Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
’H αὐτή ἐστι τῇ ἐν τῷ Ματθαίῳ προσευχῇ, διὸ καὶ ἐπιτομώτερον ἐνταῦθα ἴρηται. ἢ βέλτιον διαφόρους νομίξεσθι τὰς προσευχάς, κοινά τινα ἐχούσας μέρη. Τότε δὲ >γινεται τὸ θέλημα< τοῦ θεοῦ >ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς<, ὅταν μηδὲν πράττωμεν παρὰ τὸ θέλημα αὐτοῦ. Πῶς δὲ ὁ εἰπὼν δεῖν αἰτεῖν οὐράνια καὶ μεγάλα περὶ ἄρτου αἰτεῖν κελεύει; >ἄρτον< οὖν τὸ ἀληθινὸν νοητέον καὶ πνευματικόν.
[*](W* — 1ff. Matth. 6, 9ff. 3f. Matth. 6, 10 4f. Matth. 6, 11; Luk. 11. 3 5 vgl. Resch a. a. O. (vgl. Fragm. XL))Οἶμαι δέ, ὅτι οὐδεὶς ἂν λέγοι τῷ θεῷ τὸ >πάτερ<, μὴ πεπληρωμένος τοῦ τῆς >υἱοθεσίας πνεύματος<, καὶ υἱὸς δοξάζων πατέρα λέγοι ἂν >πά- τερ<, φυλάξας δὲ καὶ τὴν ἐντολὴν τὴν λέγουσαν. >ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, προσεύχεσθε ὑπέρ τῶν διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὑρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκοθς<. Ἔτι γεννᾶταί τις ἐκ τοῦ θεοῦ >ποιῶν δικαιοσύνην<· καὶ γεννώμενος λέγοι ἂν >σπέρμα ἐν ἑαυτῷ< τοῦ θεοῦ λαβών, διὰ τὸ >μηκέτι δύνασθαι ἁμαρτάνειν<, τὸ >πάτερ<. Ἔτι γεννᾶταί τις ἐκ θεοῦ, οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος, καθὰ γέγραπται· φησὶ γὰρ Ἰωάννης. >ὅσοι δέ ἒλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδέ ἐκ θελήματος σαρκὸς οὐδέ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν<. Τοῦτο δέ φησιν οὐκ εἰς φύσιν ἡμᾶς ἀνάγων θεοῦ, ἀλλὰ χάριτος μεταδιδοὺς καὶ τὸ ἑαυτοῦ ἀξίωμα ἡμῖν χαριζόμενος. Λέγει γὰρ ἡμᾶς καλεῖν πατέρα τὸν θεόν. Εἶτα Ματθαῖος μὲν ἐπιφέρει τῷ. >πάτερ ἡμῶν< τό· >ἐν τοῖς οὐρανοῖς< ἃτε περὶ βασιλείας διαλε- γόμενος οὐρανῶν καὶ πάντας τοὺς παρόντας διδάσκειν διηγούμενος τὸν σωτῆρα μετὰ τοὺς μακαρισμοὺς καὶ τὸν περὶ τῆς προσευχῆς λόγον. Δουκᾶς δὲ περὶ βασιλείας διδάσκων θεοῦ ἐν ὅλῳ τῷ κατ' αὐτὸν εὐαγ- [*](ε — 3 öm. 8, 15; vgl. Joh. 17, 1 4f. Matth. 5, 44. 45 8 1 Joh. 2, 29 8f. 1 Joh. 3, 9 11 ff. Joh. 1, 12. 13 17 Matth. 