Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

[*](U+05D0ABC)[*](472)

1. Περὶ μὲν οὖν τοῦ Ἀντινόου ἤ τινος ἄλλου τοιούτου, εἴτε παρʼ Αἰγυπτίοις εἴτε παρʼ Ἕλλησι, πίστις ἐστὶν, ἵνʼ οὕτως ὀνομάσω, ἀτυχής· περὶ δὲ τοῦ Ἰησοῦ ἤτοι δόξασα ἂν εἶναι εὐτυχὴς ἢ καὶ βεβασανισμένως ἐξητασμένη, δοκοῦσα μὲν εὐτυχὴς παρὰ τοῖς πολλοῖς βεβασανισμένως δὲ ἐξητασμένη παρὰ πάνυ ὀλιγωτάτοις. κἂν λέγω δέ τινα πίστιν εἶναι, ὡς ἄν οἱ πολλοὶ ὀνομάσαιεν, εὐτυχῆ· καὶ περὶ ταύτης ἀναφέρω τὸν λόγον ἐπὶ τὸν εἰδότα θεὸν τὰς αἰτίας τῶν ἑκάστῳ μεμερισμένων ἐπιδημοῦντι τῷ βίῳ τῶν ἀνθρώπων. καὶ Ἕλληνες δὲ φήσουσι καὶ ἐν τοῖς νομιζομένοις εἶναι σοφωτάτοις κατὰ πολλὰ τὴν εὐτυχίαν εἶναι αἰτίαν, οἶον περὶ διδασκάλων τοιῶνδε καὶ τοῦ περιπεσεῖν τοῖς κρείττοσιν, ὄντων καὶ τῶν τὰς ἐναντίας αἱρέσεις διδασκόντων, καὶ περὶ ἀνατροφῆς τῆς ἐν βελτίοσι. πολλοῖς γὰρ καὶ τὰ τῆς ἀνατροφῆς ἐν τοιούτοις γεγένηται ὡς μηδὲ φαντασίαν ἐπιτραπῆναι τῶν κρειττόνων λαβεῖν, ἀλλʼ ἀεὶ καὶ ἐκ πρώτης ἡλικίας ἤτοι ἐν παιδικοῖς εἶναι ἀκολάστων ἀνδρῶν ἢ δεσποτῶν, ἢ ἐν ἄλλῃ τινὶ κωλυούσῃ ἀναβλέπειν τὴν ψυχὴν κακοδαιμονίᾳ. τὰς δὲ περὶ τούτων αἰτίας πάντως μὲν εἰκὸς εἶναι ἐν τοῖς τῆς προνοίας λόγοις· πίπτειν δὲ αὐτὰς εἰς ἀνθρώπους, οὐκ εὐχερές. ἔδοξε δέ μοι ταῦτα διὰ μέσου ἐν παρεκβάσει εἰρηκέναι διὰ τό· ‘Τοσοῦτόν τι ποιεῖ [*](7 C. Cels. iii. 38 ἀντίνου ABC 12, 13 πίστιν τινὰ ABC 27 εἰς ἀνθρώπους αὐτὰς ABC 28 om. τι U+05D0)

122
πίστις ὁποία δὴ προκατασχοῦσα.᾿ ἐχρῆν γάρ διὰ τὰς διαψόρους [*](U+03F2ABC) ἀνατροφὰς εἰπεῖν διαφορὰς τῶν ἐν ἀνθρώποις πίστεων, εὐτυχέστερον ἢ ἀτυχέστερον πιστεύουσι· καὶ ἐκ τούτου ἀναβῆναι ὅτι δόξαι ἄν καὶ τοῖς ἐντρεχεστέροις, εἰς αὐτῶ τ δομεἳν εἶναι λογικωτέροις καὶ λογικώτερον προστίθεσθαι τὰ πολλά δόγμασιν, ἡ ὀνομαζομένη εὐτυχία καὶ ἡ λεγομένη ἀτυχία συνεργεῖν. ἀλλὰ γὰρ περὶ τούτων ἅλις.

