Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Διὰ τοῦτο δέ οἶμαι >περιζώσεται< ὁ Χριστός, μέλλων ἀνακλίνειν, οὓς εὑρήσει γρηγοροῦντας, ἐπείπερ κατὰ τὸν Ἡσαΐαν >ἔσται δικαιοσύνῃ ἐξωσμένος τὴν ὀσφῦν<. Τέ δὲ τό· >παρελθὼν διακονήσει αὐτοῖς<; καὶ ὅρα, εἰ δύνασαι δύο διακονίας εἰπεῖν, μίαν μέν τὴν ἐν τῷ βίῳ τούτῳ, καθ’ ἣν εἶπεν. >κἀγώ εἰμι ἐν μέσῳ ὑμῶν οὐχ ὡς ὁ ἀνακείμενος, ἀλλ' ὡς ὁ διακονῶν< ἑτέραν δέ, περὶ ἧς νυνί φησιν· >καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὔρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι<

[*](k* — 6 Luk. 22, 27 3f. Jes. 11, 5)[*](2 Διὰ — 4 ὁσφῦν > Κ7 4 αὐτοὺς Κ 2 1 καὶ — 9 ἐκεῖνοι rubr. ΚΚ2)

Δοκεῖ δέ μοι νῦν τοῦ >πιστὸς< καὶ τοῦ >φρόνιμος< ἀκούειν οὔτε ἐπὶ μίαν τῶν ἀρετῶν, πίστιν ἰδίως λεγομένην κατὰ τὴν γραφήν, ἀγαφέροντα τὸ >πιστὸς οὔτε ἐφ’ ἑρέραν τὸ >φρόνιμος< καθὰ πάντως ὁ πιστὸς φρόνι- [*](k* _ 3 vgl. 2 Petr. 1, 5 (?))

264
μός ἐστι καὶ ἀνάπαλιν ὁ φρόνιμος πιστός, τῷ ἀντακολουθεῖν τὰς ἀρετάς. Ἀλλ' ὥσπερ τὸ >φρόνιμος< ὄνομα κεῖταί ποτε οὐ κατὰ τὸν πεπεισμένον ἀρετη τῇ φρονήσει, ἀλλ' εἰς παράστασιν τοῦ ἐντρεχοῦς, ὃν δυνατόν ποτε καὶ φαῦλον εἶναι, καθὸ >ὁ ὅφις ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς<, οὕτω καὶ νῦν ὁ πιστὸς οὐ τέλειος τῷ τὴν πρόθεσιν αὐτῷ νενευκέναι πρὸς τὴν εἰς θεὸν πίστιν· κατà τοῦτο δὲ δυνατὸν μήτε πόντων τὸν πιστὸν φρόνιμον εἶναι, μήτε τὸν φρόνιμον πιστόν. Ὅτι δὲ καὶ κατ' αὐτὰ τὰ θεῖα γράμματά ἐστι φρόνιμος, οὐ πιστὸς δὲ καὶ ὁ οἰκονόμος, ἐντεῦθεν δῆλον· οὐ γὰρ πιστοῦ ἦν τὸ διασκορπίζειν τὰ ὑπάρχοντα τοῦ πλουσίου καὶ τὸ προσκαλέσασθαι ἔκαστον τῶν χρεωφειλετῶν τοῦ γυρίου αὐτοῦ καὶ τὸ χρέος μειοῦν. Καὶ ὅτι μὲν οὐ πιστὸς ἦν, σαφῶς φαίνεται, ὅτι δὲ καὶ κατά τι σημαινόμενον φρόνιμος ἐτύγχανε, δῆλον· ἐπαινεῖ γὰρ ὁ κύριος τὸ ἐντρεχὲς αὐτοῦ, ψέγων αὐτοῦ τὸ ἄπιστον καὶ διὰ τοῦτο λέγων αὐτῷ. >οὐ δυνήσῃ ἔτι οἰκονομεῖν<. Καὶ τάχα ἐν τοῖς πλήθεσιν ἀρκεῖ τισι πρὸς σωτηρίαν ἡ ὡς προείπομεν πίστις, ἐν δὲ τοῖς οἰκονόμοις ἀμφοτέρων χρεία, καὶ τοῦ πιστοῦ καὶ τοῦ φρονίμου· μὴ ὢν γὰρ τοιοῦτος, οὐ δυνήσεται θεωρῆσαι καὶ τὸν καιρὸν τῆς δόσεως τοῦ σιτομετρίου πρὸς τοὺς ὑποχειρίους καὶ τὸ ἁρμόζον ἑκάστῳ. Ἐπεὶ οὖν πολλοί εἰσιν οἰκονόμοι τῶν ἐκκλησιῶν πιστοὶ μέν, οὐ μὴν καὶ φρόνιμοι καί τινες τοὐναντίον, διὰ τοῦτο ἐπαπορητικῶς προὐνέγκατο τὴν φωνὴν ὁ κύριος ὑπὲρ τοῦ τρανότατα ἐμφῆναι τὸ σπάνιον καὶ δυσεύρετον τῶν ἅμα πιστῶν καὶ φρονίμων οἰκονόμων· τόν γε μὴν εὑρεθέντα κατέστησεν ὁ κύριος ἐπὶ τῶν θεραπόντων αὐτοῦ, ὡς καὶ τόν Ἰούδαν ὁ σωτὴρ ἐξελέξατο, οὐκ ἀγνοῶν μὲν τὸ ὕστερον ἀπαντησόμενον, συγχρώμενος δὲ αὐτοῦ τῷ πρὸ τῆς παραβάσεως χρόνῳ καὶ τῇ τότε ὁδευούσῃ ἐπ' ἀρετὴν προαιρέσει εἰς τό τῆς ἀποστολικῆς διακονίας ἔργον. ἔργον. δὲ τὸ ἀποκείμενον ἀγαθὸν τῷ πιστῷ καὶ φρονίμῳ παρὰ τὸ λεγόμενον πρὸς τὸν δεκαπ λασιάσαντα τὴν μνᾶν ἢ πενταπλασιάσαντα. καὶ οὐ θαυμαστόν, ὅπου γε καὶ τῶν παρὰ τούτους διαφερόντων μεῖζον· ὡρισμέναι γὰρ πόλεις τοῖς τὰς μνᾶς ἐπεξεργασαμένοις παραδίδονται, πλήθη δὲ τοῖς τὰ τάλαντα διπλασιάσασιν. Πολλῷ δὲ μεῖξον καὶ τούτων ἐστὶ τὸ μὴ μόνον ἐπὶ πολλῶν καθίστασθαι, ἀλλ' >ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι< τῷ κυρίῳ ὅπερ ἀπόκειται τῷ πιστῷ καὶ φρονίμῳ οἰκονόμῳ, ἄφιον ἑαυτὸν πάντων τῶν ὑπαρχόντων <διὰ > τῆς πίστεως καταστήσαντι. Ζητήσεις δὲ εἰ πλειόνων εὑρισκομένων πιστῶν καὶ φρονίμων ἔκαστον αὐτῶν δυνατὸν >ἐπὶ πᾶσι τοῖς ὑπάρζουσι< τοῦ κυρίου καθίστασθαι. εἰ γὰρ >ἐπὶ πᾶσι<, πῶς ἕτερος χώραν ἔχει ἐπὶ τοῖς δέκα πόλεσι καὶ μᾶλλον εἰς πλείους; διὸ εἰσ προτροπὴν εἰρήσθω.

