Philocalia
Origen
Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.
15. Θέλων δʼ ἔτι διὰ πλειόνων μηδὲ τὰς περὶ τοῦ θείου ἐννοίας ἐξαιρέτους εἶναι παρὰ τὰ θυητὰ πάντα ἐν τῷ γένει τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων ζώων τινὰ ἀποφῇναι ἐννοοῦντα περὶ τοῦ θεοῦ, περὶ οὗ τοιαῦται διαφωνίαι γεγόνασι καὶ τοῖς ὀξυτέροις τῶν πανταχοῦ ἀνθρώπων, Ἐλλήνων καὶ βαρβάρων, φησὶν ὅτι Ἑ δʼ, ὅτι θείας ἐννοίας ἄνθρωπος [*](1 om. οἴ ἐτοιμ....τροφήν ἑτοιμάζοντες B 2 ἐποιήσαντο] ἐτοιμάζονται U+05D0 3 ἀβασίλευτόν ABC 4 στρατοπεδεύει ΑBC 4, 5 καλαβώτης AB 15 om. καὶ ABC εἰσι τῶν σοφῶν AΒC 17 καὶ ἰδιωτικὰ ante νομίζει ABC 20, 21 ἐλελέγχθω (sic) U+05D0(bis) 24 δʼ ἔτι] δέ τι 26 ζώων post ἀποφῆναι ABC)
16. Ἐχρῆν οὖν τὸν Κέλσον, διὰ τῶν προκειμένων βουλόμενον θειότερα καὶ σοφώτερα ἀποδεῖξαι τὰ ἄλογα ζῶα τῶν ἀνθρώπων, κατασκευάσαι διὰ πλειόνων ὡς ὑπάρχουσαν τὴν τοιονδὶ μαντικήν· καὶ τὴν ἀπολογίαν μετὰ τοῦτʼ ἐναργεστέρως ἀποδεῖξαι· καὶ ἀποδεικτικῶς ἀποδοκιμάσαι μὲν τοὺς λόγους τῶν ἀναιρούντων τὰς τοιασδὶ μαντείας· ἀποδεικτικῶς δʼ ἀνατρέψαι καὶ τοὺς λόγους τῶν εἰπόντων ἀπὸ δαιμόνων ἢ θεῶν γίνεσθαι τὰς κινήσεις τοῖς ζώοις πρὸς τὸ μαντεύσασθαι· καὶ μετά ταῦτα κατασκευάσαι περὶ τῆς τῶν ἀλόγων ζώων ψυχῆς ὡς θειοτέρας. οὕτω γὰρ ἄν πρὸς τὰ πιθανὰ αὐτοῦ ἐπιδειξαμένου φιλόσοφον περὶ τῶν τηλικούτων ἔξιν κατὰ τὸ δυνατὸν ἡμῖν ἐνέστημεν· ἀνατρέποντες μὲν τό ὅτι σοφώτερα τὰ ἄλογα ζῶα τῶν ἀνθρώπων· ψευδοποιοῦντες δὲ καὶ ὅτι ἐννοίας ἔχει τοῦ θείου ἱερωτέρας ἡμῶν, καὶ ὅτι ὁμιλίας ἔχει πρὸς ἄλληλα ἱεράς τινας. νυνὶ δʼ ὁ ἐγκαλῶν ἡμῖν, ὅτι πιστεύομεν τῷ ἐπὶ πᾶσι θεῷ, ἀξιοῖ ἡμᾶς πιστεύειν ὅτι αἱ ψυχαὶ τῶν ὀρνίθων θειοτέρας ἔχουσιν ἐννοίας καὶ τρανοτέρας ἀνθρώπων. ὅπερ εἰ ἀληθές ἐστιν, [*](570) ὀρνιθες μᾶλλον τρανοτέρας Κέλσου ἔχουσι περὶ θεοῦ ἐννοίας. καὶ οὐ θαυμαστόν εἰ Κέλσου, τοῦ ἐπὶ τοσοῦτον τὸν ἄνθρωπον ἐξευτελίζοντος. ἀλλὰ γὰρ ὅσον ἐπὶ Κέλσῳ οἱ ὄρνιθες μείζονας καὶ θειοτέρας ἔχουσιν ἐννοίας, οὐ λέγω ἡμῶν χριστιανῶν ἢ τῶν ταῖς αὐταῖς ἡμῖν γραφαῖς χρω μένων Ἰουδαίων, ἀλλὰ γὰρ καὶ τῶν παρʼἝλλησι θεολόγων· ἀνθρωποι γὰρ ἦσαν. μᾶλλον οὖυ κατὰ Κέλσον κατείληφε τὴν τοῦ θείου φύσιν τὸ τῶν δῆθεν μαντικῶν ὀρνίθων [*](2 ἐπιτηδείους] -αὐτῶν U+05D0C 6 τοιάνδε om. τὴν ἀπολο- γίαν ABC 7 ἐναργεστέρως] conj. Boherellua; ἐνεργ. U+05D0ABC om. ἀποδεῖξαι ABC 8 τοιασδὶ] τοιαύτας δεῖ 15 om. ζῶα ABC 17 ἡμῶν]-ἡ οὐδὲ ὅλως ἔχει AC 20 τρανῶτέρας U+05D0; τρανωτ. AB 21 τρανωτ. U+05D0; τρανωτ. A κέλσου ante τραν. ABC 25 γραφαῖς ἡμῖν ABC 27 οὗν] γὰρ A; δὲ BC)
