Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

1. Ἕκτον τοῦτον ἐνιστάμενοι λόγον πρὸς τὰς Κέλσου [*](U+05D0ABC) κατὰ χριστιανῶν κατηγορίας χρήξομεν ἐν αὐτῷ, ἱερὲ Ἀμβρόσιε, ἀγωνίσασθαι οὐ πρὸς τὰ ἀπὸ φιλοσοφίας ὑπʼ αὐτοῦ ἐκτιθέμενα, ὡς οἰηθείη ἄν τις. παρέθετο γὰρ πλείονα μάλιστα Πλάτωνος ὁ Κέλσος, κοινοποιῶν τὰ δυνάμενα ἑλεῖν τινὰ καὶ συνετὸν ἐκ τῶν ἱερῶν γραμμάτων· φάσκων ‘βέλτιον αὐτὰ παρʼ Ἕλλησιν εἰρῆσθαι, καὶ χωρὶς ἀνατάσεως καὶ ἀπαγγελίας τῆς ὡς ἀπὸ θεοῦ ἢ υἱοῦ θεοῦ.᾿ φαμὲν οὖν ὅτι, εἴπερ τὸ προκείμενόν ἐστι τοῖς πρεσβεύουσι τὰ τῆς ἀληθείας πλείους ὅση δύναμις ὠφελεῖν, καὶ προσάγειν ὡς οἷόν τέ ἐστιν αὐτῇ διὰ φιανθρωπίαν πάνθʼ ὁντινοῦν, οὐ μόνον ἐντρεχῆ ἀλλὰ καὶ ἀνόητον, πάλιν δʼ αὖ οὐχὶ Ἕλληνας μὲν οὐχὶ δὲ καὶ βαρβάρους· πολὺ δὲ τὸ ἥμερον ἐὰν καὶ τοὺς ἀγροικοτάτους καὶ ἰδιώτας οἶός τέ τις γένηται [*](6 C. Cels. vi. 1 (Ru. 1. 629) 14 om. κατὰ ABC 20 ἐπαγ γελίας U+05D0 21 om. τὰ U+05D0 24 δʼ οὖ] τʼ αὖ ABC 25 ἤμερον] ἡμέτερον ABC)

71
[*](U+05D0ABC) ἐπιστρέφειν· δῆλόν ἐστιν ὅτι καὶ χαρακτῆρος ἐν τῷ λέγειν φροντιστέον αὐτῷ κοινωφελοῦς καὶ δυναμένου πᾶσαν ἐπαγαγέσθαι ἀκοήν. ὅσοι δὲ, πολλὰ χαίρειν φράσαντες ὡς ἀνδραπόδοις τοῖς ἰδιώταις καὶ μή οἴοις τε κατακούειν τῆς ἐν φράσει λόγων καὶ τάξει ἀπαγγελλομένων ἀκολουθίας, μόνον ἐφρόντισαν τῶν ἀνατραφέντων ἐν λόγοις καὶ μαθήμασιν· οὗτοι τὸ κοινωνικὸν εἰς κομιδῇ στενὸν καὶ βραχὺ συνήγαγον.

2. Ταῦτα δέ μοι λέλεκται ἀπολογουμένῳ περὶ τῆς κατηγορουμένης ὑπὸ Κέλσου καὶ ἑτέρων ἐν λέξεσιν εὐτελείας τῶν γραφῶν, ἀμαυροῦσθαι δοκούσης ὑπό τῆς ἐν συνθέσει λέξεως λαμπρότητος· ἐπεὶ οἱ καθʼ ἡμᾶς προφήται, [*](630) Ἰησοῦς τε καὶ οἱ ἀπόστολοι αὐτοῦ, ἐνεῖδον τρόπῳ ἀπαγγελίας οὐ τὰ ἀληθῆ μόνον περιεχούσης, ἀλλὰ καὶ δυναμένης ἐπαγαγέσθαι τοὺς πολλοὺς, ἕως προτραπέντες καὶ εἰσαχθέντες ἕκαστος κατὰ δύναμιν ἀναβῶσιν ἐπὶ τά ἐν ταῖς δοκούσαις εἶναι εὐτελέσι λέξεσιν ἀπορρήτως εἰρημένα. καὶ, εἰ χρή γε τολμήσαντα εἰπεῖν, ὀλίγους μὲν ὤνησεν, εἴγε ὤνησεν, ἡ περικαλλὴς καὶ ἐπιτετηδευμένη Πλάτωνος καὶ τῶν παραπλησίως φρασάντων λέξις· πλείονας δὲ ἡ τῶν εὐτελέστερον ἄμα καὶ πραγματικῶς καὶ ἐστοχασμένως τῶν πολλῶν διδαξάντων καὶ γραψάντων. ἔστι γοῦν ἰδεῖν τὸν μὲν Πλάτωνα ἐν χερσὶ τῶν δοκούντων εἶναι φιλολόγων μόνον· τὸν δὲ Ἐπίκτητον καὶ ὑπὸ τῶν τυχόντων καὶ ῥοπὴν πρὸς τὸ ὠφελεῖσθαι ἐχόντων θαυμαζόμενον, αἰσθομένων τῆς ἀπὸ τῶν λόγων αὐτοῦ βελτιώσεως. καὶ ταῦτά γε οὐκ ἐγκαλοῦντες Πλάτωνί φαμεν· ὁ γὰρ πολὺς τῶν ἀνθρώπων κόσμος χρησίμως καὶ τοῦτον ἤνεγκεν· ἀλλὰ δεικνύντες τὸ βούλημα τῶν εἰπόντων τό· Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου [*](1 Co ii 4 f.) οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· ἴνʼ ἡ πίστις ἡμῶν μὴ ἦ ἐν σοφίᾳ ἀνθρώπων ἀλλʼ ἐν δυνάμει θεοῦ.

[*](1 om. καὶ U+05D0 6 ἀνατρεφόντων U+05D0 16 ἀναβῶσιν] ἀναλάβωσιν U+05D0 17 εὐτελέσιν εἷναι ABC 28 ἀλλὰ] + καὶ U+05D0 29 om. τὸ post εἰπόν- των Α BC 30 πειθοῖς] πειθοῖ U+05D0C cf. p. 41 l 14. p 103 l. 26)