Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

[*](U+05D0ABC)[*](558)

1. Μετὰ ταῦτά φησιν, δηλονότι ὁ Κέλσος· ‘Ἀλλʼ ὅπως μὴ περὶ μόνων Ἰουδαίων, οὐ γὰρ τοῦτο λέγω, ἀλλὰ περὶ τῆς ὅλης φύσεως, ὅπερ ἐπηγγειλάμην, ὁ λόγος ἧ· σαφέστερον ἐμφανιῶ τὰ προειρημένα.᾿ τίς δʼ οὐκ ἄν τούτοις ἐντυγχάνων μέτριος καὶ αἰσθανόμενος τῆς ἀνθρωπίνης ἀσθενείας οὐκ ἄν περισταίη τὸ ἐπαχθὲς τοῦ περὶ ὅλης τῆς φύσεως ἐπαγγειλαμένου ἀποδοῦναι λόγον, καὶ ἀλαζονευσαμένου ὁμοίως ἧ ἐτόλμησεν ἐπιγράψβαι ἐπιγραφῇ τοῦ βιβλίου; ἴδωμεν δὴ τίνα ἐστὶν ἃ περὶ ὅλης τῆς φύσεως ἐπαγγέλλεται λέξειν, καὶ τίνα ἐμφανίσειν.

2. Διὰ πολλῶν δὰ ἐξῆς ἐγκαλεῖ ἡμῖν, ὡς τῷ ἀνθρώπῳ [*](559) φάσκουσι πάντα πεποιηκέναι τὸν θεόν. καὶ βούλεται ἐκ τῆς περὶ τῶν ζώων ἱστορίας καὶ τῆς ἐμφαινομένης αὐτοῖς ἀγχινοίας δεικνύναι, ὅτι οὐδὲν μᾶλλον ἀνθρώπων ἢ τῶν ἀλόγων ζώων ἕνεκεν γέγονε τὰ πάντα. καὶ δοκεῖ μοι ὅμοιόν τι εἰπεῖν τοῖς διὰ τὸ πρὸς τοὺς μισουμένους ἔχθος κατηγοροῦσιν αὐτῶν, ἐφʼ οἶς οἱ φίλτατοι αὐτῶν ἐπαινοῦνται. ὥσπερ γὰρ ἐπὶ τούτων τυφλοῖ τὸ ἔχθος πρὸς τὸ μὴ συνορᾷν ὅτι καὶ φιλτάτων κατηγοροῦσι, διʼ ὦν κακῶς [*](9 C. Cels. iv. 73 om. δηλονότι ὁ κέλσος U+05D0 17 ἐστὶν ἂ] ἐστι τὰ (sic) U+05D0 19 δή] δʼ 20 om. καὶ 21 om. τῶν ABC αὐτοῖς] αὐτῶ 22 om. ὅτι U+05D0* 24 εἰπεῖν] ποιεῖν ABC)

126
λέγειν νομίζουσι τοὺς ἐχθρούς· τὸν αὐτὸν τρόπον καὶ ὀ [*](U+05D0ABC) Κέλσος συγχυθεὶς τὸν λογισμὸν οὐχ ἔώρακεν ὅτι καὶ τῶν ἀπὸ τῆς Στοᾶς φιλοσόφων κατηγορεῖ, ὡς οὐ κακῶς προταττόντων τὸν ἄνθρωπον καὶ ἀπαξαπλῶς τὴν λογικήν φύσιν πάντων τῶν ἀλόγων, καὶ διὰ ταύτην λεγόντων προηγουμένως τὴν πρόνοιαν πάντα πεποιηκέναι. καὶ λόγον μὲν ἔχει τὰ λογικὰ, ἅπερ ἐστὶ προηγούμενα, παιδίων γεννωμένων· τὰ δ᾿ ἄλογα καὶ τὰ ἄψυχα χορίου συγκτιζομένου τῷ παιδίῳ. καὶ ἡγοῦμαί γε ὅτι, ὥσπερ ἐν ταῖς πόλεσιν οἱ προνοούμενοι τῶν ὀνίων καὶ τῆς ἀγορᾶς δι᾿ οὐδὲν ἄλλο προνοοῦνται ἢ διὰ τοὺς ἀνθρώπους, παραπολαύουσι δὲ τῆς δαψιλείας καὶ κύνες καὶ ἄλλα τῶν ἀλόγων· οὕτως ἡ πρόνοια τῶν μὲν λογικῶν προηγουμένως προνοεῖ, ἐπηκολούθησε δὲ τὸ καὶ τὰ ἄλογα ἀπολαύειν τῶν διʼ ἀνθρώπους γινομένων. καὶ ὥσπερ ἁμαρτάνει ὁ λέγων τοὺς ἀγορανόμους προνοεῖν οὐ μᾶλλον τῶν ἀνθρώπων ἢ τῶν κυνῶν, ἐπεὶ καὶ οἱ κύνες παραπολαύουσι τῆς δαψιλείας τῶν ὠνίων· οὕτω πολλῷ μᾶλλον Κέλσος καὶ οἱ τὰ αὐτὰ φρονοῦντες αὐτῷ ἀσεβοῦσιν εἰς τὸν προνοοῦντα τῶν λογικῶν θεὸν, φάσκοντες ‘τί μᾶλλον ἀνθρώποις γίνεσθαι ταῦτα πρὸς τροφὴν, ἢ τοῖς φυτοῖς δένδροις τε καὶ πόαις καὶ ἀκάνθαις;᾿

