Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Προακούσας ἐράσμιον πρᾶγμα ὁ Ζαχαρίας ἑαυτῷ μέλλειν ἔσεσθαι οὐκ ἔσπευσε πρὸ καιροῦ δραμεῖν πρὸς τὸ δοῦναι ὁδὸν τῇ προφητείᾳ, ἀλλ᾿ ἔμεινε πληρῶσαι τὴν πνευματικὴν λειτουργίαν καὶ οὕτω τῇ προφητείᾳ διὰ τῶν σαρκικῶν ἐξυπηρετήσασθαι, διδάσκων ὅτι δεῖ πάντα δεύτερα ποιεῖσθαι τῆς εἰς θεὸν τιμῆς.

[*](d [E1 τοῦ αὐτοῦ (Orig.)] CSX 2 Προακούσας + δὲ X πρᾶγμα — ἑαυτῷ]ἑαυτῷ πρᾶγμα dX 3 πρὸς — πραφητείᾳ > dSX 4 πνευμοατικὴν > dSX καὶ — 5 ἐξυπηρ. dSX)

Διὸ οὐδέν ἔλεγεν ἡ Ἐλισάβετ, ἕως οὗ πάντες σχεδὸν εἰπεῖν ἤλεγχον αὐτήν, ὅτι ἔγκυος ἦν, δἱ᾿ ὧν ἑώρων, κἂν ἐκείνη τὸ πρᾶγμα ἔκρυβεν.

[*](C (vor p. 35, 8—36, 3))

Τὸ δέ >ἔσται< καὶ >κληθήσεται< τῇ κατὰ σάρκα πρέπον οἰκονομίᾳ, καὶ τό· >δώσει δὲ αὐτῷ κύριος< τῇ οἰκονομίᾳ σάρκα πρέπον οἰκονομίᾳ, βάνειν λέγεται διὰ ταύτην >τὸν θρόνον Δαβίδ<, ἀλλ᾿ ἔστιν ὁ αὐτὸς καὶ βασιλεὺς αἰώνιος θεοπρεπῶς.

[*](Χ (anschl. an p. 55, 1 — 4 ἤρξ.))