6, 9) [*](Vor 2 Οἶμαι] ἀρκεῖ ὁ μὴ ἐν τόπῳ νοούμενος πατήρ· διὸ καὶ ἰδίᾳ τοῖς μαθηταῖς ὡς ἡψη λοτέροις τῶν λοιπῶν εἰσάγει τὸν Χριστὸν ὑφηγούμενον τὸν τῆς εὐχῆς λό- γον dC (= Ζ. 17 — 18) 2 Οἶμοι — πάτερ] οὐδεὶς δὲ δύναται τῷ θεῷ λέγειν >πάτερ< dC ἂν > ε ~ λέγοι ἂν V μὴ] εἰ μὴ dC πεπλ. + εἴη dC 3 πνεύμ. + χαρίσματος V καὶ — 14 ἐγενν. > dC 4 καὶ > Κ6 ε ἐντολ. — λέλ.] λέγ. ἐντολήν KV 6 τοῦ > V ὅτι — 14 εγενν. > kε 7 Ἔτι — 14 ἐγενν. nach 16 θεόν C 9 διὰ τὸ] διὸ ὅτι V δύναται V 10 Ἔτι — 14 ἐγενν. > V 14 Τοῦτο — 1 6 θεόν > kVε 1 6 Λέγει — θεόν > d Εἶτα — 24 > dkCε (17–18 vgl. dC im App. zu Ζ. 2))
Ἤ τάχα, εἰ ἡ >θεὸς< ὀνομασία ὑπὸ τῶν ἀποπιπτόντων τῆς ἀληθείας τάσσεται ἐπὶ τῶν γλυπτῶν καὶ τῶν δαιμονίων ἢ καὶ >τῆς κτίσεως παρὰ τὸν κτίσαντα<, οὐδέπω >ἡγιάσθη τὸ ὄνομα< τοῦ θεοῦ οὐδὲ κεχώρισται, ὧν χρὴ αὐτὸν κεχωρίσθαι. Διδάσκει οὖν ἡμᾶς εὔχεσθαι τάχιον τὸ χρηστὸν γενέσθαι τέλος, ἶνα ἐφαρμοσθῇ τῷ κυρίῳ ὡς >μόνῳ ἀληθινῷ θεῷ< ἡ >θεὸς< προσηγορία. Σαφῶς δὲ ταύτῃ τῇ ἐκδοχῇ ἐφαρ- μόζειν δυνάμεθα καὶ τὸ ἐξῆς· ποῖον δὴ τοῦτο; >ἑλθέτω ἡ βασιλεία σου<.
[*](k* — 2f. Rom. 1, 25 5f. Joh. 17, 3 — 1 εἰ] quia o)Μηκέτι κατ' ἐμοῦ >βασιλευέτω ὁ θάνατος<, μηδ’ ἀγέτω με δἰ ἁμαρτίας αἰχμάλωτον, ἀλλ' >ἐλθέτω ἐπ' ἐμὲ ἡ βασιλεία σου<, ἵνα εἰς τὸ μὴ ὂν ὑποχωρήσῃ τὰ νῦν κρατοῦντα καὶ βασιλεύοντα πάθη. ταῦτα δ’ ἄν τις αἰτοίῃ καὶ ἐπὶ τῆς καθ' ἔνα γενομένης βασιλείας.
[*](d(D*)C — 2 Rom. 6, 12 2f. vgl. Rom. 7. 23)[*](2 Μηκέτι] ἐλθέτω ἐπ’ ἐμὲ ἡ βασιλεία σου κοὶ μηκέτι d 4 ταῦτα — 5 βασιλ. > d)>Ἐλθέτω ἡ βασιλεία σου<, ἶνα καταργηθῇ μὲν >πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις<, ἔτι δὲ καὶ πᾶσα βασιλεία τοῦ κόσμου, καὶ ἡ βασιλεύουσα ἐν τοῖς θνητοῖς ἡμῶν σώμασιν ἀμαρτία, πόντων δὲ τούτων βασιλεύσῃ ὁ θεός.
[*](k*V — If. 1 Kor. 15. 24 2 vgl. Matth. 4, 8 2f. vgl. öm. 6, 12)[*](2 κοὶ + πᾶσα V 4 βασιλεύσει V)Ἐπεὶ δέ οἱ ἀπὸ Μαρκίωνος ἔχουσι τὴν λέξιν οὕτως· >τὸν ἄρτον σου τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν<, ἐπαπορήσωμεν αὐτοῖς, ἀλληγορίας καὶ ἀναγωγὰς φεύγουσιν· τίς ἐστιν ὁ ἄρτος τοῦ θεοῦ; Εἰ μὲν γὰρ, ὡς ἀποδεδώκαμεν, διηγήσονται, δηλονότι ἀλληγοροῦσιν. εἰ δὲ τὸν σωματικὸν ἄρτον ὑπολήψονται, πῶς οὗτος τοῦ κατ' αὐτούς ἐστιν ἀγαθοῦ; ἀναγκαίως δὲ καὶ τὸ >καθ' ἡμέραν< πρόσκειται. Οἱονεὶ γὰρ ἐπισκευαστή ἐστιν ἡμῶν ἡ ζωὴ ἡ ἀληθινή, ἶνα κατὰ θεὸν ζήσῃ >ὁ ἔσω ἄνθρωπος<.