3. Οἴεται γὰρ πρῶτον μὲν μὴ ἔργα θεοῦ εἶναι βροντὰς καὶ ἀστραπὰς καὶ ὑετούς,᾿ ἤδη σαφέστερον Ἐπικουρίζων· δεύτερον δέ φησιν ὅτι ‘εἷ καὶ διδῴη τις ταῦτα ἔργα εἶναι θεοῦ, οὐ μᾶλλον ἡμῖν τοῖς ἀνθρώποις ταῦτα γίνεται πρὸς τροφὴν, ἢ τοῖς φυτοῖς δένδροις τε καὶ πόαις καὶ ἀκάνθαις·᾿ συντυχικῶς διδοὺς καὶ οὐ κατὰ πρόνοιαν, ὡς ἀληθῶς Ἐπικούρειος, ταῦτα συμβαίνειν. εἰ γὰρ οὐ μᾶλλον ἡμῖν, ἢ φυτοῖς καὶ δένδροις καὶ πόαις καὶ ἀκάνθαις, ταῦτʼ ἐστὶ χρήσιμα· δῆλον ὅτι οὐδʼ ἀτὸ προνοίας ταῦτʼ ἔρχεται· ἢ ἀπό προνοίας οὐ μᾶλλον ἡμῶν προνοουμένης, ἢ δένδρων καὶ [*](7 παίδων U+05D0 8 χωρίω συγκτιζομένω AB ; χωρίων συγκτιζομέ- νων C πεδίω ABC 13 τὰ]] + ἄλλὰ U+05D0 20 ταῦτα γίνεσθαι ABC 23 σαφῶς ABC)

127
[*](U+05D0ABC) πόας καὶ ἀκάνθης. ἑκάτερον δʼ αὐτόθεν ἀσεβές· καὶ τὸ τοῖς τοιούτοις ἀντιλέγειν, ἱστάμενον πρὸς τὸν ἀσέβειαν ἡμῶν κατηγοροῦντα, εὔηθες. παντὶ γὰρ δῆλον ἐκ τῶν εἰρημένων, τίς ὁ ἀσεβής. εἶτά φησιν ὅτι ‘κἂν ταῦτα λέγῃς ἀνθρώποις φύεσθαι (δῆλον δʼ ὅτι τὰ φυτὰ καὶ δένδρα καὶ [*](560) πόας καὶ ἀκάνθας), τί μᾶλλον αὐτά ἀνθρώποις φήσεις φύεσθαι, ἢ τοῖς ἀλόγοις ζώοις τοῖς ἀγριωτάτοις;᾿ σαφῶς οὖν λεγέτω ὁ Κέλσος ὅτι ἡ τοσαύτη τῶν ἐπὶ γῆς φυομένων διαφορὰ οὐ προνοίας ἐστὶν ἔργον· ἀλλὰ συντυχία τις ἀτόμων τὰς τοσαύτας ποιότητας πεποίηκε· καὶ κατὰ συντυχίαν τὰ τοσαῦτα εἴδη φυτῶν καὶ δένδρων καὶ πόας παραπλήσιά ἐστιν ἀλλήλοις· καὶ ὅτι οὐδεὶς λόγος τεχεικὸς ὑπέστησεν αὑτὰ, οὐδʼ ἀτὸ νοῦ ἔχει τὴν ἀρχήν πάντα θαυμασμὸν ὑπερβεβηκότος. ἀλλʼ ἡμεῖς, οἱ τῷ ταῦτα κτίσαντι μόνῳ ἀνακείμενοι θεῷ χριστιανοὶ, καὶ ἐπὶ τούτοις χάριν οἴδαμεν τῷ καὶ τούτων δημιουργῷ, ὅτι ἡμῖν τηλικαύτην ἔστίαν ηὐτρέπισε, καὶ διʼ ἡμᾶς τοῖς δουλεύουσιν μῖν ζώοις· Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ [*](Ps civ (ciii) 14 f.) δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ ἴνʼ οἶνος εὐφραίνῃ καρδίαν ἀνθρώπου, καὶ ἱλαρύνηται πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος στηρίζῃ καρδίαν ἀνθρώπου. εἰ δὲ καὶ τοῖς ἀγριωτάτοις τῶν ζώων τροφὰς κατεσκεύασεν, οὐδὲν θαυμαστόν· καὶ ταῦτα γὰρ τὰ ζῶα καὶ ἀλλοι τῶν φιλοσοφησάντων εἰρήκασι γυμνασίου ἕνεκα γεγονέναι τῷ λογικῷ ζῴῳ. φησὶ δέ που τῶν καθʼ ἡμᾶς τις σοφῶν· Μὴ εἴπῃς, τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρίον [*](Sir xxxix 21, 17) αὑτῶν ἔκτισται· καὶ Μὴ εἴπῃς· τί τοῦτο; εἰς τί τοῦτο πάντα γὰρ ἐν καιρῷ αὐτῶν ζητηθήσεται.

