Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Ζητήσωμεν πῶς ὁ μὲν Λουκᾶς φησιν· >ἐγένοντο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ δὲ Μᾶρκος· >ὡσεὶ μεθ’ ἡμέρας ἕξ<. Ὅσον ἐπὶ τῷ ῥητῷ τῷ· >ἐγένοντο ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ Λουκᾶς μετρεῖ καὶ ταύτην τὴν ἡμέραν, [καὶ] ἐν ᾗ γίνεται, Μᾶρκος δὲ μετρεῖ τὰς μέσας μόνας, καὶ οὐκ ἔστι διαφωνία πρὸς τὸ ῥητόν· ἀλλ᾿ εἴποιμι ἂν ἀνάγων τὸν λόγον, ὅτι οὐκ εἰκῇ, ὃ ἐπηγγείλατο ὁ σωτήρ, οὐκ εὐθέως, ἀλλὰ μεθ’ ἡμέρας ἓξ πεποίηκεν. Σύμβολον δὲ αἱ ἓξ ἡμέραι τῆς κοσμοποιΐας, τοῦτ᾿ ἔστιν μετὰ τὸν κόσμον τοῦτον. Τότε γὰρ ἀναβιβάζει ὁ Ἰησοῦς εἰς τὸ ὄρος τὸ ὑψηλόν, ἐὰν ᾖ τις Πέτρος ἢ Ἰάκωβος ἢ Ἰωάννης· ἄλλος γὰρ οὐδεὶς ἀναβαίνει παρὰ τοὺς τρεῖς, ἵνα ἴδῃ τὴν μεταμόρφωσιν Ἰησοῦ καὶ τοὺς ὀφθέντας ἐν δόξῃ Μωϋσῆν καὶ Ἡλίαν.
[*](d(D*)CW* Vgl. Orig. Comm. in Matth. tom. XII, 36 (III, 190, 3ff. Lomm.) — 2 Mark. 9, 2 7f. vgl. Gen. 2, 2; Ambros. in Lucam VII, 7 (S. 285, 10 ff. Schenkl): mahunus sex dies per symbohim intellegere, quod sex diebus mundi opera sunt creata)[*](1 — 5 ῥητόν > dC 1 — 7 πεποίηκεν W [daran anschl. Orig. in Matth. tom. XII, 36 (III, 190, 7—191, 8 Lomm.)] 5 ἀλλ᾿ — 7 πεποίηκεν] οὐκ εὐθέως δὲ αὐτὸ πεποίηκεν ἐπαγγειλάμενος, ἀλλὰ μετὰ ἓξ ἡμέρας dC (μετὰ] μεταξὺ D1) 7 Σύμβ. — 11 > W)[Ἡ ἐν τῷ ὄρει μeταμόρφωσις παραδειχθεῖσα τοῖς μαθηταῖς τῆς μελλούσης τοῦ σωτῆρος δόξης ὑπόδειγμα ἐδήλου· καὶ σωματικῶς ἐπεδείκνυτο πρὸς τὸ καὶ τοῖς θνητοῖς αὐτῶν εἰς θέαν ὑποπεσεῖν ὀφθαλμοῖς, εἰ καὶ τὴν ὑπερβολὴν οὐκ ἤνεγκαν τῆς λαμπρότητος καὶ] οὕτως ἄκρατον καὶ οὐ φορητὴν οὖσαν τοῖς ἡμετέροις ὄμμασιν· ὅτι δὲ ἡ τῇ οὐσίᾳ τῇ θείᾳ πρέπουσα δόξα πάσῃ γενητῇ φύσει ἀθέατός ἐστι καὶ ἀπρόσιτος, ἔδειξαν οἱ μαθηταὶ μηδὲ ταύτην αὐτὴν τὴν παραδειχθεῖσαν αὐτοῖς ἐπὶ τοῦ ὄρους σωματιχὴν ὄψιν δυνηθέντες ἐνεγκεῖν, ἀλλὰ καταπεσόντες εἰς γῆν· τότε δέ τις ὁρᾷ τὸν λόγον μεταμορφοπύμενον ἐνδόξως, ὅτε συνάνεισί τε αὐτῷ καὶ συνυψοῦται καὶ ὁρᾷ αὐτὸν ὡς αὐτολόγον καὶ ὡς ἀρχιερέα κοινολογούμενον καὶ εὐχόμενον τῷ πατρί. Ἐπειδὴ δὲ οὔπω τελείως τὸ σῶμα εἰς ἀφθαρσίαν ἀμετάθετον ἀγαγὼν ἦν, ὤφθη μετὰ τῶν φθαρτῶν ἱματίων λάμψας σὺν αὐτοῖς· ὅταν γὰρ ἀναστῶσιν οἱ δίκαιοι ἐν δόξῃ ἐν τῇ δευτέρᾳ Χριστοῦ παρουσίᾳ, οὐ μέλλουσιν ἔχειν ἱμάτια αἰσθητά, ἀλλὰ λαμπραί τινες περιβολαὶ περιβληθήσονται αὐτοῖς. Ὡς δὲ τὸ τούτων εἶδος οὐκ ἐγένετο ἕτερον παρὰ τὸ τῆς μεταμορφώσεως, οὕτως ἐν τῇ ἀναστάσει πολλῷ ἐνδοξότερον τὸ περὶ τοὺς ἁγίους εἶδος ἔσται, παρ᾿ ὅ εἶχον ἐν τῷ βίῳ τούτῳ, οὐχ ἕτερον δέ. Οἱ δὲ περὶ Ἰησῦν ἐνδόξως ὤφθησαν τοῖς μαθηταῖς· Μωῦσῆς μὲν τοῦ νόμου τὸ πρόσωπον δηλῶν, Ἡλέας δὲ τῶν προφητῶν· αὐτὸς γὰρ ἦν ὁ νόμου καὶ προφητῶν κύριος. Ὁ τοίνυν νοήσας τὸν πνευματικὸν νόμον καὶ τὴν ἐν τοῖς προφήταις >ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν< ὁρᾷ Μωϋσῆν καὶ Ἡλίαν ἐν δόξῃ.
[*](d(D*)C 2—5 λαμπρότ. auch in W (PG 72, 656 B 1—5) als Schluß eines Kyrill-Schol. — 12 vgl. Hebr. 7, 25 19ff. vgl. Ambros, in Lucam VII, 10 (S. 286, 13 ff. Schenkl) 22f. 1 Kor. 2, 7 2 Ἡ — 3 ἐδήλου] Ἐκείνης οὖν τῆς μελλ. δόξ. ὑπόδ. παρεδήλου ἡ παραδ. τοῖς μαθ. μεταμόρφ. W 4 αὐτὸν C 7 φύσει > d ἀπρόσιτος + φύσει D2 8 αὐτοῖς > d 10 ~ μεταμορφ. τὸν λόγον C ὅτε] ὅταν DD1 11 αὐτὸ λόγον konj. Kr. 14 τῶν ἱματ. τῶν φθαρτῶν C 15 Χριστοῦ > C ἔχειν + τὰ D2 18 τῶν ἁγίων DD1 19 εἶχεν C Ἰησοῦν konj.] Ἡλίαν alle Hss. 20 — τὸ πρόσ. τοῦ νόμου E2 22 Ὁ τοίνυν κτλ. wörtlich aus d. Comm. in Matth. tom. XII, 38 (III, 193, 16—18 Lomm.), der zima ganzen Schol. zu vergleichen ist ~ νοήσας τόνυν C)Καὶ συνομιλοῦσιν ἀλλήλοις, ὅ ἐστι σύμφωνα ἐαυτοῖς λαλοῦσι· τοὺς ἐν τῇ παλαιᾷ δὲ δυνῆψε τοῖς ᾶποστόλοις παραδεικνύς, ὅτι ἐν τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ πάντες συναφθήσονται οἱ δίκαιοι.
[*](dCδ (zwischen XXII, 23 u. XXIII, 2 steht in dC ntir ein 4 Zeilen langes Κυr.-steht)[*](2 Καὶ — λαλοῦσι > d τοὺς — 3 παρασεικν. nach 4 δίκαιοι C 3 δὲ] υὰ C παραδεικνύς] παρὰ τὸ ὄρος C καὶ ὅτι C)Ἀχούσας, ὅτι μέλλει παθεῖν ὁ Χριστός, καὶ νομίσας καιρὸν εὑρεῖν τοῦ εἰπεῖν, ἅ οὐκ ἤθελε γενέσθαι, ᾔτει τὸν κύριον ἄνω μεῖναι ἐν τῷ ὄρει διηνεκῶς, ἶνα μὴ κατελθόντα εὕρωσιν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἀποκτείνωσιν, ἀγνοῶν τὰ ἐκ τοῦ πάθους καὶ τῆς ἀναστάσεως μέλλοντα ἔσεσθαι πᾶσιν ἀγαθά.
>Ταῦτα δὲ αὐτοῦ λέγοντος ωεφέλη ἐπεσκίασεν ὐτούς<, τὸ περίεργον διακόπτουσα τοῦ ὑπὲρ δύναμιν τὴν ἑαυτῶν ζητεῖν τι, καὶ διὰ τούτου προδιατυπῶν, ὅτι μέλλουσι πάντες οἱ ἅγιοι οἱ πρὸ τῆς ἐπιδημίας καὶ οἱ μετὰ τὴν ἐπιδημίαν ἅμα γενέσθαι, καὶ ὅτι εἰς τὰς αὐτὰς σκηνὰς ἀνάγουσι νόμος καὶ προφῆται καὶ εὐαγγέλιον, τρεῖς μὲν ἀριθμούμεναι, πρὸς ἐν δὲ τέλος ὁρῶσαι, Λ·αὶ ὅτι ἐν τῇ ἀναστάσει μέλλουσιν >ἁπαγῆναι ἐν νεφέλαις< οἱ ἅγιοι >εἰς ἀπάντησιν τοῦ κυρίου καὶ σὺν αὐτῷ εἶναι< διηνεκῶς.
[*](δ [vorher gehen 3 Zeilen KjTill (D: Κυρίλλου ὅλον), nach 6 ἀγαθά ist ein Satz aus KjtiII u. Titus eingeschoben] — 11 ff. 1 Thess. 4, 17)[*](2 Ἤ ὅτι ἀκούσας dC 3 γενέσθαι + διὸ καὶ d 4 κατελθόντα > 6 πᾶσιν > d 8 διὰ τούτου > d 9 οἱ — IQ ἐπιδημίαν > d ἀναγενέσθαι δ 12 μέλλ. + οἱ ἅγιοι C ἐν νεφ. — 13 διηνεκῶς > C)Οὐδὲ βούλεται Ἰησοῦς λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος αὐτοῦ· αὐτοῦ· ἐβλάβησαν γὰρ ἄν οἱ ἀχούοντες καὶ μάλιστα οἱ ὄχλοι τὸν οὕτω δεδοξασμένον δεωροῦντες σταυρούμενον. Οὐ τοίνυν φθονήσαντες ἔκρυψαν, ἀλλ᾿ ὡς φοβθέντες, μὴ ἀπιστηθῶσι. Φησὶ γὰρ ὁ Λουκᾶς· >καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδέν ὧν ἑωρακασιν<. Πότε οὖν >ἀπήγγειλαν< Μετὰ τὴν ἀνάληψιν, μετὰ τὴν τοῦ πνεύματος παρουσίαν· τότε τότε γὰρ ἐπλήσθησαν παῤῥησίας καὶ Πνεύματος πατηξιώθησαν καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ πάντα ὅσα ἔλεγον λοιπὸν εὐπαράδεκτα ἦν.