[*](κ*V* ε — 8 vgl. öm. 7, 22; 2 Kor. 4, 16)[*](2 Ἐπεὶ — 6 ἀγαθοῦ > Κ8 ε Ἐπεὶ δὲ] ἐπειδὴ V 3 ἐπιούσιον] ἐπίον σου Κ6 αὐτούς V 5 δῆλον ὅτι V 8 ~ — ἡμῶν ἐστιν K ἡ ἀληθινὴ ζωή V)Ἐμφαντικώτερον δὲ τὸ >καθ' ἡμέραν< τοῦ παρὰ Ματθαίῳ >σήμερον<.
[*]([Fortgesetzt in Fragm. LXXXVIII (p. 275)])[*](d (D: Ὠριγ. καὶ Κυρ.) C (vorher Kyrill: Ἐπιούσιον δὲ expl. καθεστηκότων dC))Τὸ μὲν οὖν· >τίς ἐξ ὑμῶν< πρὸς τοὺς μαθητὰς λέγεται, τὸ δέ· >ἕξει φίλον<, ἴνα εἴπῃ τὸν θεὸν φίλον τυγχάνοντα τοῖς ἁγίοις, ὡς τῷ Μωϋσῇ καὶ τῷ Ἀβραάμ. τάχα δὲ καὶ >μεσονύκτιον< ὁ >συνεσταλμένος< οὗτός ἐστι >καιρὸς< τοῦ βίου, ὅτε ὁ ὀλοθρευτὴς εἰσέρχεται εἰς πᾶσαν οἰκίαν τῆς ἐν κόσμῳ Αἰγύπτου, ἔνθα μὴ κέχρισται ἡ φλιὰ τῶν θυρῶν τῷ τοῦ Χριστοῦ αἴματι. Αἰτεῖ μαθητὴς τὸν φίλον >τρεῖς ἄρτους<, βοθλόμενοσ θρέψαι τῇ περὶ τῆς τριάδος θεολογίᾳ τὸν γινόμενον πρὸς αὐτὸν ἀπὸ τῆς ὁδοῦ, καθά φησιν· >ἐκτὸς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν<. Ἀλλὰ πῶς ἔσωθεν ἀποκρίνεται ὁ φίλος λέγων· >μή μοι κόπους πάρεχε< Ζητήσεις δέ, μήποτε >οἱ κοπιῶντες καὶ πεφορτισμένοι< τοὺς ἑαυτῶν κόπους παρέχομεν τῷ σωτῆρι, διὸ >τὰς ἀσθενείας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται<· ἢ ὥσπερ τῷδε μὲν ὑπνοῖ ὁ θεός, ἄλλῳ δὲ ἁμαρτάνοντι ὁργίξεσθαι λέγεται, οὕτω καὶ κόπους ἔχειν ἀπὸ τοῦ παρέχοντος αὐτῷ.
[*](δε (in dC nach 10 οὐδέν und 15 e. Schol. v. Severus v. Αntioch.) 4f. vgl. Jak. 2, 23; Weish. Sal. 7, 27 5f. 1 Kor. 7, 29 6ff. vgl. Exod. 12, 29 10 Joh. 15, 5 12 Matth. 11, 28 13 Jes. 53, 4; vgl. Matth. 8, 17)[*](3 οὖν > V 4 ἵνα — θεὸν] τὸν θεόν φησιν d ὡς — 5 Ἀβρ. > dC Μωσῆ Κ8 ε, Μωυσεῖ V 5 Τάχα — μεσον.] μεσονύκτιον δὲ d ὁ > ε ~ ἐστὶν οὗτος CV 6 ὅτε] ὅτι Κ8 ε ὅτε — 8 αἵματι > dC 7 κέχρησται ε, κέχριται V τῶν θυρῶν V > kε 8 ἄρτους + τὴν εἰς πατέρα καὶ υἱὸν καὶ ἄγιον πνεῦμα πίστιν dC(= Sever.? ) 9 τῆς 1 δ > ε γενόμενον Κ8 ε 10 καθά — οὐδέν > d καθὰ + γὰρ V δύνασθαι Cε ποιῆσαι ε 10/11 ~ ἀποκρ. ἔσ. kε 11 κόπον ε παρέχετε Κ6 Ζητήσεις δὲ > d 12 παρέχωσι ε, παρέχομεν CDD3 Vδ 13 διὸ + καὶ C διὸ] αὐτὸς γὰρ d καὶ — 14 λέγεται >d 13/14 ἢ ὥσπερ] ὥσπερ γὰρ C 14 μὲν] μὴ Κ8 μὲν] μὴ forte μὲν ε 15 οὕτω] διὸ d κόπον ε αὐτῷ] αὐτόν dC + λέγεται d)Πλὴν ἀληθοῦς οὔσης τῆς τοῦ σωτῆρος θέσεως λεγούσης. >αἰτεῖτε καὶ δοθήσεται ὑμῖν<, ἣν καὶ πιστοῦται διὰ τοῦ φάναι. >πᾶς ὁ αἰτῶν λαμβάνει<, ζητήσαι ἄν τις, πῶς τινες εὐχόμενοι οὐκ ἀκούονται. Πρὸς ὃ λεκτέον, ὅτι ὁ ὁδῷ τῇ ἀκολούθῳ ἐπὶ τὸ αἰτεῖν ἐρχόμενος, οὐδέν παραλέιψας τῶν συντελούτων πρὸς τὸ τυχεῖν τῶν σπουδαζομένων, πάντως λήψεται, ὃ παρεκάλεσε δοθῆναι αὐτῷ· εἰ δέ τις ἔξω χωρήσας τοῦ σκοποῦ τῆς παραδοθείσης αἰτήσεως δόξει αἰτεῖν, οὐκ αἰτῶν ὃν δεῖ τρόπον, οὐδ’ ὅλως αἰτεῖ· διὸ μὴ λαμβάνοντος αὐτοῦ οὐ ψευδοποιεῖται τό· >πᾶς ὁ αἰτῶν λαμβάνει>. Καὶ γὰρ διδασκάλου λέγοντος· πᾶς ὁ προσιών μοι [*](k* — 9f. Luk. 11, 10; Matth. 7, 8 — 5 ὁ > Κ4 Κ6)
Σὺ δὲ ὅρα, εἰ >ἄρτος< μέν ἡ ἀναγκαία τῆς ψυχῆς ἐν γνώσει τροφή, ἧς ἄνευ οὔκ ἐστι σώζεσθαι, οἶον ὁ περὶ τοῦ πῶς βιωτέον ἀκριβὴς λόγος, >ἰχθὺς< δέ ἢ οἶον ὄψον φιλομάθεια, οἶον τὸ >εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων< καὶ ὅσα ἐξὴς ἡ Σοφία καταλέγει. Οὔτε οὖν ἀντὶ ἄρτου λίθον δίδωσιν ὁ θεός, ὃν ὁ διόβολος ἐβούλετο ὑπὸ Ἰησοῦ ἐσθίεσθαι, οὔτε >ἀντὶ ἰχθύος ὄφιν< ὃν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθύας ἐσθίειν Αἰθίοπες — ἐκεῖ γάρ φησιν ὁ ψαλμός. >σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος, ἔδωκας αὐτὸν βρῶμα μαοῖς τοῖς Αἰθίοψιν< — οὔτε ἁπλῶς ἀντὶ τοῦ τροφίμου καὶ ὡφελοῦντος τὰ ἄβρωτα καὶ βλάπτοντα.
[*](Κ* ε — 4ff. Weish. Sal. 7, 17f. 7 vgl. Luk. 4, 3ff. 9 Ps. 73 (74), 13. 14)[*](5 καὶ2 > Κ6 6 οὔτε] οὕτως (Κ8)ε λίθον + οὐ (Κ8)ε 9 ψαλμωδός Κ 8)ε 11 τοῦ > (Κ8) ε βλάπτ. + quod refertur ad scorpionem et οvum o)Τέ ἐστι τὸ >διέρχεσθαι τὸ πνεῦμα< τὸ πονηρὸν >δἰ' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκον<; Ἄνυδροι τόποι ὑπῆρχον οἱ ἐξ ἐθνῶν τὸ πρότερον, νυνὶ δέ πεπλήρωνται ὕδατος Μου καὶ οὐκέτι παρέχουσιν ἀνάπαυσιν αὐτῷ. ποιεῖται τοίνυν ἐπιστροφὴν πρὸς τὸ πρότερον αὐτοῦ [*](b*d(D*)k*CV*W*Y*) [*](3 Τί — 4 εὑρίσκ. > dCY τὸ2 — πονηρὸν] τὸ ἀκάθαρτον πνεῦμα W 4 εὑρίσκων β, εὑρίσκειν kV ὑπῆρχον dkCV > bWY 5 τὸ > D3 πεπλήρωται β, Πεπληρωμένοι D 3 καὶ — 6 αὐτῷ > d παρέχουσαν Β1 ΚWYβ 6 αὐτῷ k] αὐτοῖς bCVWY Πεποίηται d ὑποστροφὴν Β1)
Μοδίῳ μὲν γὰρ σιτομετρείσθωσαν ὑπὸ τοῦ >πιστοῦ καὶ φρονίμου οἰκο- νόμου< οἱ σύνδουλοι, βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύχνου ἐπικειμένου 6 τῇ λυχνίᾳ καὶ εἰς φανερὸν διὰ λόγου προσαγομένου >οἱ ἐν τῇ οἰκίᾳ πάντες<, τοῦτ' ἔστιν οἱ ἐν τῇ ἐκκλησίᾳ. Ἀλλ' οὑδὲ >ὐπὸ τὴν κλίνην< τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς >σκεύους ὑποκάτω<· τοῦτο γὰρ ὁ ποιῶν οὐ προνεῖται τῶν εἰσπορευομένων εἰς τὴν οἰκίαν.