[*](8f. Gen. 3, 1 18 Luk. 16, 2 32 vgl. Luk. 19, 16. 18 33f., 41 vgl. Luk. 19, 17. 19 34f. vgl. Matth. 25, 21. 23)[*](5 ἀντιακο λουθεῖν Κ 2 τὰς — Schluß > Κ2, da Schluß der Hs. 6 πετεισμένον konj.] πεποιωμένον (?) Κ 25 τρανότατα konj. Κr.] τρανότητα K, τρανότητι konj. KI. 38 διά konj. Kl. Kr. 41 πόλεσι] πολλῷ (?) K)
265

Ἐπειδὴ δὲ τὰ ἐν τῷ εὐαγγελίῳ πρόσωπα ἕξ ἐστι, ῥητέον, ὅτι τὸ ἔν πρόσωπον, τὸ τῆς νύμφης, τέμνεται εἰς δύο, εἰς νύμφην καὶ θυγατέρα ἐν τῷ πρὸς τὴν μητέρα καὶ τὴν πενθερὰν διαμάχεσθαι τὴν αὐτήν· καὶ οὕτως ἀπαντᾷ τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισὶ διαμάχεσθαι. Πρὸς ἀναγωγὴν δέ· ὡς ἐν ἑνὶ οἴκῳ τῷ ἀνθρώπῳ αἱ πέντε αἰδθήσεις, πρὶν μέν ἐλθεῖν αὐταῖς τὸν λόγον, ὁμονοοῦσιν ἐν ταῖς ἡδοναῖς, ἐπιδημήσαντος δ’ αὐτοῦ μερίζονται. δύο μὲν αἱ φιλοσοφώτεραι, ὅρασις, δἰ ἧς ὁρῶντες κόσμον καὶ τὴν τάξιν αὐτοῦ θαυμάζομεν τὸν κτίστην, καὶ ἀκοή, δἰ ἧς μαθητευόμεθα τῷ λόγῳ τοῦ θεοῦ, ἐπὶ τὰς λοιπὰς τρεῖς· γεῦσιν, ὄσφρησιν, ἁφήν, τὰς ἀνδραποδώδεις καὶ οὐ πεφυκυίας πρὸς φιλοσοφίαν, αἱ δέ τρεῖς ἐπὶ τὰς δύο ἀντιπράττουσι μᾶλλον. Τὸ οὖν· >διαμερισθήσεται πατὴρ ἐπὶ υἱῷ < ἐτέρας ἀρχῆς ἀναγνωστέον, οὐκ ἐχόμενα τῶν πρώτων, ὃ ῥητῶς μὲν τὸν τῶν πιστῶν ἀπὸ τῶν ἀπίστων δηλοῖ μερισμόν. Συμβο- λικῶς δὲ >πατὴρχ > νοῦς μερίζεται >ἐπὶ υἱῷ] < μοχθηρῷ λογισμῷ μὴ συγκατατιθέμενος αὐτῷ. >καὶ υἱὸς ἐπὶ πατρί <, ὁ τὸν ἀποθανόντα μὴ θάπτων πατέρα. >μήτηρ ἐπὶ θυγατρί < ψυχὴ τὸν μοχθηρὸν αὐτῆς οὐκ ἀποδεχομένη καρπόν· >θυγάτηρ ἐπὶ μητέρα <, τὴν ὕλην ἡ μηκέτι ἑνουμένη αὐτῇ ψυχή. >πενθερὰ ἐπὶ νύμφην <, ἡ τοῦ νόμου ἀνδρὸς τῆς ὑπ' αὐτῷ ψυχῆς μήτηρ, λέγω δὴ τὸ ἅγιον πνεῦμα, καταλιπὸν τὸν ἐκ περιτομῆς λαόν· >νύμφη ἐπὶ τὴν πενθεράν <, ὁ διὰ τοῦ ἀμαρτάνειν λαὸς χωρισθεὶς τοῦ πνεύματος.

[*](dk*Cδ — 17 vgl. Luk. 9, 59)[*](3 ἐν — εὐαγγ. > dC ἐστι] εἰσι dCK 7 ῥητέον > dC ὅτι] μᾶλλον dC τὸ > Κ 1 6 ἅπαντα d (?) 7 τῷ] τὰ K 9 μέν + γὰρ Κ 1 δ ὅρασις — 11 τοῦ θεοῦ C] ὅρασιν δὴ λέγω καὶ ἀκοὴν dk 11 ἐπὶ] ἔπειτα dC ὅσφρισιν C 12 ἀνδραπ. καὶ > dk οὑ] μὴ dk φιλοσοφ.] σοφίαν d 13 ἀντιπράσσουσι dC 14 ἀφ' ἑτέρας] ἀπὸ πρώ- της dC οὐκ — 22 πνεύματος > Κ 7 15 ὃ > C μὲν + οὖν C 19 ἐννομένη DD 3 (?) 20 ἐπὶ + τὴν K 1 τοῦ + γενομένου C νόμου νομίμου D 4 21 λέγω δὴ] εἴη δ’ ἂν C πνεῦμα + ἀφ' οὖ ἡ τοῦ νόμου γραφή C ἐκ + τῆς Κ 1 22 τὴν > C)[*](12, 58–59 vide Homilia ΧΧΧV.)

Ἕτερον δὲ τέταρτον νοῆσαι τὸν τῆς ἐνανθρωπήσεως χρόνον, καθ' ὃν νύττει καὶ περιορύττει τὸν Ἰσραὴλ καταθερμαίνων αὐτόν, ἵνα ζέοντας [*](d(D*)C (Teil eines aus Orig., Titus, Kyrill und Isidor zusammengesetzten Scholions); vgL dazu Fragm. CXIII zvi Luk. 13, 6 im Anhang Ρ. 283) [*](2 Ἕτερον — νοῆσαι] κοὶ τέταρτον d χρόνον] καιρόν d 3 νύττει — 7 παραβάλλ.] αὐτὸς διὰ τοῦ εὐαγγελίου ἐκήρυξε πᾶσι τὴν τῶν οὐρανῶν βασιλείαν d)

266
τῷ πνεύματι ἀποτελέσῃ. ἐπειδὴ δέ μετὰ τοσαύτας ἀπειλὰς ἔμειναν ἄκαρποι, ἐξεκόπη ἡ συκῆ καὶ ἐνεκεντρίσθη τὰ ἔθνη εἰς τὴν ἐκείνων ῥίζαν — ἔμεινε γὰρ ἡ ῥίζα — ἢ γεωργὸν δεὶ νοῆσαι ἄγγελόν τινα παρὰ θεοῦ προσταχθέντα προΐστασθαι τῆς Ἱερουσαλήμ, ἣ καὶ καὶ συκῇ ἀκάρπῳ παραβάλλεται.