[*](k*m*εμ)[*](2—4 σταυρούμ. aus Comm. in Matth. tom. XII, 43 (III, 203, 17—204, 2 Lomm.) (Var.: Οὐδὲ — λεχθ.] ἐπεὶ καὶ κατὰ ταῦτα βούλ. ὁ Ἰησ. μὴ λεχθῆναι / 3 οἱ > / 4 θεωρ.] ὁρῶντες) 2 Οὐδὲ + γὰρ Κ4 2 Οὐδὲ] καὶ τοίνυν οὐ βούλεται] γὰρ βλέπεται ε ὁ Ἰησ. ε πρὸ — 3 αὐτοῦ > ε 3 ἄν οἱ > μάλιστα + δὲ μ 4 τοίνυν > μ + ὡς K6K4 5 φθονήσ. + οὖν Φησὶ — 7 ἑωρ. > ke 7 Πότε] τότε ε οὖν] δὲ μ 8 τότε] πότε 6 ὅτε Κ8ε τότε — 10 ἦν > μ 9 ἠξιώθησαν Κ8ε 10 λοιπὸν > K8ε)Τοῦτο τοίνυν φησίν· εὶ καὶ ἐπὶ τοῦ παρόντος οὐ νοεῖτε τοὺς λόγους τούτους, ἐν καιρῷ αὐτοὺς νοήσετε τὴν ἄγνοιαν ἀποθέμενοι, ἐπὰν τελείως ἐπιστρέψητε πρός με καὶ περιαιρεθῆτε τὸ κάλυμμα, ὅπερ ἐν αὐτῷ [*](k* (vgl. ο) Vgl. Orig. Comm. in Matth. tom. XIII, 8 (III, 225, 6 ff. Lomm.)) [*](4 vgl. 2 Kor. 3, 16)
Εἰ μὲν οὖν ἕτοιμος εἶ, ὦ οὗτος, ὁμοίως ἐμοὶ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλἰναι, αἱρήσῃ διὰ τὴν ἐμὴν διδασκαλίαν τὸ ἀκατάστατον ἐνταῦθα ἐλπίδι τῆς τῶν οὐρανῶν βασιλείας, [ἐπ᾿ οὐδενὶ] τὴν ἀνάπαυσιν ἐνταῦθα μὴ προσδοκῦν, ἀλλ᾿ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Οἱ γὰρ ἐμοὶ μαθηταὶ δικαιοσύνην ἀσκοῦντες >ἐν τῷ κόσμῳ θλῖωιν ἕξουσιν<, >πονηροὶ δὲ καὶ γόητες<, ἀλώπηξι καὶ πετεινοῖς οὐρανοῦ παραβαλλόμενοι ἐν τῷ βίῳ τούτῷ, >προκόφουσι πλανῶντες καὶ πλανώμενοι<. Μάλιστα δὲ ἁρμόζει πρὸς τό· >ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι< τὸ >ἀστατοῦμεν< ὑπὸ Παύλου, ἐν ᾧ Χριστὸς ἐλάλει, ῥηθέν.
[*](k* _ 6 Joh. 16, 33 6ff. 2 Tim. 3, 13 10 1 Kor. 4, 11; vgl. 2 Kor, 13, 3)[*](2 ὦ Κ8ε οὗτος] αὐτὸς ε 5 αἰῶνι τῷ > ε 6 κόσμῳ + τούτῳ 8 Μάλιστα — 10 ῥηθέν > Κ8ε)Ὅ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ μὴ τῶν πετεινῶν καὶ θηρίων ἤτοι τῶν δαιμόνων σαυτὸν ἀπαλλάξεις, οὐ δύναμαι ἐν σοὶ καταλῦασι οὔτε σὺ τοιοῦτος ὢν δύνασαι τὸ ἀποστολικὸν ἀξίωμα λαβεῖν.