[*](k* (viberliefert auch als Teil des Fragm. XI zu Liik. 8, 16) — 3 Luk. 12, 42 5f. Matth. 5, 15 6 Mark. 4, 21 7 Luk. 8, 16)Δοκεῖ γάρ μοι ἐν τῷ. >ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὁφθαλμός< τοιοῦτόν τι ἀποφαίνεσθαι. τὸ διορατικὸν ἐν τῇ ὅλη ψυχῇ, ἐν τῷ ὅλῳ ἀνθρώπῳ ὁ νοῦς ἐστιν. Ἵνα δέ τούτου ἐπιμέλειαν ποιώμεθα, εἴρηται τό· >ἔστωσαν ὑμῖν οἱ λύχνοι καιόμενοι<· οἱονεὶ γὰρ ἅπτομεν τὸν ἐν ἡμῖν λύχνον, ἐπιμέλειαν τῆς ἐν νοητικῆς νοητικῆς δυνάμεως ποιούμενοι. Τοιοῦτόν ἐστι καὶ τό· >οὐδεὶς λύχνον ἅψας εἰς τὴν κρυπτὴν τίθησιν, ἀλλ' ἐπὶ τὴν λυχνίαν<· ἅπτουσι γὰρ λύχνον οἷς μέλει σοφίας καὶ λόγου καὶ τῆς περὶ τὰ θεῖα γυμωασίας, ἶνα γένωνται τέλειοι, οὐκ ἄλλως ἐγγινομένης τῆς τελειότητός τινι ἢ ἐκ τῆς κατὰ τὰ θεῖα αἰσθητήρια καὶ νοητὰ γυμνασίας, ὅπερ σαφές ἐποίει Παῦλος λέγων· >τελειων δέ ἐστιν ἡ στερεὰ τροφὴ τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόνυτων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ<· οὖτοί εἰσιν οἷς δύναται λαλεῖσθαι ἡ τοῖς τελείοις λαλουμένη σοφία, περὶ ἧς φησιν· >σοφίαν δέ λαλοῦμεν ἐν τοῖς τελείοις< Ὀφθαλμόν γε μὴν κυρίως φησὶν τὸν ἐν ἡμῖν νοῦν, περὶ ὅν ἐστιν ἡ ἀρχὴ ἐν μόνῳ τῷ σπουδαίῳ τῆς ἁπλότητος, μηδεμίαν ἔχοντι διπλόην καὶ δόλον καὶ σχίσιν καὶ διάστασιν καὶ μερισμὸν ἐν αὐτῷ. ἐν δὲ τῷ φαύλῳ τῆς πονηρίας καὶ παντὸς ἁμαρτήματος. Ἐπίσκεψαι δέ, εἰ δύνασαι τροπολογῆσαι ἀκολούθως τῷ >ὀφθαλμῷ< καὶ τὸ >σῶμα<, ὥστε ἤτοι τὴν ὅλην ψυχήν, κἂν μὴ σωματικὴ τυγχάνῃ, φάσκειν νῦν λέγεσθαι τὸ σῶμα — νοῦν γὰρ ἐν ψυχῇ ἀνθρώπου ὁ θεὸς ἐποίησεν — ἢ τό λοιπὸν παρὰ τὸν νοῦν, τοῦτ’ ἔστι τὸ [*](2—55 Κ* 2—15 τελείοις V* 2—11 γυμνασίας W* 2-9 τέλειοι Y* 5 Luk. 12, 35 11 ff. Hebr. 5, 14 14f. 1 Kor. 2, 6) [*](2 Δοκεῖ — 3 ἀποφαίν. > Y γὰρ > VW ἐν — ὀφθαλμὸς > VW 5 ὑμῖν] ὑμῶν VWY + αἱ ὀσφύες περιεζωσμέναι κοὶ VWY ἐν ἡμῖν > W 6 τῆς — ποιούμ.] ποιούμ. τῆς νοητικῆς ἐν ἡμῖν δυν. W. ~ νοητικῆς ἐν ἡμῖν Y 7 τὴν κρπτὴν] τὸ κρυπτὸν W τὴν > Y 8 καὶ2 > Y 9 γίνωνται W οὐκ — Schluß > Y 10 τὰ 1 — νοητὰ] νοητὰ αἰσθητήρια περὶ τὰ θεῖα W 11 ὅπερ — Schluß > W ποιεῖ V + ὁ V 14 λαλεῖσθαι + καὶ V 14 τοῖς — λαλουμ. > V περὶ — 15 τελείοις > k 15 Ὁφθαλμόν — Schluß > V μὴν] μὲν Κ 5 20 κἂν] καὶ Κ 5 21 σωματικὴν Κ 5 φάσκει Κ 6 φάσκει Κ6)