17. Ἡμῖν δʼ ὀλίγα πρὸς τὰ προκείμενα ἀπὸ πολλῶν λεκτέον, διελέγχουσι τὴν ἀχάριστον ψευδοδοξίαν πρὸς τὸν πεποιηκότα αὐτόν· ἄνθρωπος γὰρ καὶ Κέλσος ὢν, ἐν [*](cf. Ps xlix (xlviii) 12, 20) τιμῇ ὢν, οὐ συνῆκε· διὸ οὐδὲ παρασυνεβλήθη τοῖς ὄρνισι καὶ τοῖς ἄλλοις ἀλόγοις ζώοις, οἶς νομίζει εἶναι μαντικοῖς· ἀλλʼ ἐκείνοις παραχωρήσας τὰ πρωτεῖα, ὑπὲρ Αἰγυπτίους τοὺς τὰ ἄλογα ζῶα ὡς θεοὺς προσκυνοῦντας ἑαυτὸν ὑπέταξε, τὸ δʼ ὅσον ἐπʼ αὐτῷ καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος ὡς χεῖρον καὶ ἔλαττον νοοῦν περὶ τοῦ θείου, τοῖς ἀλόγοις ζώοις. προηγουμένως μὲν οὖν ζητείσθω, πότερον ὑπάρχει ἡ δι᾿ ὀρνίθων καὶ τῶν λοιπῶν ζώων πεπιστευμένων εἶναι μαντικῶν μαντικὴ, ἢ μή ὑπάρχει. καὶ γὰρ οὐκ εὐκαταφρόνητός ἐστιν εἰς ἑκάτερα ἐπιχειρούμενος ὀ λόγος· ὅπου μὲν δυσωπῶν μὴ παραδέξασθαι τὸ τοιοῦτον, ἵνα μὴ τὸ λογικὸν ἀντὶ τῶν δαιμονίων χρηστηρίων ὄρνισι χρήσηται, καταλιπὸν ἐκεῖνα· ὅπου δὲ διὰ μαρτυρουμένης ὑπὸ πολλῶν ἐναργείας παριστὰς, ὅτι πολλοὶ ἀπὸ μεγίστων διεσώθησαν κινδύνων, πεισθέντες τῇ διʼ ὀρνίθων μαντικῇ. ἐπὶ δὲ τοῦ παρόντος δεδόσθω ὑπαρκτὸν εἶναι τὴν οἰωνιστικήν· ἴνα καὶ οὕτω δείξω τοῖς προκαταληφθεῖσιν, ὅτι καὶ [*](3,4 διδάσκωσιν ABC 4 καὶ] + περὶ U+05D0 7 τῶ] τὸ U+05D0AB 9 οὒτως] ἄλλω ABC 13 παρεσυνεβλήθη B ὄρνισι] κτή- νεσι ABC 14 om. ἀλόγοις U+05D0 24 δαιμόνων 25 κατα- λιπων U+05D0BC; καταλειπὠν (sic) A διαμαρτυρουμένης 26 ὑπὸ] ἀπὸ ABC ἐνργείας AC)
18. Ἀλλὰ καὶ, εἶπερ οἰωνοὶ οἰωνοῖς μάχονται, U+003C εἰ U+003E ὥς φησιν ὁ Κέλσος, θείαν φύσιν ἔχοντες οἱ μαντικοὶ ὄρνεις καὶ τὰ ἄλλα ἄλογα ζῶα καὶ ἐννοίας τοῦ θείου καὶ πρόγνωσιν περὶ μελλόντων, τὰ τοιαῦτα ἑτέροις προεδήλουν· οὔτʼ ἄυ ἡ καθʼ Ὅμηρον στρουθὸς ἐνόσσευσεν ὅπου δράκων ἔμελλεν αὐτὴν καὶ τὰ τέκνα ἀφανίσειν· οὔτʼ ἄν ὁ κατὰ τὸν αὐτὸυ ποιητὴν δράκων οὐκ ἐφυλάξατο ὑπὸ τοῦ ἀετοῦ ληφθῆναι. φησὶ γὰρ ὁ ἐν ποιήσει θαυμαστὸς Ὅμηρος περὶ μὲν τοῦ προτέρου τοιαῦτα·
[*](Hom II ii 308 ff.)Ἔνθ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς [*](3 παρʼ ἐκεῖνα 6 om. πολὺ ABC 7 om. γινώσκοντα δὲ U+05D0* 8 ἐφυλάξαντο AC om. ἄν U+05D0 10, 11 ἀπέλυον ἐπʼ αὐτά ABC 13 ὄφεων] σοφῶν U+05D0* 19 μάχονται] διαλέγονται conj. Boherellus εἰ] adddii ex conjecture 21 om. ἄλλα U+05D0C 22 περὶ] τὴν περὶ AB; περὶ τῶν C τὰ] καὶ AB 24 ἀφανί- ζειν ABC 25 ἐφυλάξατο] +τὸ ABC)