4. Ἑξῆς δὲ τούτοις ὁ Κέλσος, θέλων μὴ μᾶλλον ἡμῖν τὴν πρόνοιαν πεποιηκέναι τὰ φυόμενα ἐπὶ γῆς, ἢ τοῖς [*](3 ἡμῶν κατηγοροῦντα] ἡμῖν ἐγκαλοῦντα ABC 5 om. τὰ ABC 8 om. ὁ ABC 10 ποιότητας] συντυχίας 15 θεῶ] supra lim. post μόνω 19 om. τοῦ 21 στηρίξει A; στη- ρίξῃ B 24 ἕνεκεν A BC 26, 27 om μὴ εἴπης- ἔκτισται· καὶ BC 26 εἰς (pr.)] ἣ εἰς A 27 εἰς] ἢ εἰς A B 29 om. δὲ U+05D0)

128
τῶν ζώων ἀγριωτάτοις, φησίν· ‘Ἡμεῖς μέν γε κάμνοντες [*](U+05D0ΑBC) καὶ προσταλαιπωροῦντες μόλις καὶ ἐπιπόνως τρεφόμεθα· [*](cf. Hom Οd ix 109) τοῖς δʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται·᾿ οὐχ ὀρῶν ὅτι πανταχοῦ τὴν ἀνθρωπίνην σύνεσιν γυμνάζεσθαι βουλόμενος ὁ θεός, ἴνα μή μένγ ἀργὴ καὶ ἀνεπινόητος τῶν τεχνῶν, πεποίηκε τὸν ἄνθρωπον ἐπιδεῆ· ἵνα διʼ αὐτὸ τὸ ἐπιδεὲς αὐτοῦ ἀναγκασθῇ εὑρεῖν τέχνας, τινὰς μὲν διὰ τὴν τροφὴν ἄλλας δὲ διὰ τὴν σκέπην. καὶ γὰρ κρεῖττον ἦν τοῖς μὴ μέλλουσι τὰ θεῖα ζητεῖν καὶ φιλοσοφεῖν τὸ ἀπορεῖν ὑπὲρ τοῦ τῇ συνέσει χρήσασθαι πρὸς εὕρεσιν τεχνῶν, ἤπερ ἐκ τοῦ εὐπορεῖν πάντη τῆς συνέσεως ἀμελεῖν. ἡ τῶν κατὰ τὸν βίον γοῦν χρειῶν ἀπορία συνέστησε τοῦτο μὲν γωργικὴν, τοῦτο δὲ ἀμπελουργικήν, τοῦτο δὲ τάς περὶ τοὺς κήπους τέχνας, τοῦτο δὲ τεκτονικὴν καὶ χαλκευτικήν, ποιητικὰς ἐργαλείων ταῖς ὑπηρετουμέναις τέχναις τὰ πρὸς τροφήν· δὲ τῆς σκέπης ἀπορία τοῦτο μὲν ὑφαντικὴν τὴν μετὰ τὴν ξαντικὴν καὶ τὴν νηστικὴν εἰσήγαγε, τοῦτο δὲ οἰκοδομικήν· καὶ οὕτως ἀναβέβηκεν ἡ σύνεσις καὶ ἐπὶ ἀρχιτεκτονικήν. ἡ δὲ τῶν χρειῶν ἔνδεια πεποίηκε καὶ τὰ ἐν ἑτέροις τόποις γεννώμενα φέρεσθαι διὰ ναυτικῆς καὶ κυβερνητικῆς πρὸς τοὺς μὴ ἔχοντας ἐκεῖνα· ὥστε καὶ τούτων ἕνεκεν θαυμάσαι τις ἂν τὴν πρόνοιαν, συμφερόντως [*](561) παρὰ τὰ ἄλογα ζῶα ἐνδεὲς ποιήσασαν τὸ λογικόν. τὰ μὲν γὰρ ἄλογα ἑτοίμην ἔχει τὴν τροφὴν, ἄτε οὐδʼ ἀφορμὴν πρὸς τέχνας ἔχοντα· καὶ φυσικὴν δʼ ἔχει τὴν σκέπην, τετρίχωται γὰρ ἤ ἐπτέρωται πεφολίδωται ἢ ὀστράκωται.