2. Τὰ δʼ ἐξῆς τοῦ Κέλσου κατανοητέον, ἐν οἷς καὶ ἡμῖν φησὶ ‘πίστιν ποιεῖν προκαταλαβοῦσαν ἡμῶν τὴν περὶ τοῦ Ἰησοῦ τοιάνδε συγκατάθεσιν.᾿ ἀληθῶς γὰρ πίστις ἡμῖν ποιεῖ τὴν τοιαύτην συγκατάθεσιν. ὅρα δὲ εἰ μὴ αὐτόθεν ἡ πίστις αὐτὴ τὸ ἐπαινετόν παρίστησιν, ὅτε πιστεύομεν ἑαυτοὺς τῷ ἐπὶ πᾶσι θεῷ, χάριν ὁμολογοῦντες τῷ εἰς τοιαύτην πίστιν ὁδηγῷ καὶ λέγοντες αὐτὸν οὐκ ἀθεεὶ [*](473) τὸ τηλικοῦτον τετολμηκέναι καὶ ἠνυκέναι· πιστεύομεν δὲ καὶ ταῖς προαιρέσεσι τῶν γραψάντων τὰ εὐαγγέλια, καταστοχαζόμενοι τῆς εὐλαβείας αὐτῶν καὶ τοῦ συνειδότος ἐμφαινομένων τοῖς γράμμασιν οὐδὲν νόθον καὶ κυβευτικόν καὶ πεπλασμένον καὶ πανοῦργον ἐχόντων. καὶ γὰρ παρίσταται ἡμῖν ὅτι οὐκ ἄν ψυχαὶ, μὴ μαθοῦσαι τὰ τοιαῦτα ὁποῖα διδάσκει ἡ παρʼ Ἕλλησι πανοῦργος σοφιστεία, πολλὴν ἔχουσα τὴν πιθανότητα καὶ τὴν ὀξύτητα, καὶ ἡ ἐν τοῖς δικαστηρίοις καλινδουμένη ῥητορικὴ, οὕτω πλάσαι οἶοί τʼ ἦσαν πράγματα δυνάμενα ἀφʼ ἑαυτῶν ἔχειν τὸ πρὸς πίστιν καὶ τὸν ἀνάλογον τῇ πίστει βίον ἀγωγόν. οἶμαι δὲ καὶ τὸν Ἰησουν διὰ τοῦτο βεβουλῆσθαι διδασκάλοις τοῦ δόγματος χρήσασθαι τοιούτοις, ἵνα μηδεμίαν μὲν ἔχῃ χώραν ὑπόνοια πιθανῶν σοφισμάτων, λαμπρῶς δὲ τοῖς συνιέναι δυναμένοις ἐμφαίνηται ὅτι τὸ ἄδολον τῆς προαιρέσεως τῶν γραψάντων, ἐχούσης πολὺ τὸ, ἵνʼ οὕτως ὀνομάσω, ἀφελὲς, ἠξιώθη θειοτέρας [*](6 δόγμασι τὰ πολλὰ ABC 10 τοιανδὴ Α; τοιονδὶ BC ἀληθῶς] + μὲν AB 12 περιίστησιν ὅτε] ὅτι ABC 13 om. ἑαυτοὺς A BC 20 om. τὰ ΑBC 21 πανούργως U+05D0 23, 24 πλάσαι τʼ οἷοι ἦσαν U+05D0 24 ἀφʼ αὐτῶν U+05D0 27 χρῆσθαι U+05D0 30 om. πολὺ ΑBC)

123
[*](U+05D0ABC) δυνάμεως, πολλῷ μᾶλλον ἀνυούσης ἤπερ ἀνύειν δύνασθαι δοκεῖ περιβολὴ λόγων καὶ λέξεων σύνθεσις καὶ μετὰ διαιρέσεων καὶ τεχνολογίας ἑλληνικῆς ἀκολουθία.