Ἀρʼ οὖν ὁ μὲν ἀετὸς ἦν μαντικός, ὁ δὲ δράκων, ἐπεὶ καὶ τούτι χρῶνται τῷ ζῴῳ οἱ οἰωνοσκόποι, οὐκ ἦν μαντικός; τί δὲ, ἐπεὶ τὸ ἀποκληρωτικὸν εὐέλεγκτόν ἐστιν, οὐχὶ καὶ τὸ ἀμφοτέρους εἶναι μαντικοὺς ἐλεγχθείη ἄν; οὐκ ἄν γὰρ ὁ δράκων ὢν μαντικὸς οὐκ ἐφυλάξατο τάδε τινὰ ἀπὸ τοῦ ἀετοῦ παθεῖν; καὶ ἄλλα δʼ ἄν μυρία τοιαῦτα εὔροι τις παραδείγματα, [*](1 τὸν δʼ] τὸν δὴ U+05D0; δν B; ὅ A; ὅν ῥ’ C φόοσδε ABC 10 ὥσπερ ΑC 11 θῆκε U+05D0 21 ἐγκάββαλ᾿ U+05D0 25 αἰετὸς U+05D0 30 αἰετοῦ U+05D0 εὕρῃ)
19. Κατὰ δὲ ἡμᾶς δαίμονές τινες φαῦλοι καὶ (ἴνʼ οὕτως ὀνομάσω) τιτανικοὶ ἢ γιγάντιοι, ἀσεβεῖς πρὸς τὸ ἀληθῶς θεῖον καὶ τοὺς ἐν οὐρανῷ ἀγγέλους γεγινημένοι, καὶ πεσόντες ἐξ οὐρανοῦ καὶ περὶ τὰ παχύτερα τῶν σωμάτων καὶ ἀκάθαρτα ἐπὶ γῆς καλινδούμενοι· ἔχοντές τι περὶ τῶν μελλόντων διορατικὸν, ἄτε γυμνοὶ τῶν γηΐνων σωμάτων τυγχάνοντες, καὶ περὶ τὸ τοιοῦτον ἔργον καταγινόμενοι, βουλόμενοι ἀπάγειν τοῦ ἀληθινοῦ θεοῦ τὸ τῶν ἀνθρώπων γένος, ὑποδύονται τῶν ζώων τὰ ἁρπακτικώτερα καὶ ἀγριώτερα καὶ ἄλλα πανουργότερα, καὶ κινοῦσιν αὑτὰ πρὸς ὃ βούλονται, ὅτε βούλονται· ἢ τὰς φαντασίας τῶν τοιωνδὶ ζώων τρέπουσιν ἐπὶ πτήσεις καὶ κινήσεις τοιάσδε· ἵνʼ ἀνθρωποι, διὰ τῆς ἐν τοῖς ἀλόγοις ζώοις ἁλισκόμενοι μαντικῆς, θεὸν μὲν τὸν περιέχοντα τὰ ὅλα μὴ ζητῶσι μηδὲ τὴν καθαρὰν θεοσέβειαν ἐξετάζωσι, πέσωσι δὲ τῷ λογισμῷ ἐπὶ τὴν γῆν καὶ τοὺς ὄρνεις καὶ τοὺς δράκοντας, ἔτι δʼ ἀλώπεκας καὶ λύκους. καὶ γὰρ παρατετήρηται τοῖς περὶ ταῦτα δεινοῖς, ὅτι αἱ ἐναργέστεραι προγνώσεις διὰ τῶν τοιούτων ζώων γίγνονται· ἄτε μὴ δυναμένων τῶν δαιμόνων ἐν τοῖς ἡμερωτέροις τῶν ζώων τοσοῦτον, ὅσον δύνανται διὰ τὸ παραπλήσιον τῆς κακίας, καὶ οὐ κακίαν μὲν οἱονεὶ δὲ κακίαν οὖσαν ἐν τοῖς τοιοισδὶ τῶν ζώων, ἐνεργῆσαι τάδε τὰ ζῶα.
20. Ὄθεν εἴπερ ἄλλο τι Μωσέως τεθαύμακα, καὶ τὸ τοιοῦτον θαύματος εἶναι ἀποφανοῦμαι ἄξιον, ὅτι φύσεις [*](1 παριστάνοντα ABC om. μέν ABC 1, 2 ἔχοντα ἐν ἑαυ- τοῖς ABC 3 φόοσδε AC; φῶοσδε B 5 om. γὰρ U+05D0 12 om. τὸ 16 ὅτε βούλονται] U+05D0 (supr. lim.) B; ὅτε καὶ βούλονται AC 20 ἐξετάσωσι AB om. καὶ U+05D0 22, 23 ἐνερ- γέστεραι U+05D0A 26 om. μὲν ABC 29 εἷναι post ἄξιον U+05D0corr; om. U+05D0* ἀποφαινοῦμαι)