[*](5f. vgl. Rom. 11, 24ff,)

Ἑτέρως ἐστὶ λαβεῖν τὴν τὴν μὲν γυναῖκα εἰς τὴν ἐκκλησίαν, τὴν δὲ ζύμην εἰς τὸ πνεῦμα τὸ ἅγιον, σάτα δὲ τρία σῶμα, πνεῦμα, ψυχήν. Ἀγιάζεται δέ ταῦτα ταῦτα ζύμῃ τοῦ ἁγίου πνεύματος, ὥστε γενέσθαι πρὸς τὸ ἅγιον πνεῦμα ἔν φύραμα, ἵν >ὁλόκληρον ἡμῶν τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ ἀμέμπτως τηρηθείῃ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ <, ὥς φησιν ὁ θεπέσιος Παῦλος.

[*](b*d(D*)k*CV*W*e — 5ff. 1 Thess. 5, 23)[*](2 Ἐτέρως + δέ κ(gg K8 ε) Ἑτέρ. — γυναῖκα] τινὲς δὲ τὴν μὲν γυναῖα λαμβάνουσιν C, (Ὁ δὲ W) Ὠριγένης τὴν μὲν γυναῖκα λαμβάνει bVW (Ὠριγ. > V, weil schon Lemma) 2 Ἐτέρως — 3 ἅγιον ἄλλοι τὴν ζύμην εἰς τὸ Πνεῦμα λαμβάνουσι τὸ ἅγιον, τὴν δὲ γυναῖκα εἰς τὴν ἐκκλησίαν d 3 δὲ + τὰ D 3 σῶμα + καὶ D 3 W ψυχὴ καὶ πνεῦμα d, ψυχὴν καὶ πνεῦμα C, Πνεῦμα καὶ ψυχήν W 4 δὲ γὰρ dW ζύμῃ] ἐπε λεύσει dCW, ἐπιφοιτήσει D 4 ὥστε] ὡς bdk(ggK8 ε )CVW πρὸς — 5 ψύραμα] ἓν φύραμα ταῦτα Πρὸς τὸ ἅγιον πνεῦμα dC 5 ἶν’ — 7 Παῦλος > bkV ἡμῶν > d 6 ψυχὴ + κατὰ τὸν θεῖον ἀπόστο λον d ἀμέμπτως — Schluß καὶ ἑξῆς W 7 ὥς — Παῦλος > d)

Ἀλλ' οὕτω μέν κατὰ τὸ ῥητὸν κελευόμεθα μὴ φίλους καλεῖν καὶ γείτονας, ἀλλὰ >πτωχοὺς καὶ ἀναπήρους, χωλοὺς καὶ τυφλούς<. εἰ δέ μὴ οἰκονομικῶς καὶ ὡς ἐν παραβολαῖς λέγει ταῦτα, ἶνα καὶ οἱ ἀ\κεραιότεροι ὡς ἐγχωρεῖ ὡφελῶνται ταῦτα, καὶ ἀποτρέπει τῶν καθηκόντων. οὐ σοφοῦ γὰρ ἔστι πτωχοὺς μὴ πιστοὺς καλεῖν ἢ φίλους πιστοὺς πτωχοὺς μὴ καλεῖν. Τάχα οὖν μυστικῶς >φίλοι < οἱ χαίροντες λόγῳ τοῖς τῆς ἀληθείας δόγμασιν, >ἀδελφοὶ < οἱ ἔχοντες ἀδελφὰ δόγματα, >συγγενεῖς < οἱ πορρώτεροι μέν, πλησιάζειν δ’ ἡμῖν θέλοντες ἐν δόγμασιν, >γείτονες < [*](4–22 δια λεκτ. + 25 ἄριστον 2 — 28 (=dC) +Kyrill + 22 Καὶ — 27 διαθήκης (= d1 C1) 2–22 διαλεκτ. Κ* ε) [*](2 Ἀλλ' — 3 τυφλούς > dC οὕτω] οὕτε Κ8 ε 4 εἰ — 7 καλεῖν < ke καὶ + μὴ C παραβολῇ C 5 ὡφελοῦνται DD 3 ὡφε λ. ταῦτα] ὁνῶνται αὐτῶν C τῶν > C 6 ἔστι alle Hss ἢ — 7 καλεῖν > d 7 Τάχα — φίλοι] μυστικῶς δὲ τάχα τάχα φίλοι μὲν εἶεν ἂν Κ ε λόγῳ D3 D4] καθ’ ἡμᾶς K ε 8 ἀδε λφοὶ + δέ κε συγγ. + δὲ Κ 1 9 πορρωτέρω δ 4 πορρώτεροι μέν > ke δ’ > ke ἡμῖν + κατὰ ταῦτα κ ε θέλοντες βούλονται Κ 1 ἐν δόγμασιν > κ ε)

