Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Ζητήσωμεν πῶς ὁ μὲν Λουκᾶς φησιν· >ἐγένοντο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ δὲ Μᾶρκος· >ὡσεὶ μεθ’ ἡμέρας ἕξ<. Ὅσον ἐπὶ τῷ ῥητῷ τῷ· >ἐγένοντο ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ Λουκᾶς μετρεῖ καὶ ταύτην τὴν ἡμέραν, [καὶ] ἐν ᾗ γίνεται, Μᾶρκος δὲ μετρεῖ τὰς μέσας μόνας, καὶ οὐκ ἔστι διαφωνία πρὸς τὸ ῥητόν· ἀλλ᾿ εἴποιμι ἂν ἀνάγων τὸν λόγον, ὅτι οὐκ εἰκῇ, ὃ ἐπηγγείλατο ὁ σωτήρ, οὐκ εὐθέως, ἀλλὰ μεθ’ ἡμέρας ἓξ πεποίηκεν. Σύμβολον δὲ αἱ ἓξ ἡμέραι τῆς κοσμοποιΐας, τοῦτ᾿ ἔστιν μετὰ τὸν κόσμον τοῦτον. Τότε γὰρ ἀναβιβάζει ὁ Ἰησοῦς εἰς τὸ ὄρος τὸ ὑψηλόν, ἐὰν ᾖ τις Πέτρος ἢ Ἰάκωβος ἢ Ἰωάννης· ἄλλος γὰρ οὐδεὶς ἀναβαίνει παρὰ τοὺς τρεῖς, ἵνα ἴδῃ τὴν μεταμόρφωσιν Ἰησοῦ καὶ τοὺς ὀφθέντας ἐν δόξῃ Μωϋσῆν καὶ Ἡλίαν.

[*](d(D*)CW* Vgl. Orig. Comm. in Matth. tom. XII, 36 (III, 190, 3ff. Lomm.) — 2 Mark. 9, 2 7f. vgl. Gen. 2, 2; Ambros. in Lucam VII, 7 (S. 285, 10 ff. Schenkl): mahunus sex dies per symbohim intellegere, quod sex diebus mundi opera sunt creata)[*](1 — 5 ῥητόν > dC 1 — 7 πεποίηκεν W [daran anschl. Orig. in Matth. tom. XII, 36 (III, 190, 7—191, 8 Lomm.)] 5 ἀλλ᾿ — 7 πεποίηκεν] οὐκ εὐθέως δὲ αὐτὸ πεποίηκεν ἐπαγγειλάμενος, ἀλλὰ μετὰ ἓξ ἡμέρας dC (μετὰ] μεταξὺ D1) 7 Σύμβ. — 11 > W)
243

[Ἡ ἐν τῷ ὄρει μeταμόρφωσις παραδειχθεῖσα τοῖς μαθηταῖς τῆς μελλούσης τοῦ σωτῆρος δόξης ὑπόδειγμα ἐδήλου· καὶ σωματικῶς ἐπεδείκνυτο πρὸς τὸ καὶ τοῖς θνητοῖς αὐτῶν εἰς θέαν ὑποπεσεῖν ὀφθαλμοῖς, εἰ καὶ τὴν ὑπερβολὴν οὐκ ἤνεγκαν τῆς λαμπρότητος καὶ] οὕτως ἄκρατον καὶ οὐ φορητὴν οὖσαν τοῖς ἡμετέροις ὄμμασιν· ὅτι δὲ ἡ τῇ οὐσίᾳ τῇ θείᾳ πρέπουσα δόξα πάσῃ γενητῇ φύσει ἀθέατός ἐστι καὶ ἀπρόσιτος, ἔδειξαν οἱ μαθηταὶ μηδὲ ταύτην αὐτὴν τὴν παραδειχθεῖσαν αὐτοῖς ἐπὶ τοῦ ὄρους σωματιχὴν ὄψιν δυνηθέντες ἐνεγκεῖν, ἀλλὰ καταπεσόντες εἰς γῆν· τότε δέ τις ὁρᾷ τὸν λόγον μεταμορφοπύμενον ἐνδόξως, ὅτε συνάνεισί τε αὐτῷ καὶ συνυψοῦται καὶ ὁρᾷ αὐτὸν ὡς αὐτολόγον καὶ ὡς ἀρχιερέα κοινολογούμενον καὶ εὐχόμενον τῷ πατρί. Ἐπειδὴ δὲ οὔπω τελείως τὸ σῶμα εἰς ἀφθαρσίαν ἀμετάθετον ἀγαγὼν ἦν, ὤφθη μετὰ τῶν φθαρτῶν ἱματίων λάμψας σὺν αὐτοῖς· ὅταν γὰρ ἀναστῶσιν οἱ δίκαιοι ἐν δόξῃ ἐν τῇ δευτέρᾳ Χριστοῦ παρουσίᾳ, οὐ μέλλουσιν ἔχειν ἱμάτια αἰσθητά, ἀλλὰ λαμπραί τινες περιβολαὶ περιβληθήσονται αὐτοῖς. Ὡς δὲ τὸ τούτων εἶδος οὐκ ἐγένετο ἕτερον παρὰ τὸ τῆς μεταμορφώσεως, οὕτως ἐν τῇ ἀναστάσει πολλῷ ἐνδοξότερον τὸ περὶ τοὺς ἁγίους εἶδος ἔσται, παρ᾿ ὅ εἶχον ἐν τῷ βίῳ τούτῳ, οὐχ ἕτερον δέ. Οἱ δὲ περὶ Ἰησῦν ἐνδόξως ὤφθησαν τοῖς μαθηταῖς· Μωῦσῆς μὲν τοῦ νόμου τὸ πρόσωπον δηλῶν, Ἡλέας δὲ τῶν προφητῶν· αὐτὸς γὰρ ἦν ὁ νόμου καὶ προφητῶν κύριος. Ὁ τοίνυν νοήσας τὸν πνευματικὸν νόμον καὶ τὴν ἐν τοῖς προφήταις >ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν< ὁρᾷ Μωϋσῆν καὶ Ἡλίαν ἐν δόξῃ.

[*](d(D*)C 2—5 λαμπρότ. auch in W (PG 72, 656 B 1—5) als Schluß eines Kyrill-Schol. — 12 vgl. Hebr. 7, 25 19ff. vgl. Ambros, in Lucam VII, 10 (S. 286, 13 ff. Schenkl) 22f. 1 Kor. 2, 7 2 Ἡ — 3 ἐδήλου] Ἐκείνης οὖν τῆς μελλ. δόξ. ὑπόδ. παρεδήλου ἡ παραδ. τοῖς μαθ. μεταμόρφ. W 4 αὐτὸν C 7 φύσει > d ἀπρόσιτος + φύσει D2 8 αὐτοῖς > d 10 ~ μεταμορφ. τὸν λόγον C ὅτε] ὅταν DD1 11 αὐτὸ λόγον konj. Kr. 14 τῶν ἱματ. τῶν φθαρτῶν C 15 Χριστοῦ > C ἔχειν + τὰ D2 18 τῶν ἁγίων DD1 19 εἶχεν C Ἰησοῦν konj.] Ἡλίαν alle Hss. 20 — τὸ πρόσ. τοῦ νόμου E2 22 Ὁ τοίνυν κτλ. wörtlich aus d. Comm. in Matth. tom. XII, 38 (III, 193, 16—18 Lomm.), der zima ganzen Schol. zu vergleichen ist ~ νοήσας τόνυν C)

Καὶ συνομιλοῦσιν ἀλλήλοις, ὅ ἐστι σύμφωνα ἐαυτοῖς λαλοῦσι· τοὺς ἐν τῇ παλαιᾷ δὲ δυνῆψε τοῖς ᾶποστόλοις παραδεικνύς, ὅτι ἐν τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ πάντες συναφθήσονται οἱ δίκαιοι.

[*](dCδ (zwischen XXII, 23 u. XXIII, 2 steht in dC ntir ein 4 Zeilen langes Κυr.-steht)[*](2 Καὶ — λαλοῦσι > d τοὺς — 3 παρασεικν. nach 4 δίκαιοι C 3 δὲ] υὰ C παραδεικνύς] παρὰ τὸ ὄρος C καὶ ὅτι C)
244

Ἀχούσας, ὅτι μέλλει παθεῖν ὁ Χριστός, καὶ νομίσας καιρὸν εὑρεῖν τοῦ εἰπεῖν, ἅ οὐκ ἤθελε γενέσθαι, ᾔτει τὸν κύριον ἄνω μεῖναι ἐν τῷ ὄρει διηνεκῶς, ἶνα μὴ κατελθόντα εὕρωσιν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἀποκτείνωσιν, ἀγνοῶν τὰ ἐκ τοῦ πάθους καὶ τῆς ἀναστάσεως μέλλοντα ἔσεσθαι πᾶσιν ἀγαθά.

>Ταῦτα δὲ αὐτοῦ λέγοντος ωεφέλη ἐπεσκίασεν ὐτούς<, τὸ περίεργον διακόπτουσα τοῦ ὑπὲρ δύναμιν τὴν ἑαυτῶν ζητεῖν τι, καὶ διὰ τούτου προδιατυπῶν, ὅτι μέλλουσι πάντες οἱ ἅγιοι οἱ πρὸ τῆς ἐπιδημίας καὶ οἱ μετὰ τὴν ἐπιδημίαν ἅμα γενέσθαι, καὶ ὅτι εἰς τὰς αὐτὰς σκηνὰς ἀνάγουσι νόμος καὶ προφῆται καὶ εὐαγγέλιον, τρεῖς μὲν ἀριθμούμεναι, πρὸς ἐν δὲ τέλος ὁρῶσαι, Λ·αὶ ὅτι ἐν τῇ ἀναστάσει μέλλουσιν >ἁπαγῆναι ἐν νεφέλαις< οἱ ἅγιοι >εἰς ἀπάντησιν τοῦ κυρίου καὶ σὺν αὐτῷ εἶναι< διηνεκῶς.

[*](δ [vorher gehen 3 Zeilen KjTill (D: Κυρίλλου ὅλον), nach 6 ἀγαθά ist ein Satz aus KjtiII u. Titus eingeschoben] — 11 ff. 1 Thess. 4, 17)[*](2 Ἤ ὅτι ἀκούσας dC 3 γενέσθαι + διὸ καὶ d 4 κατελθόντα > 6 πᾶσιν > d 8 διὰ τούτου > d 9 οἱ — IQ ἐπιδημίαν > d ἀναγενέσθαι δ 12 μέλλ. + οἱ ἅγιοι C ἐν νεφ. — 13 διηνεκῶς > C)

Οὐδὲ βούλεται Ἰησοῦς λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος αὐτοῦ· αὐτοῦ· ἐβλάβησαν γὰρ ἄν οἱ ἀχούοντες καὶ μάλιστα οἱ ὄχλοι τὸν οὕτω δεδοξασμένον δεωροῦντες σταυρούμενον. Οὐ τοίνυν φθονήσαντες ἔκρυψαν, ἀλλ᾿ ὡς φοβθέντες, μὴ ἀπιστηθῶσι. Φησὶ γὰρ ὁ Λουκᾶς· >καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδέν ὧν ἑωρακασιν<. Πότε οὖν >ἀπήγγειλαν< Μετὰ τὴν ἀνάληψιν, μετὰ τὴν τοῦ πνεύματος παρουσίαν· τότε τότε γὰρ ἐπλήσθησαν παῤῥησίας καὶ Πνεύματος πατηξιώθησαν καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ πάντα ὅσα ἔλεγον λοιπὸν εὐπαράδεκτα ἦν.

[*](k*m*εμ)[*](2—4 σταυρούμ. aus Comm. in Matth. tom. XII, 43 (III, 203, 17—204, 2 Lomm.) (Var.: Οὐδὲ — λεχθ.] ἐπεὶ καὶ κατὰ ταῦτα βούλ. ὁ Ἰησ. μὴ λεχθῆναι / 3 οἱ > / 4 θεωρ.] ὁρῶντες) 2 Οὐδὲ + γὰρ Κ4 2 Οὐδὲ] καὶ τοίνυν οὐ βούλεται] γὰρ βλέπεται ε ὁ Ἰησ. ε πρὸ — 3 αὐτοῦ > ε 3 ἄν οἱ > μάλιστα + δὲ μ 4 τοίνυν > μ + ὡς K6K4 5 φθονήσ. + οὖν Φησὶ — 7 ἑωρ. > ke 7 Πότε] τότε ε οὖν] δὲ μ 8 τότε] πότε 6 ὅτε Κ8ε τότε — 10 ἦν > μ 9 ἠξιώθησαν Κ8ε 10 λοιπὸν > K8ε)

Τοῦτο τοίνυν φησίν· εὶ καὶ ἐπὶ τοῦ παρόντος οὐ νοεῖτε τοὺς λόγους τούτους, ἐν καιρῷ αὐτοὺς νοήσετε τὴν ἄγνοιαν ἀποθέμενοι, ἐπὰν τελείως ἐπιστρέψητε πρός με καὶ περιαιρεθῆτε τὸ κάλυμμα, ὅπερ ἐν αὐτῷ [*](k* (vgl. ο) Vgl. Orig. Comm. in Matth. tom. XIII, 8 (III, 225, 6 ff. Lomm.)) [*](4 vgl. 2 Kor. 3, 16)

