Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

3. Ἔστι γάρ τις οἰκεία ἀπόδειξις τοῦ λόγου, θειοτέρα [*](320 U+05D0ΑBC) παρὰ τὴν ἀπὸ διαλεκτικῆς Ἑλληνικήν· ἣν ὁ ἀπόστολος [*](cf 1 Co ii 4) ὀνομάζει ἀπόδειξιν πνεύματος καὶ δυνάμεως· πνεύματος μὲν διὰ τὰς προφητείας, ἴκανὰς πιστοποιῆσαι τὸν ἐντυγχάνοντα μάλιστα εἰς τὰ περὶ τοῦ χριστοῦ· δυνάμεως δὲ διἀ [*](321) τὰς τεραστίους δυνάμεις, ἅς κατασκευαστέον γεγονέναι καὶ ἐκ πολλῶν μὲν ἄλλων, καὶ ἐκ τοῦ ἴχνη δὲ αὐτῶν ἔτι σώζεσθαι παρὰ τοῖς κατὰ τὸ βούλημα τοῦ λόγου βιοῦσιν.

4. Ἔτι δὲ καὶ τοῦτό φησιν ὁ θεῖος λόγος· οὐκ οὔ. [*](630) ταρκες ἐἶναι τὸ λεγόμενον, κἂν καθʼ αὑτὸ ἀληθὲς καὶ πιστικώτατον ἦ, πρὸς τὸ καθικέσθαι ἀνθρωπίνης ψυχῆς, ἐὰν μή καὶ δύναμίς τις θεόθεν δοθῇ τῷ λέγοντι καὶ χάρις ἐπανθήσῃ τοῖς λεγομένοις, καὶ αὕτη οὐκ ἀθεεὶ ἐγγινομένη τοῖς ἀνυσίμως λέγουσι. φησὶ γοῦν ὁ προφήτης ἐν ἐξηκόστῷ [*](Ps lxviii (lxvii)12) καὶ ἑβδόμῳ φαλμῷ, ὅτι Κύριος δόσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ἵνʼ οὖν ἐπί τινων δοθῇ τὰ αὐτὰ δόγματα εἶναι Ἕλλησι καὶ τοῖς ἀπὸ τοῦ λόγου ἡμῶν, ἀλλʼ οὔτι γε καὶ τὰ αὐτά δύναται πρὸς τό ὑπαγαγέσθαι καὶ διαθεῖναι ψυχὰς κατὰ ταῦτα. διόπερ οἱ ἰδιῶται, ὡς πρὸς φιλοσοφίαν Ἑλληνικὴν, μαθηταὶ τοῦ Ἰησοῦ ἐκπεριῆλθον πολλὰ ἔθνη τῆς οἰκουμένης, διατιθέντες ὡς ὁ λόγος ἐβούλετο κατʼ ἀξίαν ἕκαστον τῶν ἀκουόντων ιἳ καὶ ἀνάλογον τῇ ῥοπῇ τοῦ αὐτεξουσίου αὐτῶν πρὸς ἀποδοχήν τοῦ καλοῦ πολλῷ βελτίους ἐγένοντο.