5. Ἐξῆς δὲ τούτοις ἑαυτῷ ἀνθυποφέρει τὰ ὡς ὑπὲρ ἀνθρώπων λεγόμενα, ὅτι ὄι᾿ αὐτοὺς τὰ ἄλογα ζῶα δεδημιούργηται, καί φησιν ὅτι ‘Εἴ τις ἡμᾶς λέγοι ἄρχοντας τῶν ζώων, ἐπεὶ ἡμεῖς τὰ ἄλλα ζῶα θηρῶμέν τε καὶ δαινύμεθα, φήσομεν [*](1 om. τῶν ABC 3 φύεται ABC 6 ἐπιδεὲς] ἐνδεὲς ABC 13 om. τοῦτο δἐ ἀμτελουργικὴν ABC 27 C. Cels. iv. 78 27-29 om. ἐξῆς- δεδημιούργηται U+05D0 29 λέγει ABC ώων] ἀλόγων ABC 30 ἄλλα ζῶα] ἄλογα ABC δαινύμεθα U+05D0C)

129
[*](U+05D0ΑBC) ὅτι τί δʼ οὐχὶ μᾶλλον ἡμεῖς δι᾿ ἐκεῖνα γεγόναμεν, ἐπεὶ ἐκεῖνα θηρᾶται ἡμᾶς καὶ ἐσθίει; ἀλλὰ καὶ ἡμῖν μὲν ἀρκύων καὶ ὅπλων δεῖ, καὶ ἀνθρώπων πλειόνων βοηθῶν καὶ κυνῶν κατὰ τῶν θηρευομένων· ἐκείνοις δʼ αὐτίκα καὶ καθʼ αὐτὰ ἡ φύσις [*](562) ὅπλα δέδωκεν, εὐχερῶς ἡμᾶς ὑπάγουσα ἐκείνοις.᾿ καὶ ἐνταῦθα δὲ ὁρᾷς τίνα τρόπον ἡ σύνεσις μέγα βοήθημα ἠμῖν δέδοται καὶ παντὸς ὅπλου κρεῖττον, οὐ δοκεῖ ἔχειν τὰ θηρία. ἡμεῖς γοῦν οἱ πολλῷ τῷ σώματι τῶν ζώων ἀσθενέστεροι, τινῶν δὲ καὶ εἰς ὑπερβολὴν βραχύτεροι, κρατοῦμεν διὰ τὴν σύνεσιν τῶν θηρίων, καὶ τοὺς τηλικούτους ἐλέφαντας θηρεύομεν· τὰ μὲν πεφυκότα τιθασεύεσθαι ὑποτάσσοντες τῇ ἡμετἔρᾳ ἡμερότητι· κατὰ δὲ τῶν μὴ πεφυκότων, ἤ μὴ δοκούντων ἡμῖν χρείαν παρέχειν ἐκ τῆς τιθασείας, οὕτω μετὰ τῆς τμετέρας ἱστάμεθα ἀσφαλείας, ὥστε, ὅτε μὲν βουλόμεθα, ἔχομεν τὰ τηλικαῦτα θηρία κατακεκλεισμένα· ὅτε δὲ χρήζομεν τροφῆς τῆς ἀπὸ τῶν σωμάτων αὐτῶν, οὕτως αὐτὰ ἀναιροῦμεν ὡς καὶ τὰ μὴ ἄγρια τῶν ζώων. δοῦλα οὖν πάντα τοῦ λογικοῦ ζώου καὶ τῆς φυσικῆς αὐτοῦ συνέσεως κατεσκεύασεν ὁ δημιουργός. καὶ εἰς ἄλλα μὲν κυνῶν χρήζομεν, φέρʼ εἰπεῖν, εἰς φυλακὴν ποιμνίων ἢ βουκολίων ἢ αἰπολίων ἢ οἰκιῶν· εἰς ἄλλα δὲ βοῶν, οἷον εἰς γεωργίαν· εἰς ἄλλα δʼ ὑποζυγίοις χρώμεθα ἢ ἀχθοφόροις. οὕτως εἰς γυμνάσιον τῶν τῆς ἀνδρείας ἐν ἡμῖν σπερμάτων δεδόσθαι ἠμῖν λέγεται τὸ λεόντων καὶ ἄρκτων, παρδάλεών τε καὶ συῶν, καὶ τὸ τῶν τοιούτων γένος.