245
τῷ πάθει περιελῶ ἀφ᾿ ὑμῶν, οὗ σύμβολον ὄψεσθε καταπέτασμα τοῦ ναοῦ ἐσχισένον. Τάχα δὲ καὶ καθόλου ἐν τοῖς μανθάνουσι πρῶτον δεῖ ἀγνοεῖσθαι τοὺς λόγους τῶν παραδιδομένων καὶ παρακεκαλύφθαι τὰ ῥήματα, ἵν’ ὕστερον μετὰ τὸ ἀποθέσθαι τοὺς ἀκροατὰς εἰς τὰ ὦτα ἑαυτῶν τοὺς λόγους ἡ σαφήωεια φανερωθῇ μετατιθεμένων τῶν λόγων ἀπὸ τῶν ὤτων εἰς τὴν καρδίαν. Ὅρα γοῦν ὅτι καὶ αὐτοῖς τοῖς μαθηταῖς πρότερον ἐν παραβολαῖς ἐλάλει ἀκούουσι μετὰ τῶν ἔξω, εἶτα μετὰ τοῦτο >κατ᾿ ἰδίαν< αὐτοῖς >ἐπέλυε πάντα<· καὶ ἡμεῖς καταμε λετήσαντες καὶ μηδαμῶς αὐτὰς συνέντες οἱονεὶ ἀναβλέπομεν ἐν τῇ συνεχεῖ μελέτῃ, κατὰ βραχὺ ἐλλάμποντος >ἐν ταῖς καρδίαις ἡμῶν< λόγου >πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης< αὐτοῦ, ὅς Τὸ δέ >μέλλει παραδίδοσθαι< παρὰ Ματθαίῳ καὶ Λουκᾷ παρίστησι σαφῶς τό· ὑπὸ τίνος; διόπερ ὡς ἔφαμεν ὁ μέν τις ἐρεῖ· ὑπὸ τοῦ Ἰούδα, ὁ δέ· ὑπὸ τοῦ λαοῦ· ἡμεῖς δὲ ἐπείπερ Ἰούδας καὶ ὁ λαὸς ἄνθρωποι ἦσαν, ἐφιστῶμεν, μήποτε βέλτιόν ἐστι κατακολουθήσαντας ἡμᾶς Παύλῳ λέγοντι περὶ τοῦ πατρός, >ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἀλλ᾿ ὑπέρ ἡμῶν Πάντων παρέδωκεν αὐτόν(, αὐτόν< τῷ λείπειν τό· ὑπὸ τοῦ θεοῦ. Ἐνθάδε δέ γενόμενος ζητήσεις, εἰ ταὐτὸ σημαινόμενόν ἐστι τοῦ >παραδεδόσθαι < τασσομένου ἐπὶ Ἰούδα καὶ τοῦ θεοῦ· ὁ μὲν οὖν τις φάσκων ταὐτὸν εἶναι τῇ προδέσει δώσει τὴν διαφοράν, καθ’ ἥν ὁ μέν Ἰούδας ὅτε ἀργυρίου αὐτὸν παραδιδοὺς ἐπιβουλευτικῶς παρέδωκεν αὐτόν, ὁ δὲ πατὴρ εὐεργετικῶς. Ἔτι πρόσχες πῶς εἴρται, ἵνα μὴ αἴσθωνται αὐτό· ὥσπερ γἀρ ἐστιν ἐν αἰσθήσει τὸ μὴ αἰσθάνεσθαι πολλάκις τῶν αἰσθητῶν κατὰ πάθος γινόμενον, οὕτως ἔστι καὶ ἢ κατὰ τὸ ἡγεμονικὸν ἀναισθητεῖν λόγων καὶ ῥήματος ἢ δυσαισθητεῖν. Ἐπεὶ δέ >φόβος κυρίου ἀρχὴ αἰσθησεως< μήποτε ὅν ἐφοβήθησαν οἱ μαθηταί, ὡς φαῦλος ἀπὸ τῆς ἐν αὐτοῖς ἀγνοίας τοῦ ῥήματος γέγονε, καὶ τοῦ παρακαλύμματος ἐμποδίζοντος αὐτοῖς διὰ τῆς ἐπερωτήσεως μαθεῖν· ὁ γὰρ οἰκονομῶν τὴν ἄγνοιαν καὶ παρακαλύπτων ἀπ᾿ αὐτῶν τὸ ῥῆμα ἑώρα ἀπὸ τῆς ἐπερωτήσεως, εἰ ἀπεκρίατο ἐπερωτώμενος ὁ σωτὴρ περιαιρεθησόμενος τὴν ἄγνοιαν καὶ τὸ παρακάλυμμα. Ἅμα δὲ καὶ συγκρῖνον, ὅτι ἐπὶ μὲν τῶν παραβολῶν >ἠρώτων αὐτὸν κατ᾿ ἰδίαν οἶ μαθηταὶ< καὶ οὐκ >ἐφοβοῦντο ἐπερωτῆσαι<· νῦν δὲ >ἐφοβή- θησαν αὐτὸν ἐπερωτῆσαι περὶ τοῦ ῥήματος τούτου< οἰκονομοῦντός τι τοῦ τὴν ἄγνοιαν ἐμποιοῦντος καὶ τὴν παρακάλυψιν ἐν αὐτοῖς. Ἐταμιεύετο δὲ εἰς ἐπιτήδειον καιρὸν τὴν περιαίρεσιν τῆς ἀγνοίας καὶ τοῦ παρακαλύμματος, μέλλων >παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων<.

[*](5f. vgl. Luk. 23, 45 Par. 12 Mark. 4, 34 14 f. 2 Kor. 4, 6; vgl. 4, 4. 16 Matth. 17, 22 20f. Rom. 8, 32 30 Ps. 110 (111), 10 37 Mark. 9, 28)[*](12 ἀπέλυε k 22 ταὐτὸν k 23 τασσομένου Kr.] τασσόμενον k 30 Ἐπεὶ δὲ] Ἐπειδὴ Κ6)
246

Εἰ μὲν οὖν ἕτοιμος εἶ, ὦ οὗτος, ὁμοίως ἐμοὶ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλἰναι, αἱρήσῃ διὰ τὴν ἐμὴν διδασκαλίαν τὸ ἀκατάστατον ἐνταῦθα ἐλπίδι τῆς τῶν οὐρανῶν βασιλείας, [ἐπ᾿ οὐδενὶ] τὴν ἀνάπαυσιν ἐνταῦθα μὴ προσδοκῦν, ἀλλ᾿ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Οἱ γὰρ ἐμοὶ μαθηταὶ δικαιοσύνην ἀσκοῦντες >ἐν τῷ κόσμῳ θλῖωιν ἕξουσιν<, >πονηροὶ δὲ καὶ γόητες<, ἀλώπηξι καὶ πετεινοῖς οὐρανοῦ παραβαλλόμενοι ἐν τῷ βίῳ τούτῷ, >προκόφουσι πλανῶντες καὶ πλανώμενοι<. Μάλιστα δὲ ἁρμόζει πρὸς τό· >ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι< τὸ >ἀστατοῦμεν< ὑπὸ Παύλου, ἐν ᾧ Χριστὸς ἐλάλει, ῥηθέν.

[*](k* _ 6 Joh. 16, 33 6ff. 2 Tim. 3, 13 10 1 Kor. 4, 11; vgl. 2 Kor, 13, 3)[*](2 ὦ Κ8ε οὗτος] αὐτὸς ε 5 αἰῶνι τῷ > ε 6 κόσμῳ + τούτῳ 8 Μάλιστα — 10 ῥηθέν > Κ8ε)

Ὅ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ μὴ τῶν πετεινῶν καὶ θηρίων ἤτοι τῶν δαιμόνων σαυτὸν ἀπαλλάξεις, οὐ δύναμαι ἐν σοὶ καταλῦασι οὔτε σὺ τοιοῦτος ὢν δύνασαι τὸ ἀποστολικὸν ἀξίωμα λαβεῖν.

