Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

>Καὶ αὐτὸς προελεύσεται<. Τό· >προελεύσεται ἐν πνεύματι καὶ Ηλίου<, τοῦτό ἐστιν· Ἡλίου τῆς δευτέρας τοῦ κυρίου παρουσίας προδρόμου, καθώς φησιν ὁ προφήτης εἰπών· >πέμφω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν τὴν ἡμέραν τοῦ κυρίου τὴν μεγάλην καὶ επιφανῆ< οὕτως οὖν καὶ ὁ Ἰωάννης τῆς πρώτης γέγονε πρόδρομος καὶ >ἐν πνεύματι< μέν, ὅτι ὥσπερ ἦν ἐπὶ τὸν Ἡλίαν ἡ τοῦ παναγίου πνεύματος χάρις, οὕτω καὶ ἐπὶ τὸν πρόδρομον, >ἐν δυνάμει< δέ διὰ τὸ μέγεθος τῆς πληρουμένης παρ᾿ αὐτῶν διακονίας.

[*](a L (Eadem altera Reg. ἀδέσποτον) (von L aus inneren Gründen für gehalten ?) — 4f. Mal. 4, 4 2 Τὸ + δὲ a 3 ὁ Ἡλίας a 3/4 ἐστὶ πρόδρομος a 4 εἶπε a 5 > a)

τὸ δὲ >ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα<· μετῆλθε δὲ τὰ αὐτὰ πρὸς Ἰωάννην. Ἀλλὰ μὴ ὡς ἡ ἀκολουθία τῆς φύσεως βούλεται [*](Χ (vorher geht p. 27, 4—28, 16) ξ (zwischen 7 ἀκολ. u. Καὶ ist ein Absatz))

278
τέκνων ἀκολουθεῖν μᾶλλον πατράσιν, οὐ πατέρας δουλεύειν υἱοῖς· ἀλλ᾿ ἐπεὶ βούλεται τῷ λαῷ δεῖν τὸν ἀρχαῖον ἀκολουθεῖν, ὃς χώρᾳ ἦν πατέρων, ὁ δὲ δεύτερος καὶ νέος ἐν χώρᾳ υἱῶν — >ἀντὶ< γὰρ >τῶν πατέρων σου ἐγεννήθησαν υἱοί σοι< — ἀντιστρέφει τὴν ἀκολουθίαν· καὶ γὰρ γὰρ ἀποκαθιστᾷ τὴν συναγωγὴν ὑπὸ τὴν ἐκκλησίαν. Ἑρμηνεύων δέ, τίνες οἱ πατέρες, τίνες δὲ τὰ τέκνα, ἐπιφέρει· >καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων<. Δεῖ τοὺς παλαιοὺς παρὰ Ἰουδαίοις τῇ φρονήσει τῶν δικαίων ἀκολουθῆσαι.

[*](6f. Ps. 44 (45), 17)

Ἔτι ἀπιστήσας ὁ Ζαχαρίας τῷ ἀγγέλλοντι τὴν γένεσιν τῆς δεικνυούσης τὸν λόγον φωνῆς ἀπόλλυσι τὴν φωνήν, ἀναλαμβόνων αὐτὴν καὶ παυόμενος τῆς ἐπιπόνου σιωπῆς, ὅτε γεννᾶται ὁ πρόδρομος, τοῦ λόγου φωνή, καὶ ὅτε γράφει, ὅτι >Ἰωάννης ἐστὶν τὸ ὄνομα αὐτοῦ<. Ἐνωτίζεσθαι οὖν δεῖ φωνήν, ἵν᾿ ὁ νοῦς τὸν ὑπ᾿ αὐτῆς δεικνύμενον δέξηται λόγον.

[*](C (zwischen p. 31, 7 σεσιώπηκεν u. 12 Τὸ δὲ διανεύειν) — 5 Luk. 1, 63 2 Ἔτι] Ὅτι konj. Kr. 3 ἀνα λαμβάνων konj. Kr.)