[*](δ; vgl. Ὠριγένους. Ἐν ἁγίοις ὁ Χριστὸς ἅγιος ὤν ἀναπαύεται· διὸ καί φησι πρὸς αὐτόν· ἐν σοὶ δαίμονες ἀναπαύονται, τοῦτ’ ἔστιν αἱ ἀλώπεκες, ἐγὼ δὲ οὐκ ἐν σοί, ἀλλ᾿ ἐν ἁγίοις ἀναπαυθήσομαι. (Matth. Katene d. P. Possinus p. 114, zu Matth. 8, 20))[*](2 τῶν C > d ἀπαλλάξης C καταλῦσαι δ] κατοικῆσαι DD1)Ὑψηλότερον δέ· ὅτε ἐπεθνήκει τῷ νεανίσκῳ ὁ πατὴρ καὶ ἦν νεκρός, τότε ὑπὸ τοῦ σωτῆρος ἐκλήθη· Νομίζω δὲ ὅτι, ὥσπερ ὁ κόσμος Παύλῳ ἐσταύρωτο καὶ νεκρὸς ἦν, ἐπεὶ τέθνηκεν αὐτῷ τὰ τοῦ κόσμου πράγματα, μηκέτι αὐτὰ σκοποῦντι ὡς >βλεπόμενα καὶ πρόσκαιρα< οὕτως ἑκάστῳ δικαίῳ τέθνηκεν ὁ διάβολος, ὅστις αὐτῷ ἔζη ἁμαρτάνοντι· πᾶς γὰρ >ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέηται< παντὶ δὲ ἁμαρτά- νοντι καὶ σκοποῦντι τὰ τῇδε ζῇ ὁ πονηρὸς πατήρ. Παντὶ δέ, ᾦ τέθνηκεν ὁ πονηρός, λέγοιτ᾿ ἄν ὑπὸ τοῦ σωτῆρος τό· >ἀκολούθει μοι<. Καὶ τἀχα τοιοῦτόν ἐστι μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφ’ ἡμῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ Ἰησοῦ. Τὸ δέ· >τοὺς νεκροὺς θάψαι< τοὺς ἑαυτῶν νεκροὺς ἀλληγορεῖται μόνον· θάπτουσι γάρ πως νεκροὶ >τοὺς ἑαυτῶν νεκροὺς< ἐν ἑαυτοῖς, τάφοι καὶ μνημεῖα αὐτῶν γενό- μενοι. Τέλεον δέ καταλείπει τὸν νεκρὸν καὶ οὐδαμῶς ἔτι αὐτοῦ ἅπτεται ὁ πειθόμενος τῷ Ἰησοῦ· οἶδε γὰρ ὅτι ὁ ἁπτόμενος νεκροῦ μολύνεται.
[*](Κ*ε _ 3f. Gal. 6, 14 5 2 Kor. 4, 18 6f. 1 Joh. 3, 8 lOf. vgl. Luk. 14, 26 15 vgl. Num. 19, 16)[*](3 ὑπὸ] ἀπὸ ε σωτῆρος] Ἰησοῦ Κ8ε Νομίζω] νομιστέον ε 4 ἐσταύρωται ε τεθνήκει ε 7 γεγέννηται Κ4ε 9 σωτῆρος] Χριστοῦ Κ8ε 14 καταλείποι Κ6 15 ὅτι] ὡς ε)Ἕκαστος ἡμῶν ἑαυτοῦ ἀρότης ἐστὶν γῆν ἔχων τὴν ἰδίαν ψυχήν, ἥν ὀφείλει νεοῦν ἀρότρῳ λογικῷ συναγαγὼν τοὺς βοῦς τοὺς ἐργάτας ἀπὸ τῶν γραφῶν τῶν καθαρῶν· τότε γὰρ νέαν ποιήσει τὴν ὑπὸ πολλῆς ἀργίας τῆς ἐν τῷ παρελθόντι χρόνῳ παλαιωθεῖσαν ψυχὴν καὶ πολλὴν ἐξενεγκοῦσαν κακίαν καὶ ἔργα ἄκαρπα, ὅ ἐκτεμὸ)ν τῷ ἀρότρῳ τοῦ λόγου καὶ ποιήσας νέωμα σπερεῖ ἀπὸ τῆς θείας διδασκαλίας απέρματα νομικά, προφητικά, εὐαγγελικά, μεμνημένος καὶ μελετῶν αὐτό. Διό φησι καὶ διὰ Ἱερεμίου τοῦ προφήτου ό τῶν ὅλων θεός· >νεώσατε ἑαυτοῖς καὶ μὴ σπείρετε ἐπ᾿ · οὐ γάρ ἐστι θεῖον ἁπλῶς δέξασθαι σπόρον καὶ καρποφορῆσαι, μὴ πρότερον ἐκκαθάραντας τὰς ψυχὰς καὶ πᾶν ἐκβαλόντας πάθος καὶ τὰς βιωτικὰς μερίμνας καὶ ἡδονάς, αἵ εἰσιν αἱ ἄκανδαι· διό φησιν· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν<.
[*](W* Vgl. Orig. in Jerem. hom. V, 13 (42, 18—30 Klostermann); Ζ. T. Ubereinstimihung. — 10 f. Jerem. 4, 3 13 f. vgl. Luk. 8, 14 14 Ps. 36 (37), 27)