[*](δ; vgl. Ὠριγένους. Ἐν ἁγίοις ὁ Χριστὸς ἅγιος ὤν ἀναπαύεται· διὸ καί φησι πρὸς αὐτόν· ἐν σοὶ δαίμονες ἀναπαύονται, τοῦτ’ ἔστιν αἱ ἀλώπεκες, ἐγὼ δὲ οὐκ ἐν σοί, ἀλλ᾿ ἐν ἁγίοις ἀναπαυθήσομαι. (Matth. Katene d. P. Possinus p. 114, zu Matth. 8, 20))[*](2 τῶν C > d ἀπαλλάξης C καταλῦσαι δ] κατοικῆσαι DD1)

Ὑψηλότερον δέ· ὅτε ἐπεθνήκει τῷ νεανίσκῳ ὁ πατὴρ καὶ ἦν νεκρός, τότε ὑπὸ τοῦ σωτῆρος ἐκλήθη· Νομίζω δὲ ὅτι, ὥσπερ ὁ κόσμος Παύλῳ ἐσταύρωτο καὶ νεκρὸς ἦν, ἐπεὶ τέθνηκεν αὐτῷ τὰ τοῦ κόσμου πράγματα, μηκέτι αὐτὰ σκοποῦντι ὡς >βλεπόμενα καὶ πρόσκαιρα< οὕτως ἑκάστῳ δικαίῳ τέθνηκεν ὁ διάβολος, ὅστις αὐτῷ ἔζη ἁμαρτάνοντι· πᾶς γὰρ >ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέηται< παντὶ δὲ ἁμαρτά- νοντι καὶ σκοποῦντι τὰ τῇδε ζῇ ὁ πονηρὸς πατήρ. Παντὶ δέ, ᾦ τέθνηκεν ὁ πονηρός, λέγοιτ᾿ ἄν ὑπὸ τοῦ σωτῆρος τό· >ἀκολούθει μοι<. Καὶ τἀχα τοιοῦτόν ἐστι μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφ’ ἡμῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ Ἰησοῦ. Τὸ δέ· >τοὺς νεκροὺς θάψαι< τοὺς ἑαυτῶν νεκροὺς ἀλληγορεῖται μόνον· θάπτουσι γάρ πως νεκροὶ >τοὺς ἑαυτῶν νεκροὺς< ἐν ἑαυτοῖς, τάφοι καὶ μνημεῖα αὐτῶν γενό- μενοι. Τέλεον δέ καταλείπει τὸν νεκρὸν καὶ οὐδαμῶς ἔτι αὐτοῦ ἅπτεται ὁ πειθόμενος τῷ Ἰησοῦ· οἶδε γὰρ ὅτι ὁ ἁπτόμενος νεκροῦ μολύνεται.

[*](Κ*ε _ 3f. Gal. 6, 14 5 2 Kor. 4, 18 6f. 1 Joh. 3, 8 lOf. vgl. Luk. 14, 26 15 vgl. Num. 19, 16)[*](3 ὑπὸ] ἀπὸ ε σωτῆρος] Ἰησοῦ Κ8ε Νομίζω] νομιστέον ε 4 ἐσταύρωται ε τεθνήκει ε 7 γεγέννηται Κ4ε 9 σωτῆρος] Χριστοῦ Κ8ε 14 καταλείποι Κ6 15 ὅτι] ὡς ε)
247

Ἕκαστος ἡμῶν ἑαυτοῦ ἀρότης ἐστὶν γῆν ἔχων τὴν ἰδίαν ψυχήν, ἥν ὀφείλει νεοῦν ἀρότρῳ λογικῷ συναγαγὼν τοὺς βοῦς τοὺς ἐργάτας ἀπὸ τῶν γραφῶν τῶν καθαρῶν· τότε γὰρ νέαν ποιήσει τὴν ὑπὸ πολλῆς ἀργίας τῆς ἐν τῷ παρελθόντι χρόνῳ παλαιωθεῖσαν ψυχὴν καὶ πολλὴν ἐξενεγκοῦσαν κακίαν καὶ ἔργα ἄκαρπα, ὅ ἐκτεμὸ)ν τῷ ἀρότρῳ τοῦ λόγου καὶ ποιήσας νέωμα σπερεῖ ἀπὸ τῆς θείας διδασκαλίας απέρματα νομικά, προφητικά, εὐαγγελικά, μεμνημένος καὶ μελετῶν αὐτό. Διό φησι καὶ διὰ Ἱερεμίου τοῦ προφήτου ό τῶν ὅλων θεός· >νεώσατε ἑαυτοῖς καὶ μὴ σπείρετε ἐπ᾿ · οὐ γάρ ἐστι θεῖον ἁπλῶς δέξασθαι σπόρον καὶ καρποφορῆσαι, μὴ πρότερον ἐκκαθάραντας τὰς ψυχὰς καὶ πᾶν ἐκβαλόντας πάθος καὶ τὰς βιωτικὰς μερίμνας καὶ ἡδονάς, αἵ εἰσιν αἱ ἄκανδαι· διό φησιν· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν<.

[*](W* Vgl. Orig. in Jerem. hom. V, 13 (42, 18—30 Klostermann); Ζ. T. Ubereinstimihung. — 10 f. Jerem. 4, 3 13 f. vgl. Luk. 8, 14 14 Ps. 36 (37), 27)

Ἀλλ᾿ ὁ μὲν Λουκᾶς ταῦτα περὶ τῶν ἑβδομήκοντά φησιν, ὁ δὲ Μᾶρκος λέγει, ὅτι >προσκαλεσάμενος τοὺς δώδεκα ἀπέστειλεν ἀνὰ δύο δύο, δοὺς αὐτοῖς εξουσίαν πνευμάτων ἀκθάρτων<. Τοῦτο δὲ τὸ >ἀνὰ δύο< ὑπηρετεῖσθαι τῷ λόγῳ βουλήματι θεοῦ ἔοικεν εἶναι ἀρχαῖον ἀπὸ Μωϋσέως καὶ Ἀαρὼν ἐν τῷ >ἐξελθεῖν< τὸν λαὸν >ἐκ γῆς Αἰγύπτου<· τὸν Ἰσραὴλ ὁ θεὸς >ἐν χειρὶ Μωϋσέως καὶ Ἀαρων<. Καὶ >Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ καὶ Χαλὲβ ὁ τοῦ Ἰεφονή<, οἱ ἀμφότεροι ὁμονοήσαντες, κατέστειλαν τὸν λαὸν παροξυνόμενον ὑπὸ τῶν δέκα· καὶ Ἐλδὰδ καὶ Μωδὰδ ἀμφότεροι προεφήτευον ἐν τῇ σκηνῇ ὁμονοήσαντες. Ἀλλὰ ὕστερον Παῦλον καὶ Βαρνάβαν ἐξαπέστειλεν εἰς τὰ ἔθνη, καὶ παράδειγμά γε οἱ τοιοῦτοι [*](dk*CW Τίτ. Βόστρ., aus Orig. u. Kyr. zusammengesetzt) δ — 3f. Mark 6, 7 5ff.Num.33, 1 7f. Num. 14, 6 9f. vgl. Num. 11, 26 lOf. vgl. Akt. 11, 22ff. 2 Ἀλλ᾿ —4 ἀκαθάρτων > dCW ἑβδομ.] εὐδοκιμωτέρων Κ8ε 4 — 6 Ἀαρὼν] Ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο W) Ἀρχαῖον δέ δὲ > W) καὶ τοὺς γὰρ βουλῆ θεοῦ ὑπηρετοῦντας ἀνὰ δύο εἶναι δεῖ· οὕτω καὶ C) Μψϋσῆς κοὶ Ἀαρὼν dCW δεῖ] θεοῦ δ 4 τὸ > ε βούλημά τι konj. Kr. 6 ἐν 7 Ἀαρών > dCW γῆς] τῆς ε 7 Μωϋσῆ Κ4 7 Καὶ — 8 Ἰεφονή] Ἰηοοῦς καὶ Χαλὲβ dCW 8 οἱ — 10 ὁμονοήσ. > dCW 9 Μελδὰδ ε 10 Ἀλλὰ — 11 ἔθνη] κοὶ εἰς τὰ ἔθνη δὲ δὲ > W) Παῦλος καὶ (+ ἀπεστέλλοντο C) dCW 11 ἐξαπέστειλαν Κ6 καὶ2 — 15 τάξας > dCW, ür + ἐὰν γὰρ δύο συμφώνως αἰτήσωνται παρὰ θεῷ τι, λήνονται< (vgl. Matth. 18, 19) dCW παρὰ — τι > Ι θεοῦ D4 Ι ~ τι παρὰ θεοῦ W), + Τάχα δὲ κοὶ οἱ ἄγγελοι τῶν ἀποστόλων καὶ νῦν ἀποστέλλονται ἔμπροσθεν αὐτοῦ κατασκευάαι τὴν ὁδὸν αὐτοῦ, ἐπεὶ οὐ δύνα ἀνθρωπίνη φυχὴ ἀθρόως δίξασθαι υἱὸν τοῦ θεοῦ, πρότερον δὲ ἐν ἀγγέλῳ ἐγγυμνασαμένη χωρήσει αὐτόν C)