267
οἱ μὴ πάντη μακρὰν ἔχοντες τὰ οἱκοδομήματα τῶν ἡμετέρων δογμάτων. Κατὰ κοινοῦ μὲν οὖν >ploysqioyw< ἀκουστέον. ὁ δέ πλουτῶν ἐν οἷς οἴεται ἀληθέσι δόγμασι, κληθεὶς ἐπὶ τὸν ὄντως ἀληθῆ λόγον, ἀντιλέγων τῇ ἀληθείᾳ οἷον ἀντικαλεῖ τὸν διδάσκοντα· ἐπεὶ δέ οὐ >οὐ πολλοὶ< μὲν ἐν ἡμῖν >σοφοί< τινὲς δέ, ζητητέον εἰ καὶ τούτους κλητέον· οἱ μὲν γὰρ ἀκροάσεις καταγγέλλοντες >πλουσίους< καὶ οὐ πτωχοὺς καλοῦσιν, ὁ δὲ πρὸς δόξαν ἀληθῆ διακονῶν τῷ λόγῳ κενοδοξίας ἀπήλλακται. >Κάλει< δὲ >πτωχούς<, φησίν, τοὐτ' ἔστιν ἀπόρους λόγων, ἶνα πλουτήσῃς, >ἀναπήρους< τοῦτ' ἔστιν βεβλαμμένους τὸ φρόνημα, ἵνα ὑγιάσῃς, >χωλοὺς< τοὺς σκάζον- τας τῷ λόγῳ, ἴν ὁρθὰς τροχιὰς ποιῶσι, >τυφλοὺς< τοὺς τὸ θεωρητικὸν μὴ ἔχοντας, ἕνα βλέπωσι τὸ φῶς τὸ ἀληθινόν. Τὸ δέ· >οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι< ἴσον ἐστὶ τῷ. οὐκ ἴσασι πρὸς ἐρώτησιν ἢ ἀπόκρισιν διεξάγειν λόγον καὶ διαλεκτικῶς. Καὶ ἄνθρωπος μέν ἀπὸ φιλανθρωπίας ἀναγορευόμενος ὁ θεὸς καὶ πατὴρ τοῖς μήπω δυναμένοις >φαγεῖν ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ< ὡς ἄνθρωπος δεῖπνον ποιεῖ καὶ μέγα· ὑπερ- βέβηκε γὰρ τὸ ἄριστον. ἄριστον μέν γὰρ οἱ εἰσαγωγικοὶ λόγοι ἢ ἠθικοὶ ἢ τὰ παλαιὰ λόγια, δεῖπνον δέ οἱ ἐν προκοπῇ λόγοι μυστικοὶ ἢ οἱ τῆς νέας διαθήκης. >Ἀνάστασιν< δὲ >δικαίων< ἐνταῦθα λέγει, ἣν Ἰωάννης πρώτην ἐν τῇ Ἀποκαλύψει φησίν.

[*](13f. 1 Kor. 1, 26 23f. Luk. 14, 15 25ff. vgl. Orig. Comm. in Matth. tom. XVII, 15 (IV, 120, 13ff. Lomm.) : τὸ δὲ ἡτοιμασμένον ἄριστον . . . οἱ στερεαὶ ἦσαν καὶ λογικοὶ τῶν μυστηρίων τοῦ θεοῦ τραφαί; Comm. iu Joh, XXXII, 2 (S. 426, 9ff. Preuschen) 27f. Apok. 20, 5)[*](10 πάντα κε ἔχοντ.] ἀπέχοντες D4 ἔχ. — οἰκοδομ. >Kε 10/11 + ἐσκηνωμένοι Κ 8 ε, ἐσκηνόμενοι K, ἐξησκημένοι Κ 1 11 μὲν οὖν δὲ kε, + τὸ kCε οὗν > D4 ὁ δὲ — 14 κλητέον > kε 14 τούτοις D γὰρ] οὖν kε 15 οὐ > C 17 φησίν > κε ἀπείρους κε πλουτίσῃ kε 18 ὑγιάσῃ kε 19 ἵνα kε ~ τροχ. ὁρθ. D4 21 ἢ] κοὶ C 22 ἐξάγειν D καὶ > C 25 γὰρ] οὖν dC 26 τὰ παλαιὰ λόγια οἱ τῆς παλαιᾶς d 1 μυστικοὶ > d1 27 διαθήκης > d 1 Ἀνάστασιν — 28 φησίν > d1 C1)