Τοῦ δέ ἐφεξῆς ῥητοῦ τοιοῦτον εἶναι τὸν λόγον νομίζω· εἴπερ οὖν διὰ τὸ >τὸ σῶμά σου φωτεινὸν< γεγονέναι, φωτισθέντος ὑπὸ τοῦ λύχνου τοῦ σώματος, μηδέν ἐστιν ἐν σοὶ μέρος ἔτι σκοτεινόν, μηδαμῶς ἁμαρτάνοντι ἔτι, οὕτως ἔσται φωτεινὸν τό ὅλον σῶμα, ὡς παραβάλλεσθαι τὰς αὐγὰς αὐτοῦ λύχνῳ ἐν φωτιζούσῃ ἀστραπῇ, κἂν φωτίζῃ, οὐ σκότος λύοντι. Ἀστραπῇ μὲν γὰρ ἔοικε λαμπροτάτῃ ὁ ἀπὸ τοῦ νοῦ φωτισμός, λύχνῳ δέ ἐν ἀστραπῇ φωτιζούσῃ τὸ ἐν τῷ σώματι φῶς, πεφυκότι εἶναι σκό- τος, ἀγομένῳ, ὅπου ὁ νοῦς βούλεται. Εἰ οὖν τῶν ἐν ἀμαθίᾳ καὶ ἀγνοίᾳ ὁ νοῦς τῇ φύσει φῶς τυγχάνων σκότος ἐστίν, πάντως καὶ ὅλον τὸ σῶμα, τοῦτ' ἔστι τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ ἐστὶ τὸ θυμικὸν καὶ ἐπιθυμητικόν, πολλῷ μᾶλλον σκότος ἐστίν.
[*](d(D*) K*CV* ε; vgl. o (s. Nachtrag))[*](1 Τοῦ — νομίζω] Τοιοῦτον δὲ καὶ τοῦτον τὸν λόγον νομίζω εἶναι VW, δοκεὶ μοι τοιοῦτόν τι ἀποφαίνεσθαι dC τι τὸ διορατικὸν ἐν τῇ ὅλῃ ψυχῇ ὁ νοῦς νοῦς ἐστιν. σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς τῆς ψυχ.] αὐτῆς W) dCW (vgl. Ζ. 10— 11) ΚV] δὲ dC 2 το1 > dCK4 K8 ε σου > W φωτισθέντα V, φωτισθὲν dCW 3 ἔτι > d ἁμαρτάνονταC, ἁμαρτάνον D ὅλον τὸ dCK 4 σῶμα] τοῦ σώματος W σῶμά + σου D 5 κἂν — 7 φωτιζ. > K φωτίζῃ] φωτιζούσῃ d, φωτισμῷ ε οὐ] τὸ e 7 δὲ τι κοὶ Κ 4 φωτιξούσῃ > Κ8 ε τῷ > dCW(ggD3) πεφοικότι CK2 V 8 ἀγομένῳ + δέ W Εἰ — 11 ἐστίν > kVε ἀμαθείᾳ C 9 νοῦς + ὢν (τυγχάνων >) D4 10 καὶ + τὸ W)>Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐδτίν<· ἐξὸν οὖν ἦν ὑμῖν, φησίν, καθαρὸν κατασκευαζειν τὸν νοῦν καὶ διὰ τοῦτο καταλαμπρύνειν ἑαυτῶν τούς τε λόγους καὶ τὰς πράξεις. Ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε, ὅθεν χρὴ προάγειν φῶς, ἐντεῦθεν προάγετε σκότος, ἐκ πονηρῶν ἐννοιῶν τὸν φθόνον ἔχοντες.