248
ἦσαν τῶν συμφωνούντων >δύο ἐπὶ τῆς γῆς<. Ἐφαρμόσεις δὲ τούτοις καὶ >ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά<, καὶ τό· >ἀγαθοὶ οἱ δύο ὑπέρ τὸν ἕνα< Τὸ δὶ κατὰ δύο τετάχθαι καὶ τοὺς δώδεκα ἐμ- φαίνει ἐν τῷ καταλόγῳ αὐτῶν ὁ Ματθαῖος, κατὰ συζυγίαν αὐτοὺς τάξας.

[*](12 Matth. 18, 19 13 f. Prov. 18, 19; Pred. Sal. 4, 9 15 f. vgl. Matth. 10, 2 ff. — 12 Ἐφαρμόσει 8)

Ὥσπερ εὐεργετεῖτε σώματα, οὕτω διδάσχοντες σώσατε ψυχάς. Βασιλείαν τοῦ θεοῦ ἑαυτὸν λέγει νῦν, ὡς βασιλέα καὶ θεόν· >ἤγγικεν<, φησίν, καὶ ἤδη ἐπιδημήσει ὑμῖν· ἄξιοι γίωεσθε, ἑτοιμάζεσθε εἰς ὑποδοχήν. Διαφορὰν δέ οἰκίας καὶ πόλεως καὶ ἐν Ψαλμοῖς οἶμαι εἰρῆσθαι, ἐν τῷ· >ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ ἐόν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων< ἔνθα παρατήρει, ὅτι τὸ μὲν ἔτι οἰκοδομούμενον >οἶκος< ὠνομάσθη, τὸ δὲ ἤδη φυλακῆς καὶ φρουρᾶς ἄξιον >πόλις<· ἐπὶ τῆς μέίζονος οἰκίας πόλεως τό· >δέχονται ὑμᾶς< ἔταξεν.

[*](e*CW* — 5f. Ps. 126 (127), 1)[*](2 Ὥσπερ + τοίνυν e οὕτως + κοὶ e Βασιλ. — 4 ὑποδοχήν > 5 Διαφ. — 9 ἔταξεν > W 5 ὁè > C φαλμῷ e 6 οἰκοδ. — κύριος2 > — 7 φυλ. > C 8 διὸ — 9 ἔταξεν > e)

Τοῦτό φησιν· >εἴπατε, ὅτι τῶν ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς ἄν εἰς ὑμᾶς ἐπανέλθοι<. Παρατήρει δέ, ὅτι αἱ μὴ παραδεχόμεναι ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις ἔχουσι πλατειας ἀνάλογον τῷ· >πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἄγουσα καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς<. Ἰστέον δέ, ὅτι μὴ τοὺς ἀποστόλους πόλις γῆς ἐπαιρομένης θολώδη καὶ πνιγώδη τὸν ἀέρα ποιούσης πληροῦται· ἡ δέ δεχομένη ἤτοι οὐδὲ τὴν ἀρχὴν ἔχει κονιορτὸν ἢ ἔχουσα ἔν τισιν ἁμαρτίαις ἀποτίθεται αὐτὸν καθαιρομένη ὑπ᾿ αὐτῶν.

[*](b*d(D*)k*CV*W* (Zw. 4 ἐπανέλθοι und Παρατήρει in k ein Clirys. Scholion; Παρατήρει mit neuem Lemma Ὠριγ.) D hat bei Ζ. 7 Τίτου, was aber zum folg. Schol. ört. — 5 vgl. 1 Tim. 1, 10 6 f. Matth. 7, 13 3 Τοῦτο — τῶν] τῶν γὰρ bkV Τοῦτο — 4 ἐπανέλθοι nach 6 ἀπώλειαν dC Τοῦτο + δἐ d, + οὖν C | ὅτι > d, dfiaQriwv C) ὑμῶν] ἡμῶν 4 ἐπανέ λθῃ βε ἐπανέλθοι (nach 6 ἀπώλ.) + ἐχρῆν οὖν ἀνειλῆφθαι τὸν κονιορτὸν ἀπὸ τῶν δυναμένων αὐτὸν ἀποπλύνασθαι, ἵνα μήτε οἱ ἀκροαταὶ ἔχωσιν αὐτὸν μήτε αὐτοὶ βλαβῶαιν ὑπ᾿ αὐτοῦ C Παρατ. δὲ] παρατηρητέον d, καὶ τοῦτο δὲ παρατηρητέον C δὲ > bV παραδεχ.] δεχόμεναι πόλεις 5 πόλεις > V 5/6 ἀναλόγως ε 6 τῷ] τό bD3D4 ἡ πύλη > 7 κοὶ — αὐτῆς > dC κοὶ — 10 > bkV Ἰστέον δέ dC] καὶ μὲν W 7/8 ἐπιδεχομένη dC 8 τοὺς ἀποστ.] ἀπόστολον dC καὶ πνιγ. > d 8/9 ~ τὸν dsoa κοὶ πνιγ. C 9 ποιούσης > d dC, πεποίηκεν D3D4 δεχομένη + ἀὐτοὺς πόλις C 10 αὐτὸν > dC)
249