3. Ὅρα δὲ εἰ μὴ τὰ τῆς πίστεως ἠμῶν ταῖς κοιναῖς ἐννοίαις ἀρχῆθεν συναγορεύοντα μετατίθησι τοὺς εὐγνομόνως ἀκούοντας τῶν λεγομένων. εἰ γὰρ καὶ ἡ διαστροφὴ δεδύνηται, πολλῆς αὐτῇ κατηχήσεως συναγορευούσης, τοῖς πολλοῖς ἐμφυτεῦσαι τὸν περὶ ἀγαλμάτων λόγον ὡς περὶ θεῶν καὶ τὸν περὶ τῶν γενομένων ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ λίθου ὡς προσκυνήσεως ἀξίων· ἀλλʼ ἠ κοινή ἔννοια ἀπαιτεῖ ἐννοεῖν ὅτι θεός οὐδαμῶς ἐστὶν ὔλη φθαρτὴ, οὐδὲ τιμᾶται ἐν ἀψύχοις ὕλαις ὑπὸ ἀνθρώπων μορφούμενος, ὡς κατʼ εἰκόνα ἤ τινα σύμβολα ἐκείνου γιγνομέναις. διόπερ εὐθέως λέγεται τὰ περὶ ἀγαλμάτων, ὅτι οὐκ εἰσὶ θεοί· καὶ τὰ περὶ τῶν τοιούτων δημιουργημάτων, ὅτι οὐκ ἔστι συγκριτὰ πρὸς τὸν δημιουργόν· ὀλίγα τε περὶ τοῦ ἐπὶ πᾶσι θεοῦ δημιουργήσαντος καὶ συνέχοντος καὶ κυβερνῶντος τὰ ὅλα. καὶ εὐθέως ὡσπερεὶ τό συγγενὲς ἐπιγνοῦσα ἡ λογικὴ ψυχὴ ἀπορρίπτει μὲν ἃ τέως ἐδόξαζεν εἶναι θεοὺς, φίλτρον δʼ ἀναλαμβάνει φυσικὸν τὸ πρὸς τὸν κτίσαντα· καὶ διὰ τὸ πρὸς ἐκεῖνον φίλτρον ὑπεραποδέχεται καὶ τὸν ταῦτα πρῶτον πᾶσι τοῖς ἔθνεσι παραστήσαντα διʼ ὧν κατεσκεύασε μαθητῶν, οὓς ἐξέπεμψε μετὰ θείας δυνάμεως καὶ ἐξουσίας κηρύξαι τὸν περὶ τοῦ θεοῦ καὶ τῆς βασιλείας αὐτοῦ λόγον.

4. Ἐπεὶ δʼ ἐγκαλεῖ ἡμῖν, οὐκ οἶδʼ ἤδη ὁποσάκις, περὶ [*](474) τοῦ Ἰησοῦ ὅτι ‘ἐκ θνητοῦ σώματος ὄντα θεὸν νομίζομεν, καὶ ἐν τούτῳ ὅσια δρᾷν δοκοῦμεν·᾿ περισσὸν μὲν τὸ ἔτι πρὶς τοῦτο λέγειν· πλείονα γὰρ ἐν τοῖς ἀνωτέρω λέλεκται. ὅμως δὲ ἴστωσαν οἱ ἐγκαλοῦντες ὅτι, ὃν μὲν νομίζομεν καὶ πεπείσμεθα ἀρχῆθεν εἶναι θεὸν καὶ υἴὸν θεοῦ, οὗτος ὁ [*](3 ἑλληνικῆς post καὶ Α BC 8 om. περὶ U+05D0 9 τὸν] τῶν Α; τὸ U+05D0; om. τὸν περὶ C 14, 15 om. ὅτι οὐκ εἰσὶ θεοί A ABC 18 ὡσπερεὶ] περὶ 24 om. τοῦ ABC 26 ποσάκις ABC)