[*](bY* (τοῦ αὐτοῦ))[*](2 Σκόπει — ἐστίν > b ὑμῖν] ἡμῖν Υ 4 δὲ > Υ 5 προάγεται b ἐκ — ἔχοντες > b (vgl. vorher ἀπὸ τοῦ φθόνου Πρὸς τὸν φόνον ἐγειρόμενοι b))Ἢ τοίνυν περὶ τοῦ καιροῦ ἐκείνου τοῦτο λέγει, ὅτε >κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων< καὶ >φωτιεῖ τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν<. Ἢ ἐκεῖνό φησιν ὅτι, ὅσῳ πειρᾶταί τις καλύπτειν τὰ καλὰ τῇ κατηγορίᾳ, κατὰ φύσιν τὸ καλὸν ἀκάλυπτόν ἐστιν.
[*](k* — 2f. öm. 2, 16 3f. 1 Kor. 4, 5 — 5 τῇ κατηγορίᾳ] aliorum infamiis ο)Τήρει δέ, ὅτι οὐ πτῶσιν στρουθίου ἐπὶ τῆς γῆς εἶπεν, ὡς ὁ Ματθαῖος. πέντε δέ στρουθία νῦν τοῦ δικαίου τὰς αἰσθήσεις αἰνίττεται, αἳ τῶν [*](dk*C — 2 Matth. 10, 29 3f vgl. Ambros. in Lucam VII, 113 (S. 329 10ff. Schenkl): videntur enim quinque isti passeres quinque esse corporis sensus, tactus, odoratus, gustus, visus, auditus) [*](2 τῆς > dC ὁ > D3 3 ~ τὰς αἰσθ. τοῦ δικαίου Κ8 ε)
>Ἔχεις πολλὰ ἀγαθὰ κείμενα<· ὡς γὰρ κάτω κείμενος ἔλεγεν, >ἒχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλὰ< ἐν τῇ περὶ τῶν ἀγαθῶν πλανώμενος κρίσει· ἠγνόει γάρ, ὅτι ὄντως ἀγαθὰ οὐκ ἐν τῇ κατηραμένῃ γῇ, ἀλλ' ἐν οὐρανῷ. Ἔνθα οὐκ >εἰς ἔτη πολλά<, ἀλλὰ εἰς ἀπεράντους αἰῶνας ἡ τῶν μακαρίων ἐστὶν ἀνάπαυσις καὶ εὐφροσύνη ἐν Χριστῷ Ἰησοῦ.
[*](W*)Τῶν ἐν ἁγνείᾳ ζώντων >αἱ ὀσφύες ἐζωσμέναι< εἴσίν. ἐπειδὴ δὲ καὶ νὺξ ὁ βίος ἡμῶν, λύχνου δεόμεθα, ὅς ἔστι νοῦς ὀφθαλμὸς ὢν ψυχῆς, καὶ εἰ ἐν τῷ >ἔσω ἀνθρώπῳ< ἔστιν ἐγρήγορσις, εὐλόγως τὰ πολλὰ ἢ πάντα ἐν τῷ βίῳ τούτῳ ἐγρηγόρσεως ἡμῖν δεῖ, διό τε τοὺς ἐφεδρεύοντας, >ἀρχὰς< δὴ λέγω >καὶ ἐξουσίας<, πρὸς ἃ >ἡ >ἵνα ἶνα εὕρωμεν τῷ κυρίῳ τόπον, σκήνωμα τῷ θεῷ Ἰακώβ<, ἔστι δ’ ὅτε, ἵνα ἀνοίξωμεν κρούσαντι τῷ δεσπότῃ. [*](d(D*)C — 2f. vgl. Ambros. in Lucam VII, 132 (S. 339, 26 Schenkl) : ideo quia nox est huius dies vitae, lucerna est necessaria 4 Rom. 7, 22 of. Ephes. 6, 12 6f. Ps. 131 (132), 5) [*](2 ζώντων] ὅντων D ἐπεὶ D3 D4C 3 ἡμῶν] ὑμῶν D3 + ὑπάρχων D3 ὢν > d 4 ἐγρήγ. εὔλογος C ἢ] μὴ D 5 διό — ἐφεδρ.] πρὸς τὰς d 6 ἵνα — 7 Ἰακώβ > d 7 ἔστι δ’ ὅτε] καὶ d)