Ἐκλήθησαν μέν ὡς ἐντρεχεῖς ἀπὸ φύσεως, τρισὶ δὲ τρόποις ἀποπίπτουσι τῆς κλήσεως, φαντασίᾳ δογμάτων κρεισσόνων νοητῶν, διώξει αἰσθητῶν καὶ οὐ νοητῶν, φιληδονίᾳ. Οἱ μὲν μὲν γὰρ ἀγρὸν ἀγοράσαντές εἰσιν, οἳ καὶ παραιτοῦνται τὸ δεῖπνον, οἱ παραλαβόντες δόγματα ἕτερα τῆς θειότητος πολλὴν ἔχοντα πιθανότητα καὶ ποικιλίαν τοῦ λόγου, οἴ καὶ καταφρονοῦσι τοῦ ἀγροῦ, τοῦ ἔχοντος ἐν ἑαυτῷ >θησαυρὸν< καὶ [*](δεμ (Statt 2 — 5 δεῖπνον, 6 οἳ — 11 πέντε u. 13 οὐδ’ — 19 φιλόθ. in δ andere Texte) — 7 vgl. Matth. 13, 44) [*](2 Ἐκλήθ. — φύσεως > kmεμ μὲν + οὖν C τρισὶ δὲ] ἀπλῶς δὲ τρισὶ εμ 2/3 ἀποπίπτ. + τινες εμ 3 νοητῶν > kmεμ 4 οὐ νοητῶν > kmεμ 5 τὸ δεῖπνον > D3 6 τῆς θειότητος] παρὰ τὰ θεῖο δ, τῆς θεό- τητος kmεμ ἔχοντα + τὴν kε καὶ + τὴν kε 7 θησαυρὸν] ἀγρὸν ε(Κ8?) καὶ2 > C)

268
δυνάμεις. Ὁ ὖν μὴ ἰδὼν μηδὲ δοκιμάσας ὃν ἐκτᾶτο λόγον, διὰ τὸ προειλῆφθαι ἐξ ἀνάγκης καὶ οὐχ ἑκουσίως, ἐξέρχεται ἐκ τοῦ δείπνου καὶ τοῦ κεκληκότος, τάχα δὲ καὶ ἑαυτοῦ. Τὸ δέ· >ἐρωτῶ σε< φασίν, ὡς λόγῳ μόνῳ αἰδούμενοι τὸν κεκληκότα. Ὁ δὲ ζεύγη βοῶν ἀγοράσας πέντε οὖτός ἐστιν ὁ τῆς νοητῆς καταφρονῶν φύσεως, περὶ δὲ τὰ αἰσθητὰ καταφιλοσοφῶν, οὐδ’ οὗτος ἐδοκίμασεν ἐξ ἀρχῆς ἃ ἐώνηται· εἰ οὖν ὁ ἀριθμὸς ἐπὶ ὓλης τάσσεται, οὗτος τὰ ὑλικὰ ἐτίμα. Διὸ καὶ οὗτος παρᾐτηται τὸ νοητὸν δεῖπνον. ὅθεν καὶ ἔν τισιν ἀντὶ τοῦ· >ἐρωτῶ σε< >καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν κεῖται. οἱ γὰρ αἱρῶντες τὰ αἰσθητά φασι μὴ ἀσώματον καταλαβεῖν. Ὁ δὲ ἔτερός ἐστιν, ὁ εἴπών. γυναῖκα >γυναῖκα ἔγημα<, ὁ δοκῶν εὑρηκέναι σοφίαν καὶ ταύτης κοινωνήσας παραιτούμενος τὴν αληθῆ ἢ ὁ τῇ σαρκὶ ἑνούμενος, >φιλήδονος μᾶλλον ἢ φιλόθεος<.

[*](19 2 Tim. 3, 4)[*](8 ἐκτᾶτο] ἐκτήσατο ε(Κ8 ?), ἐκ τοῦτο Μ 8/9 προει ληφέναι K 9 καὶ 2 + ἐκ μ 10 Τὸ] ὁ μ φησίν εμ 11 αἰδούμενος εμ 12 τῆς — φύσ.] τῶν νοητῶν δ νοητῆς > Μ φύσ.] φήσεως ε(Κ8?) περὶ δὲ] κοὶ περὶ δ τὰ > μ 12/13 καταφιλ.] φιλοχωρῶν εμ, τὸ ὑλικὰ φιλο- σοφῶν δ 13 ἐώνηνται Κ8 ε οὖν > ε(Κ8?) 14 ὕλας ε(Κ8?) τάσσεται + καὶ εἴδους μ ἐτίμασε ε(Κ8?) τὸ] τὸν KM 14/15 τὸ νοητὸν δεῖπνον παρᾐτ. εμ 15 ὅθεν — 17 καταλαβεῖν > ε(Κ8?) ὅδεν — ἁντὶ] ἀντὶ δὲ C σε + ἔν τισι κεῖται C 15/16 ~ ἐλθεῖν οὐ δύν. C 16 κεῖται > C αἱρῶντες] ὁρῶντες εμ, ἐρῶντες δ, ἐρωτῶντες D4 17 ἔγημα + καὶ D4 18 ταύτῃ Κ κοινωνήσει ε(Κ8?) κοινων. + καὶ mμ παραιτεῖσθαι D3 19 φιλόθεος + Τὸ μὲν οὖν ὁλοσχερὲς τῆς παραβολῆς οὕτως. Ἐκλάβοις δὲ καὶ ἄλλως τὰ κατὰ τὸν τόπον. Ὅσον ἄνθρωποί ἐσμεν κτλ. [aus Comm. in Matth. tom. XVII (IV, 126, 17ff. Lomm.)])