Βούλεται δὲ ἀποκαλύψαι ὡς λόγος οὐκ ἀλόγως, καὶ ὡς σοφία σοφῶς, καὶ ὡς δικαιοσύνη δικαίως, καὶ κατὰ ἀξίαν τοὺς καιροὺς τοῦ ἀποκαλύπτειν καὶ τὰ μέτρα τῆς ἀποκαλύψεως ἐπιστάμενος. Ἀποκαλύπτει δὲ περιαιρῶν τὸ ἐπικείμενον τῇ καρδίᾳ κάλυμμα καὶ τὸ >σκότος<, ὅ ἔθετο >ἀποκρυφὴν αὐτοῦ<· οὕτω γὰρ δυνήσεταί τις ὡς Μωϋσῆς >εἰσελθεῖν εἰς τὸν γνόφον, οὗ ἦν ὁ θεός<. Ἐπειδή δέ ἐντεῦθεν οἴονται οἶ ἱτερόδοξοι κατασκευάζειν τὸ ἀσεβὲς αὐτῶν δόγμα, ὡς ἄρα ἄγνωστον ὄντα τὸν πατέρα Ἰησοῦ Χριστοῦ το'ῖς ἐν τῇ παλαιᾷ λεχτέον λεκτέον πρὸς αὐτούς, ὅτι τό· >ᾦ ἄν βούληται ὁ υἱὸς < οὐκ ἐπὶ τὸν μέλλοντα μόνον ἀνα- φἐρεται χρόνον, ἀφ᾿ οὗ ταῦτα εἶπεν ἡμῖν ὁ σωτήρ, ἀλλὰ καὶ ἐπὶ τὸν παρεληλυθάτα· τὸ γὰρ >ἀποκαλύψαι< ἀορίστου ἐστὶ χρόνου ἀναφερόμενον ἐπί τινα τῶν παρεληλυθότων. Χρηστέον δέ Πρὸς αὐτοὺς καὶ γραφῇ τῇ λεγούσῃ· > Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάστο, ἴνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε καὶ ἐχάρη<· τῶν δὲ ἀκουόντων ταῦτα λεγὀν- των· >πεντήκοντα οὔπω ἔχεις ἔτη καὶ Ἀβραὰμ ἑώρακας<, φησὶν ὁ σωτήρ· >ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι<· οὐκοῦν ὁ ταῦτα εἰπὼν ἐμπαρέσχεν ἐαυτὸν τῷ Ἀβραὰμ τότε, ἴνα ἐκεῖνος ἴδῃ τηνικάδε αὐτοῦ τὴν ἡμέραν. Εἰ δὲ μὴ βούλονται δέξασθαι τὴν <ἀποκαλύψαι> λέξιν ἐπὶ παρελη- λυθότος, ῥητέον πρὸς αὐτοὺς καὶ τοῦτο, ὅτι οὐ ταὐτόν ἐστι τὸ >γινώσκειν< τῷ >πιστεύειν<· >ᾦ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος γνώσεως, ἑτέ- ρῳ δέ πίστις ἐν τῷ αὐτῷ πνεύματι<. Εἶεν ἂν οὖν τινες καὶ κατὰ τούτους πιστεύοντες μέν, οὐ μὴν καὶ γινώσκοντες· δεδόσθω οὖν κατ’ αὐτούς, ὅτι οὐκ ἔγνω τὸν πατέρα ὁ Ἀβραάμ, ἀλλ᾿ ὅτι μόνον ἐπίστευσεν· οὐ γὰρ ὁ γινώσκων αὐτόν, καθὸ θεός ἐστι καὶ καθὸ πατήρ ἐστι, γινώσκει. Καὶ οἱ πολλοὶ γοῦν ἔχουσιν ἔννοιαν θεοῦ δημιουργοῦ, οὐ μὴν ὁμολογοῦσιν αὐτὸν υἱοῦ πατέρα.

[*](e*k*W* — 6 vgl. 2 Kor. 3, 15 6 f. 2 ön. 22, 12 7 f. Exod. 20, 21 11 Luk. 10, 22 15 ff. Joh. 8, 56 ff. 22 f. 1 Kor. 12, 8. 9 Vorher: εἰς τό· καὶ ἐὰν βούληται ὁ υἱός W 3 ἀποκαλ. > W 4 — 5 κοὶ > eW 6/7 ἀποκρυβὴν W 7 τις > e 7/8 ~ γνόφον εἰσελθεῖν e 9 ὡς — ὄντα] τὸ ἄγν. εῖναι W 10 ὅτι — 11 ἄν] τό· ᾦ ἐὰν e 11/12 ἀναφέρ.] ἀνάγεται W 12 ἡμῖν > W] ἡμῶν k 14 — 15 Xsyovari] καὶ γοῦν λέγει ὁ σωτήρ W 15 τῇ konj. Kr. ἡμῶν 16 τῶν —18 εἰμι > W 16/17 λέγοντα e 18 οὐκοῦν ὁ] ὁ οὖν W 19 ~ τηνικ. ἴδῃ eW 20 Εἰ — 27 πατέρα > eW 23 ἄν conj. Kr. Εἶεν ἄν] Erant o)

Ἡγὰρ αἴσθησις τῆς παρούσης ἐνδείας παρασκευὴ τῆς ἐπιγινομένης πληρώσεως γίνεται· ὁ δὲ οὐκ αἰσθανόμενος, ὡς ἐνδεῶς ἔχει τοῦ ὄντως καλοῦ, διὰ τὸ δοκοῦν αὐτῷ παρεῖναι καλόν, ἐνδεὴς εἰκότως τοῦ ἀληθινοῦ καλοῦ καταλείπεται. Ταύτην οὖν καὶ εὐδοκίαν πατρὸς δηλοῖ Χριστός, ἥν καὶ [*](dk*C — 1 — 4 καταλείπεται > d 2 ἄντος C 4 καὶ dC > Χριστός] φησίν dC)

250
πάλαι διὰ τοῦ προφήτου θεὸς ἔλεγεν· >ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾿ ἢ τὸν πρᾶον καὶ ἥσυχον καὶ τρέμοντα διὰ παντὸς τοὺς λόγους μου<· ὥστε οὐκ ἀφροσύνην ὑπὲρ σοφίαν ἐτίμησεν ὁ θεός, ἀλλὰ ταπεινοφροσύνην ὑπερηφανίας προετίμησε καὶ τὸν ἀποφράξαντα τὴν εὐεργεσίαν ἑαντῷ διὰ τῆς ἀναισθησιας εἰκότως κατέλιπεν. Ὁ οὖν ταπεινόφρων καὶ νήπιος φησιν· σύ με δίδαξον τὴν κατὰ σαυτὸν ἀλήθειαν· ἐγὼ γὰρ παρὰ ἀνθρώπου οὐ δύναμαι μαθεῖν, ἐὰν μὴ παρὰ σοῦ μάθω. Τις γὰρ ὀφείλει διδάσκειν περὶ θεοῦ ἤ θεός; Ἄνωθεν τοίνυν ἡ ἀποκάλυψις μετὰ τὴν κατ ἀξίαν πρόθεσιν.