Ἔτι ἑκάστου τῇ ψυχῇ ὁ κλέπτης ἐπιβουλεύων ἔρχεται καὶ ὁ τοῦ θεοῦ λόγος τοὺς ἑαυτοῦ φυλάσσων ἐπιφαίνεται. Διὰ τοῦτο γρηγόρησον, ρησον, ἴν εἰ μὲν >ὁ κλέπτης< ἔλθοι ἐγρηγορότα εὑρὼν τὸν οἰκοδεσπό- την, μὴ διορύξῃ >αὐτοῦ οἶκον<, εἰ δὲ >ὁ υἱὸς τοῦ ἀνθρώπου< παραγένοιτο, ἵνα κρούσαντι αὐτῷ >εὐθέως< ἀνοίξῃ. ἐὰν γὰρ καθεύδοντα εὔρῃ καὶ κρούσῃ κάκεῖνος μὴ ἀνοίξῃ, ἄπεισι καταλιμπάνων αὐτόν. Ἑξῆς δὲ τῷ βίῳ τούτῳ ὁ γρηγορήσας ἐν αὐτῷ >ἡδέως ὑπνώσει καὶ οὐ πτοηθήσεται πτόησιν ἐπελθοῦσαν<. Οὕτω >Δαβὶδ ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ< καὶ οἱ καθεξῆς, ὅπερ ἐπ' οὐδενὸς τῶν ἀπ' ἀλλοτρίου σπέρματος τῶν ἁγίων ἀναγεγραμμένον μέχρι τοῦ παρόντος εὕρομεν, ὡς τάχα καὶ διὰ τοῦτο λέγειν τὸν ἀπόστολον. >οὐ πάντες κοιμηθησόμεθα<. Εἰ πάντες κοιμηθησόμεθα, >μακάριοι τοίνυν οἱ δοῦλοι, οὓς ἐλθὼν ὁ κύριος εὕρῃ γρηγοροῦντας<, ἶνα χωρὶς ὑπερθέσεως δῷ αὐτοῖς τὸν μισθόν, >δικαιοσύνῃ ἐξ ωσμένος τὴν ὀσφῦν<. Ἐφίσταται δὲ τῷ καιρῷ τοῦ ἀπαιτη- θήσεσθαί τινα τὴν ψυχήν, ὁποῖος ποτ' ἂν ᾖ. Εἰ γὰρ ἐπέστη τῷ εἰπόντι· >καθελῶ μου τὰς ἀποθήκας καὶ μείζοντας ποιήσω<, καὶ >εἶπεν αὐτῷ· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ<, πόσῳ μᾶλλον τοῖς μακαρίοις καὶ ἁγίοις ἐπιστήσεται μετὰ >τὸ ἀναλῦσαι< σὺν κυρίῳ ἐσομένοις;
[*](e*k* — 3f. Luk. 12, 39. 40 7f. Prov. 3, 24. 25 8f. 3 Kon. 2, 10 u 6. 11 1 Kor. 15, 51 14 Jes. 11, 5 16f. Luk. 12, 18. 20 18f. Phil. 1, 23)[*](1 Ἔτι] ὅτι K2 > e 2 αὐτοῦ e 3 ἔλθοι e] ἔλθῃ k τὸν οἰκοδεσπότην e > k 4 αὐτοῦ e] σου k 5 κρούσαντι — εὐθέως e > k ἀνοίξῃ e] ἀνοίξῃς k 6 κἀκεῖνος e] σὺ δὲ k ἀνοίξῃ e] ἀνοίξῃς k ἄπεισι — αὐτόν e] καταλιπὼν ἀπελεύσεται k Ἐξῆς — Schluß > K7 10 μέχρι — παρόντος e > k 12 Εἰ — κοιμηθησόμενθα e > k τοίνυν e] οὖν Κ 13 εὕρῃ e] εὕροι k εὑρήσει Κ 2) 15 ὁποῖος —Schluß > e ᾖ] εἴη Κ2 16 κοὶ — ποιήσω > K)