διὰ τῆς ἀπειλῆς ἐπιστραφῶσι μὲν οἱ ἀκούσαντες, οἱ δὲ ἀμελήσαντες τῶν ἐπιστρεπτικῶν λόγων δίκας κατʼ ἀξίαν τίσωσιν, ἃς πρέπον θεόν ἐπιτιθέναι κατά τὸ ἑαυτοῦ συμφερόντως τῷ παντὶ βούλημα τοῖς τοιαύτης καὶ οὓτως ἐπιπόνου δεομένοις θεραπείας καὶ διορθώσεως. ἀλλὰ γὰρ καὶ τοῦ τετάρτου τόμου αὐτάρκη περιγραφὴν εἰληφότος, αὐτοῦ που καταπαύσομεν τόν λόγον. θεὸς δὲ δῴη διὰ τοῦ υἱοῦ αὐτοῦ, ὅς ἐστι θεός λόγος καὶ σοφία καὶ ἀλήθεια καὶ δικαιοσύνη καὶ πᾶν ὅ τί ποτε θεολογοῦσαι φασὶν περὶ αὐτοῦ αἱ ἱεραὶ γραφαὶ, ἄρξασθαι ἡμᾶς καὶ τοῦ πέμπτου τόμου ἐπʼ ὡφελείᾳ τῶν ἐντευξομένων, καὶ διανύσαι κἀκεῖνον μετὰ τῆς τοῦ λόγου αὐτοῦ εἰς τὴν τμετέραν ψυχὴν ἐπιδημίας καλῶς.

[*](1, 2 ὁ δημιουργός post πεποίηκεν ABC 3 ὅπως] +ἂν U+05D0 5 om. ὡς 6 ὡς] + ὁ ABC 8 τοῦ ὅλου ABC γίνηται U+05D0 15 ἀποστραφῶσι 17 τὸ] τῶν U+05D0 23, 24 om. περὶ αὐτοῦ U+05D0* ins. post θεολογοῦσαι U+05D0corr)