[*](5 f. Jes. 66, 2)[*](5 θεὸς δηλῶν dC (besser ? Kr.) ἤ> C πρᾶον] πραϋν DD3 ἡσύχιον dC διὰ παντὸς > d ~ μου τοὺς λόγους d 7 ὥστε > + οὖν dC ὑπὲρ — θεός] προετίμησε σοφίας d ό > C 8 ΚΚ6 προετίμ. > d καὶ — 13 > dC 12 κατ' Kl.] κάτω k)

Οὐ μακρὰν τό· >πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου< ἐστὶ καὶ τό· >ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς<. Καὶ διὰ τοῦτο αὐτῷ δίδοται >πᾶσα ἐξουσία<, ἶνα >εἰρηνοποιησῃ διὰ τοῦ σταυροῦ αὐτοῦ εἴτε rd ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς<. Οὐδέπω μὲν οὖν τὰ πάντα εἰρηνοποίησεν, ὡς δῆλον ἐκ τοῦ ἔτι τὸν ἀπὸ τῆς κακίας ὑπάρχειν πόλεμον· ἔσται δὲ πάντως ἡ τελεία εἰρήνη. Δικαιότατα δὲ >πάντα< παραδέδωκεν αὐτῷ ὁ πατήρ, ἐπεὶ καὶ αὐτὸς ὁ υἱὸς παρεδόθη >ὐπὲρ πάν- των<, >ὅς ἐστι σωτὴρ πόντων ἀνθρώπων, μάλιστα πιστῶν< ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου(. Παρεδόθη δὲ καθ᾿ ὅ γέγονεν ἄνθρωπος, >ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ ndv γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός, ἀμήν<.

[*](Τίτου) — 3 Matth. 28, 18 4 f. Kol. 1, 20 8 f. vgl. Rom. 8, 32 9 1 Tim. 4, 10 9 ff. 1 Joh. 2, 2 12 ff. Phil. 2, 10)[*](2 τὸ] δὲ τοῦ k 3 τούτῳ V 4 δέδοται k 5 οὖν > e > e 6 δῆλόν + ἐστι β ἔτι > β 7 ἡ > 9 ὅς — ἱλασμός > e σωτὴρ] πατὴρ bW 10 ἐστι] ὁ ἐστι e eV μόνον Ε1) 12 ἵνα + καὶ e Ἰησοῦ] αὐτοῦ Β1 κάμψει V 13 καὶ2 — 14 ἀμήν > W] καὶ τὰ ἑξῆς e ἐξομολογήσεται β, k ἐξομολογήσεται Κ6) 14 Χριστὸς > k(ggK6).)

Διὰ τί δὲ >μακάριοι οἱ ὀφθαλμοῖ< τῶν μαθητῶν τοῦ Ἰησοῦ εἰσιν ἐπεὶ >πολλοὶ προφῆται ἠθέλησαν ἰδεῖν<, ὅ εἶδον οὗτοι, >οὐκ εἶδον< δέ, >καὶ ἀκοῦσαι<, ὅ ἤκουσαν, >καὶ οὐκ ἤκουσαν<; Τὸν δὲ ἴδω

251
μεν· νομίζουσιν οἱ ἁπλούστεροι, ὅτι· πολλοὶ προφῆται προφητεύοντες τὰ περὶ ἐμοῦ ἠθέλησαν γενέσθαι κατὰ τοὺς ἐμοὺς χρόνους, ὥστε >ἰδεῖν, ἃ βλέπετε, καὶ ἀκοῦσαι, ἃ ἀκούετε>· ἀλλ' οὐκ εὐτύχησαν φθάσαι εἰς τοὺς καιροὺς τούτους, ἐν οἷς ὑμεῖς τούτων ἠξιώθητε. Τίς δέ ἡ ἀποκλήρωσις τοὺς πολλοὺς μέν προφήτας τούτων ἐπιτεθυμηκέναι, μὴ καὶ πάντας δέ; Μήποτ' οὖν, ὡς ἤδη ἀποδεδώκαμεν περὶ τοῦ Ἀβραάμ, ὅτι >εῖδε τὴν ἡμέραν Χριστοῦ καὶ ἠγαλλιάσατο< παραπλήσιον γέγονε καὶ ἐπ' ἄλλων προφητῶν καὶ δικαίων, οὐ πολλῶν, ἀλλ' ὀλίγων, ἐπὶ τὴν θέαν πεφθακότων καὶ ἐπὶ τὴν σύνεσιν, ὧν οἱ Ἰησοῦ μαθηταὶ ἠκροάσαντο; Οὖτοι οὖν ἅτε ἰδόντες, ἃ εἶδον οἱ ἀπόστολοι, καὶ ἀκούσαντες, ἃ ἤκουσαν οἱ τοῦ Ἰησοῦ μαθηταί, μαθηταί, οὐκ ἐπεθύμησαν, ὅτι εἶχον >ὡς οἱ μὴ ἔχοντες<· ἄλλοι δὲ γεγόνασι προφῆται καὶ δίκαιοι, ἐλάττονες τῆς ἐν τοῖς ἀποστόλοις θεωρίας καὶ συνέσεως, οἵτινες οὐκ ἔτυχον τῆς ἐπιθυμίας. Νῦν μὲν οὖν μακαρίξονται ὀφθαλμοὶ καὶ τὰ λοιπὰ οἶμαι οἶμαι μέλη τῶν ἁγίων, ὡς ἔχεσθαί τινος λόγου καὶ τό· >μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας<. Πῶς δὲ οὐ μακάριοι καὶ >οἱ πόδες< οἱ μὴ προσ- χόψαντες μηδέ σαλευθέντες, ἀλλ' >ὡραῖοι τῶν εὐαγγελιζομένων τὰ ἀγαθά<· καὶ μακάριαι αἱ χεῖρες, ὧν >ἡ ἔπαρσις θυσία ἑσπερινή<, καὶ ὧν ἡ ἔπαρσις νίκη μέν τοῦ Ἰσραήλ, ἦττα δέ τοῦ Ἀμαλήκ. καὶ μακαρία ἡ κοιλία, ἀφ' ἧς >ποταμοὶ ῥέουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον<· καὶ μακάρια γόνατα τὰ >ἐν ὀνόματι Ἰησοῦ καμπτόμενα<, μακαρία δέ καὶ γλῶσσα ἡ >ἐξομολογουμένη, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός<. μακάριον δὲ καὶ >στόμα< τὸ διακονούμενον λόγῳ θεοῦ καὶ >μυκ- τήρ<, δἰ ὃν λέγεται· >ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν<. [Ταῦτα εἴρηται μὲν Ὠριγένει· εἰ δὲ τῷ δοκεῖ σπουδαῖα, δοκείτω· ἐμοὶ γὰρ οὐκ ἀρέσκει ὡς ἀντιλογίας ἔχοντα.]

[*](10f. Joh. 8, 56 15 1 Kor. 7, 29 19f. Luk. 11, 27 20f. vgl. Ps. 37(38), 17; 72 (73), 2; 93 (94), 18; Prov. 3, 23 21f. Röm. 10, 15; Jes. 52 22 Ps. 140 (141), 2 23 vgL Exod. 17, 11 24 Joh. 7, 38 25ff. Phil. 2, 10, 11 27 vgl. Hohel. 1, 2; 7, 5 28 Hohel. 1, 4)[*](10, 25-37 vide Homilia XXXIV)

Κατέλυσε μὲν οὖν ὁ σωτὴρ παρὰ γυναιξὶν ἁγίαις ἔν τινι κώμη, ἧς τὸ ὄνομα Δουκᾶς μέν παρασιωπᾷ, Ἰωάννης δὲ σαφηνίζει, τὴν Βηθανίαν εἰπών.