124
αὐτολόγος ἐστὶ καὶ ἡ αὐτοσοφία καὶ ἡ αὐτοαλήθεια· τὸ δὲ [*](U+05D0ABC) θνητὸν αὐτοῦ σῶμα καὶ τὴν ἀνθρωπίνην ἐν αὐτῷ ψυχὴν τῇ πρὸς ἐκεῖνον οὐ μόνον κοινωνίᾳ ἀλλὰ καὶ ἑνώσει καὶ ἀνακράσει τὰ μέγιστά φαμεν προσειληφέναι, καὶ τῆς ἐκείνου θειότητος κεκοινωνηκότα εἰς θεὸν μεταβεβληκέναι. ἐὰν δέ τις προσκόπτῃ καὶ περὶ τοῦ σώματος αὐτοῦ ταῦθʼ ἡμῶν λεγόντων· ἐπιστησάτω τοῖς ὑπὸ Ἐλλήνων λεγομένοις περὶ τῆς τῷ ἰδίῳ λόγῳ ἀποίου ὕλης ποιότητας ἀμπισκομένης ὁποίας ὁ δημιουργὸς βούλεται αὐτῇ περιτιθέναι, καὶ πολλάκις τὰς μὲν προτέρας ἀποτιθεμένης κρείττονας δὲ καὶ διαφόρους ἀναλαμβανούσης. εἰ γὰρ ὑγιῇ τὰ τοιαῦτα, τί θαυμαστὸν τὴν ποιότητα τοῦ θυητοῦ κατὰ τὸ τοῦ Ἰησοῦ σῶμα προνοίᾳ θεοῦ βουληθέντος μεταβαλεῖν εἰς αἰθέριον καὶ θείαν ποιότητα;

5. Οὐχ ὡς διαλεκτικὸς μὲν οὖν εἶπεν ὁ Κέλσος, παραβάλλων τὰς ἀνθρωπίνας τοῦ Ἰησοῦ σάρκας χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ, ὅτι αὗται ἐκείνων φθαρτότεραι. πρὸς γὰρ τὸν ἀκριβῆ λόγον οὔτʼ ἄφθαρτον ἀφθάρτου ἀφθαρτότερον, οὔτε φθαρτόν φθαρτοῦ φθαρτότερον. ἀλλʼ εἰ ἄρα φθαρτότερον, ὅμως δὲ καὶ πρὸς τοῦτο φήσομεν ὅτι εἶπερ δυνατὸν ἀμείβειν ποιότητας τὴυ ὑποκειμένην πάσαις ποιότησιν ὕλην, πῶς οὐ δυνατὸν καὶ τὴν σάρκα τοῦ Ἰησοῦ ἀμείψασαν ποιότητας γεγονέναι τοιαύτην, ὁποίαν ἐχρῆν εἶναι τὴν ἐν αἰθέρι καὶ τοῖς ἀνωτέρω αὐτοῦ τόποις πολιτευομένην, οὐκ ἔτι ἔχουσαν τὰ τῆς σαρκικῆς ἀσθενείας ἴδια καὶ ἅτινα μιαρώτερα ὠνόμασεν ὁ Κέλσος; οὐδὲ τοῦτο φιλοσόφως ποιῶν· τὸ γὰρ κυρίως μιαρὸν ἀπὸ κακίας τοιοῦτόν ἐστι· φύσις δὲ σόματος οὐ μιαρά· οὐ γὰρ ᾖ φύσις σώματός ἐστι, τὸ γεννητικόν τῆς μιαρότητος ἔχει τὴν κακίου.

[*](3 ἐκεῖνο U+05D0AB 5 θεότητος ΑBC μεταβεληκέναι A; μετα- βεβηκέναι U+05D0 8 ἀμφισκ. U+05D0 12 om. τοῦ (sec) A BC 17 πρὸς] κατὰ ΑBC 18, 19 ἀφθαρτότερον] φθαρτότερον 20 εὐ- φθαρτότερον ABC 24 ἀνωτάτω)