Ὁ πύργος ἀνάστημα ἔχων καὶ δίαρμα καὶ ὕφος εἴη ἂν ὁ περὶ θεοῦ λόγος. αἰνίτεται οὖν διὰ τῆς παραβολῆς, ὅτι μέλλων θεολογεῖν σκόπησον εἰ δύνασαι ἀρξάμενος. Πάντα ἀπαιτεῖ ὁ λόγος εἰς θεολογίαν τελειῶσαι, ἕνα μὴ ἀρξάμενος τῶν τῆς θεοσεβείας δογμάτων ἀτελῆ καταλίῃς τὸν περὶ θεοῦ λόγον καὶ στεφάνην αὐτῷ μὴ ἐποικοδομήσῃς. εἰ γὰρ στεφάνην οὐκ ἐπῳκοδόμησεν, πεσεῖταί τις ἀπὸ τοῦ πύργου καὶ ἀποθανεῖται.

[*](W*)

Νοήσεις δέ καὶ οὕτως τὸ ἐπιθυμεῖν κορεσθῆναι τὸν ἄσωτον ἐκ τῶν κερατίων. Ἡ λογικὴ φύσις ἐν ἀλογίᾳ γενομένη ἐπιθυμεῖ, κἂν μὴ ἐν [*](κ* m* μ) [*](2 τὸ — 3 κερατίων > k 3 Ἡ > k γενομένη] οὖσα k)

269
κρείττοσι λόγοις, ἐν ὁποίοις γοῦν καταντῆσαι. Ἐπεὶ δὲ τὰ κεράτια γλυκάζει μὲν καὶ πιαίνει τὸ σῶμα, τῷ δὲ σκυβάλῳ οὐ δίδωσιν ὁδόν, εἶεν ἂν ταῦτα φιλοΰλων καὶ φιλοσωμάτων λόγοι πιθανοί, τὴν ἡδονὴν λεγόντων ἀγαθόν, >κνηθομένων τὴν ἀκοὴν καὶ ἐπὶ τοὺς μύθους ἐκτρεπομένων >Καὶ οὐδεὶς ἐσίδου οὐ παραδιδόασιν οἱ φαῦλοι, ἶνα μὴ ἐλέγχωνται. Ἄλλως τε οἱ τῶν ἐΜεν λόγοι ἄτροφοι καὶ τὸ χωρητικὸν καὶ ἀναδοτικὸν τῶν λογικῶν τροφῶν ἐμπλῆσαι οὐ δύνανται.

[*](4f. vgl. Ambros. in Lucam VII, 217 (S. 379, 21—25 Schenkl): qui aptior . . . cibus quam is. qui siliquae modo intus inanis, foris mollis est, quo corpus non reficitur, sed impletur, ut sit magis oneri quam usui ?; b: ἡ τούτων γεῦσις γλυκεῖά ἐστι, κατ᾿ αὐτὸ δὲ καὶ τραχεῖα 7f. 2 Tim. 4, 3)[*](4 λόγοις + κἂν k γοῦν] οὖν k καταντῆσαι] γενέσθαι k 5 μὲν κοὶ > k)

Καταλιὼν τὰ οὐράνια προσέθηκα τὸ ἀσεβῆσαι πρός σε· τὴν ἀνθρωπίνην ἀθλιότητα ἀθλιότητα δείκνυσιν ὁ λόγος ἱστορικῶς διηγούμενος τὴν ἀποφοίτησιν αὐτοῦ καὶ τὴν ἀτοπίαν. Οὐ πρότερον δὲ αὐτὸν ἐπανάγει πρὸς τὴν ἐξ ἀρχῆς εὐκληρίαν, πρὶν αἴσθησιν αὐτὸν τῆς παρούσης λαβεῖν συμφορᾶς καὶ εἰς ἑαυτὸν ἐλθεῖν καὶ μελετῆσαι τὰ τῆς μεταμελείας ῥήματα· φησὶ γὰρ >ἥμαρτον< καὶ τὰ ἑξῆς, οὐκ ἂν προσθεὶς τῇ ἐξομολογήσει τὴν > εἰς τὸν οὐρανὸν< ἁμαρτίαν, μὴ πεπεισμένος ἑαυτοῦ πατρίδα εἷναι τὸν οὐρανόν, ἃν καταλιπὼν ἐπλημμέλησεν. Διὰ τοῦτο καὶ εὐπρόσιτον αὐτῷ τὸν πατέρα ἡ μελέτη τῆς τοιαύτης ἐξομολογήσεως ἀπεργάζεται ὥστε καὶ προδραμεῖν αὐτῷ καὶ φιλήματι τὸν τράχηλον δεξιώσασθαι.