[*](k* — 3 vgl. Joh. 11, 1 — 3 σιωπᾷ Κ 6)

Εἰκότως γοῦν ἐκλάβοις Μάρθαν μέν εἰς τὴν πρᾶξιν, Μαρίαν δὲ εἰς τὴν θεωρίαν Συμπεριαιρεῖται Συμπεριαιρεῖται γὰρ τῷ πρακτικῷ τὸ τῆς ἀγάπης [*](d(D* erst bei Ζ. 15) Κ*Cδε 915 Καὶ— 17 ἑξῆς + –2 θεωρ. + 8 Δύν. — 11 ἐκκλησ. + 17 Ἔτι — 23 ke) Vgl. Orig. Comm. in Joh. Fragm. LXXX (S. 547 23ff. Preuschen); Ambros. in Lucam VII, 85 (S. 316, 21f. Schenkl)) [*](1 Εἰκότως γοῦν > Ck γοῦν > DD1 D2 ἐκλάβοις] ἐκλάβοι τις d, ἐκλάβη ε ἐκλάβοις + οὖν C, + δέ k 2 Συμπ. — 8 οὑκέτι >)

252
μυστήριον, εἰ μὴ Πρὸς τῷ θεωρεῖν ἕληταί τις διδάσκειν καὶ προτρέπειν ἐπὶ ΠρᾶΞιν· οὔτε γὰρ πρᾶξις οὔτε θεωρία ἄνευ θατέρου. Μᾶλλον μὲν οὖν λεκτέον, ὅτι ἡ Μάρθα σωματικώτερον ὑπεδέξατο τὸν λόγον ἐν τῇ ἐαυτῆς οἰκίᾳ τῇ ψυχῇ, ἡ δέ Μαρία πνευματικῶς ἤκουεν αὐτοῦ καὶ περὶ πόδας οὖσα, καθ' ὃ τὰ μέν ἐν εἰσαγωγῇ κατ' οἰκονομίαν παραδιδόμενα τοῦ καταργήσαντος τὰ τοῦ νηπίου< ἀφαιρεῖται, τὰ δ’ ὡς τέλεια οὐκέτι. δὲ Μάρθα μὲν εἶναι καὶ ἡ ἐκ περιτομῆς συναγωγὴ εἰς. τὰ ἴδια ὅρια δεξαμένη τὸν Ἰησοῦν, περισπωμένη περὶ τὴν ἐκ τοῦ γράμματος τοῦ τόμου πολλὴν λατρείαν, Μαρία δέ ἡ ἐξ Μνῶν ἐκκλησία >τὴν τοῦ >πνευματικοῦ νόμου< >μερίδα< ἐκλεξαμένη >πνευματικοῦ >καταγουμένην< ὡς ἡ ἐπὶ τοῦ προσώπου Μωΰσέως δόξα, χρὴσιμα ἐκ τοῦ γόμου ἐπιλέξασα ἢ πάντα ἀναφέρουσα εἰς ἒν τὸ >ἀγαπήσεις< Καὶ εἰς μὲν τό· >ἑνός ἐστι χρεία< χρήσῃ τὸ >ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν<, εἰς δέ τό· >ὀλίγων ἐστὶν< >τὰς ἐντολὰς οἶδας· οὐ μοιχεύσεις. οὐ φονεύσεις< καὶ τὰ ἑξῆς. Ἔτι δύναται Μάρθα μὲν εἶναι οἱ ἐκ περιτομῆς πιστοὶ καὶ ἱουδαΐζοντες, φυλάττοντες ἰουδαϊκῶς τὰ τοῦ νόμου, Μαρία δὲ οἱ τούτων ἀπηλλαγμένοι καὶ >ἐν κρυπτῷ Ἰουδαῖοι< καὶ μόνοις τοῖς Ἰησοῦ ποσὶ ποσὶ προσκαθεζόμενοι, οἱ >τὰ ἄνω οὐ τὰ ἐπὶ τῆς γῆς<· διαφόρως γὰρ ἐπιβάλλων εὑρήσεις Μάρθαν μέν σωματικωτέραν καὶ >περὶ πολλὰ< εἰλουμένην, Μαρίαν δέ τῇ θεωρίᾳ μόνῃ καὶ τοῖς πνευματικοῖς προσανέχουσαν.

[*](8 1 Kor. 13, lOff. 12 Rom. 7, 14 13 2 Kor. 3, 7 14ff. Mark. 12, 31 Par. 16f. Luk. 18, 20 19 Rom. 2, 29 20 f. Kol. 3, 1. 2)[*](3 τῷ] τὸd 4 μὲν > C 5 ἐν > DD1 D2 6 τῇ D3 > dC 8 Δύναται– 11 ἐκκλ.] ἢ τὴν μέν εἰς τὴν Ἰουδαίαν, τὴν δὲ εἰς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν kε 10 περισπωμ. + δὲ D3 D4 11 τὴν — 14 ἀγαπ. > kε 13 ὡς — δόξα C > d 15 Καὶ — μὲν] εἰς μὲν oὐν k χρήσῃ — ἀγαπ.] τῷ ἀγαπήσ. χρήσῃ Κ8, τῷ ἀγαπ. χρήσιμον ε 16 σου kC > d ἑαυτόν kDD3 τό] τῷ k τὰς — 17 ἑξῆς] χρείᾳ παραθήσεις τό· οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τι ἄλλο ὁμοίως εἴρηται k ὁλίγου D3 D4 17 Ἔτι — Μάρθα] ἢ Μάρθαν k 17/18 εἶναι οἱ] εἰς τοὺς k 18 πιστεύσαντας k ἰουδΐζ. > k ψυλάττοντας k ἰουδαϊκῶς + τὸ σάββατον καὶ D4 τὰ > C 19 Μαρίαν k δὲ + εἰς k τοὺς . . ἀπηλλαγμένους k καὶ — Ἰουδαῖοι > k 20 προσκαθεξομένους k οἱ — 21 γῆς > k οἱ — 23 προσανέχ. C > d 22 πολλοῦ K6)

Εἶτα ἵνα δείξῃ ἔτι αὐτὸν προτρέπειν ἐπὶ τὴν περὶ τῆς εὐχῆς διδασκαλίαν, τοιαύτην προσφέρει ἀξίωσιν, ὅτι καὶ Ἰωάννης, περὶ οὗ ἡμᾶς ἐδίδαξας, ὅτι >μείζων ἐν γεννητοῖς γυναικῶν αὐτοῦ οὐδείς ἐστιν<, τῆς περὶ τὴν εὐχὴν οὐκ ἠμέλει διδασκαλίας· καὶ ὅτι τὸ πῶς >προσθύξασθαι, καθὸ δεῖ, οὐκ οἴδαμεν<· καὶ ὅτι ἐνετείλω ἡμῖν αἰτεῖν τὰ μεγάλα καὶ τὰ [*](k* — 4 Luk. 7, 28 5f. öm. 8, 26 6f. vgl. Orig. Περὶ εὐχῆς 27, 1 (S. 363, 28f. Koetschau); Resch, Agrapha (TuU NF XV 3/4) S. 111 f. [Agraphon 86 (L 41)] — 5 τὸ Tiwg Kl.] ὅπως k)

253
αἰώνια· πόθεν οὖν ἡμῖν ἐστιν εἰδέναι ταῦτα ἢ ἀπὸ σοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν;

[*](7 ~ ἐστιν ἡμῖν Κ4 K6)