Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
[Ἄλλοι δέ τὸ τρισσῶς ἐληλυθέναι αὐτὸν οὕτω φασίν· τὸ πρῶτον Μωϋσέως καὶ Ἀαρών, δεύτερον, καθ’ ὃν καιρὸν ἦν Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ μετ᾿ αὐτὸν οἱ κριταί, τρίτον δέ μετὰ τούτους, καθ’ ὃν γεγόνασιν >οἱ προφῆται μέχρις Ἰωάννου< τοῦ βαπτιστοῦ.] Ἐν καιροῖς ἄκαρπος ὁ Ἰσραήλ· ὅσον γὰρ ἧκεν εἰς τὴν τοῦ θεοῦ βουλήν, ἀπαράδεκτος ἦν ἡ ὡς ἐν σκιαῖς καὶ τύποις λατρεία, καὶ ἄκαρπος παντελῶς τότε ἧκον εἰς πνευματικὴν λατρείαν· διὸ καὶ ἀπόβλητος γέγονεν. Ἕτερον δέ τέταρτον νοῆσαι τὴν τῆς ἐνανθρωπήσεως χρόνον, καθ᾿ ὃν νύττει καὶ περιορύττει τὸν Ἰσραήλ, καταθερμαίνων αὐτόν, ἵνα ζέοντας τῷ πνεύματι ἀποτελέσῃ. Ἐπειδὴ δὲ μετὰ τοσαύτας ἀπειλὰς ἔμειναν ἄκαρποι, ἐξεκόπη ἡ συκῆ καὶ ἐνεκεντρίσθη τὰ ἔθνη >εἰς τὴν ἐκείνων ῥίζαν<· ἔμεινε ῥίζα. Ἢ γεωργὸν δεῖ νοῆσαι ἄγγελόν τινα παρὰ θεοῦ προσταχθέντα προΐστασθαι τῆς Ἱερουσαλήμ, ἣ καὶ συκῇ ἀκάρπῳ παραβάλλεται. Διαγράψωμεν οὖν καὶ ὡς ἐν συντόμῳ τὸν λόγον· >συκῆ< ἤτοι ἡ Ἱερουσαλὴμ [ἢ ἡ τῶν Ἰουδαίων συναγωγὴ ἢ ἡ ἀνθρωπότης >οἰκοδεσπότης<, οὗ τινος καὶ ἡ συκῆ ἦν, [ὁ θεὸς καὶ αὐτὸς ὁ σωτήρ· [ὁ δέ >ἀμπελουργὸς< ὁ υἱὸς τοῦ θεοῦ. >Τρίτον< ἐληλυθέναι αὐτόν, τοῦτ’ ἔστι διὰ Μωϋσέως, διὰ τῶν προφητῶν, ἑαυτοῦ.] Ἤτοι πρῶτον ἔτος, καθ’ ὁ πρῶτον τῷ Ἀδὰμ ἐνετείλατο λέγων· >ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ<, τὰ ἑξῆς· δεύτερον, καθ᾿ ὁ ἐν τῷ νόμῳ διὰ Μωϋσέως τῷ Ἰσραὴλ δέ- [*](dC (d nur 2—5 βαπτ. + 27 τέταρτον—28) 8 Ἕτερον—14 παραβάλλεται ist abgedruckt als Fragm. LXVI p. 265. Vom übrigen Text ist das Eingeklammerte den Autoren Titus, Kyrill und Isidor Pel. zuzuweisen: 16 ἡ1 — συναγ., 18 Τρίτον — 20 ἑαυτοῦ = Titus; 2 τὸ2 —5 βαπτιστοῦ, 24 Ἤ — 26 βαπτιστοῦ = Kyrill; 16 ἡ2 — 17 οἰκοδεσπότης, 11 ὁ — πατὴρ, 18 ὁ δὲ — θεοῦ = Isidor. Das Übrige dürfte dem Origenes 5. 26 Luk. 16, 16 11f. vgl. Röm. 11, 17 21 Gen. 2)