[*](b*(fehlt in β) — 7/8 τῇ . . . ἁμαρτίᾳ Β1)

Εἰ δὲ χρὴ τὸν τόπον καὶ ὑψη λότερον θεωρῆσαι, προκατάρχεται λόγων ἠθικῶν μὲν οἷον τροφῆς ἐν τῷ >φαγόντες<, ἐποπτικῶν δὲ οἷον ποτοῦ ἐν τῷ >εὐφρανθῶμεν<· >οἶνος< γὰρ >ἀρχὴ εὐφρονύνης< ὡς γέγραπται.

[*](k*ε — 4 vgl. Ps. 103 (104), 15)

Tὸ τῆς >συμφωνίας< ἄνομα κυρίως τάσσεται ἐπὶ τῶν κατὰ μουσικὴν ἐν φωναῖς ἁρμονιῶν· καὶ εἰσί γε παρὰ τοῖς μουσικοῖς φθόγγοι φθόγγοις σύμφωνοι καὶ ἄλλοις διάφωνοι. Οἶδε δὲ καὶ ἡ εὐαγγελικὴ γραφὴ τὸ ὄνομα ἐπὶ τῶν κατὰ μουσικὴν ἁρμονιῶν τεταγμένον, ὡς ἐνταῦθα. Ἀλλὰ καὶ ἐν τῇ τοῦ Δανιὴλ βίβλῳ ἀναγέγραπται κελεύων ὁ Ναβουχοδονοσόρ, ἡνίκα ἂν ἀκούσωσιν οἱ ἠθροισμένοι >τῆς φωνῆς τῆς σάλπιγγος, συριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, [*](W* — 6ff. Dan. 3, 5 — 5 ἁρμονιῶν konj. > W 6 Ναβοχοδονόσαρ W1)

270
πίπτοντας προσκυνεῖν τῇ εἰκόνι τῇ χρυσῇ <. >Ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβον<. ὑγιαίνοντα ὡς ἀποβαλόντα τὴν νόσον διὰ τῆς μετανοίας.

Μία κεραία οὐ παρ’ Ἕλλησι μόνον ἐστὶ τὸ ἰῶτα, ἀλλὰ καὶ παρ᾿ Ἑβραίοις τὸ παρ᾿ αὐτοῖς καλούμενον ἰώθ. Δύναται δὲ τὸ >ἰῶτα ἕν ἢ μία κεραία< συμβολικῶς λέγεσθαι ὁ Ἰησοῦς, ἐπείπερ ἡ ἀρχὴ τοῦ ὁνόματος αὐτοῦ οὐ παρ' Ἕλλησι μόνον, ἀλλὰ καὶ παρ’ Ἑβραίοις ἀπὸ τοῦ ἱὼθ γράφεται. καὶ ἔστιν οὕτως τὸ >ἰῶτα ἔν ἢ μία κεραία< ὁ Ἰησοῦς, ὁ λόγος θεοῦ ἐν τῷ νόμῳ, οὐ παρερχόμενος αὐτόν, >ἕως ἂν πάντα γένηται<, καὶ οὐχὶ πίπτων· πίπτει γὰρ ἐπὶ σωτηρίᾳ, ἵνα >καρπὸν πολὺν < φέρῃ, ἀλλὰ πίπτων εὐκοπωτέρου ὄντος >τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν< ἢ περὶ τοῦτον ἐν τῷ νόμῳ τυγχάνοτα >μίαν κεραίαν <· >πεσὼν < δὲ >εἰς τὴν γῆν< ἀπέθανεν, ἵνα πλείονα καρπὸν φέρῃ, οὐ νικηθείς, ἀλλὰ >ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ<.

[*](d(D*)K*Cε — 4, 7, 8 Matth. 5, 18 9, 11f. Joh. 12, 24 12f. Phil. 2, 8)[*](3 Μία] ἔτι μία κε ὅτι Κ1) τὸ > Κε(ggK7) 4 ~ xαλ. παρ’ αὐτ. Κ1 ἒν — κεραία > κε 5 ὁ > κε 6 οὐ . . . . μόνον, ἀλλὰ καὶ] καὶ . . . καὶ κε μόνον + ἐστὶ τὸ ἱῶτα D3 γράφεσθαι C 7 καὶ — οὕτως] ἔστι τοίνυν κε τὸ — Ἰησοῦς > κε 7 ~ ὁ2 — θεοῦ nach 8 νόμῳ κε 8 οὐ] μὴ κε αὐτὸν + μηδὲ πρότερον Πίπτων κε καὶ — 12 ἀπέθανεν] τότε δὲ πίπτων κε 10 ὄντος + τοῦ CD 3 τοῦτον] τοῦ τὸν C 13 σταυρῶν K(?)ε)