Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Ἐμνήσθη δὲ καὶ τῶν ἀρχιερέων Ἄννα καὶ Καϊάφα, ἵνα δείξῃ, ἀπὸ τοῦ καιροῦ, καθ’ ὅν ἦλθεν ὁ Ἰωάννης κηρύσσων, ἦσαν οὗτοι ἀρχιερεῖς, ἐν ἐκείνῳ τῷ καιρῷ ἀρξάμενοι, μείναντες δὲ ἕως τοῦ πάθους τοῦ κυρίου ἐν τῂ ἀρχιερωσύνῃ. Φησὶ γὰρ περὶ τοῦ Καϊάφα, ὅτι εἰπὼν περὶ τοῦ Χριστοῦ, ὅτι >συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ὑπὲρ τοῦ λαοῦ<, καὶ ἐπήγαγεν εὐθύς· >ἦν γὰρ ἀρχιερεὺς ἐκείνου< ἤτοι πρὸ δύο ἐτῶν τοῦ πόθους εἶπεν τοῦτο· τῷ γὰρ τρίτῳ τριακοστῷ ἔτει μετὰ μῆνας τρεῖς ἔπαθεν ὁ κύριος.

[*](dCS (anschließend an p. 137, 17) — 6f. Joh. 11 2 καὶ > S 3 ὁ > C 4 μείν. δὲ] καὶ διαμείναντες S ἕως — 5 κυρίου nach 5 ἀρχιερωσύνῃ S 5 Φησὶ — 9 nur C > dS)
282

>καὶ τοῖς αἰχμαλώτοις ἄφεσιν<. Τινας δὲ αἰχμαλώτους φησὶν αὐτούς, οὓς πρώην αἰχμαλωτευθέντας καὶ δεσμευθέντας ὑπὸ τοῦ διαβόλου ἐλθὼν ὁ Χριστὸς καὶ καθελὼν τὸν ἀποστάτην καὶ ἀλαζόνα τύραννον τὸν Σατανᾶν ἠλευθέρωσε τῆς αἰχμαλωσίας; Τοὺς αὐτοὺς καὶ >τυφλοὺς< >τεθραυσμένους< φησίν· αὐτὸς γὰρ ἐξήστραψε τοῖς ἐσκοτισμένην ἔχουσι διάνοιαν τὸ νοητὸν φῶς, ἀφῆκέν τε ἤγουν ἀπέλυσε δεσμῶν τῶν τῆς ἁμαρτίας τοὺς >τεθραυσμένους καὶ συντετριμμένους τῇ καρδίᾳ<, τοῦτ᾿ συντριβέντας ὑπὸ τοῦ βάρους τῆς ἁμαρτίας ἢ τοὺς ταπεινοὺς τῷ πνεύματι, οἷς καὶ κηρύσσει >ἐνιαυτὸν κυρίου δεκτόν<. Ποῖος δὲ οὗτός ἐστιν ὃν τὸ κήρυγμα τοῦ σωτῆρος ἐγίνετο ἢ καθ᾿ ὃν ὁ ἀμνὸς ὁ ἀληθινὸς ὑπὲρ τῆς ἁμαρτίας τοῦ κόσμου προσεφέρετο;

[*](adk CNκ (in k als Schluß eines langen Kyrillscholions, gekürzt), an p. 194, 13—23 — 9 vgl. Matth. 5 2—5 αἰχμαλωσίασ] αὐτὸς (+ γὰρ V) αἰχμαλώτους ὄντας ἐῤῥύσατο, τὸν ἀποστάτην τύραννον καθελών, τοῦτ᾿ ἔστι τὸν Σατανᾶν akV 2 Τίνας—φησὶν > d ἢ] λέγει δὲ d 3 οὓς] τοὺς d 3/4 διαβόλου+ οὓς d 4 καὶ1 — 5 Σατανᾶν > d 5 Τοὺς—6 φησίν > akV αὐτοὺς + δὲ d 6 αὐτὸς — 7 φῶς] αὐτοῖς γὰρ ἐσκοτισμένοις οὖσι τὴν διάνοιαν τὸ νοητὸν ἐξήστραψε φῶς d, αὐτὸς ἐνήστραψε τὸ νοητὸν καὶ θεῖον (+ καὶ οὐράνιον b) φῶς τοῖς ἐσκοτισμένην ἔχουσι τὴμ καρδίαν akV, + καθὼς αὐτός φησιν, ὅτι Ε;ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα> (Joh. 12, 46) akV (~ τὸ θεῖον καὶ νοητὸν φῶς ἐνήστραψε k καθὼς — ὅτι] Ἔφη γοῦν kV / τοῦτον > a) 7 ἀφῆκεν — 8 καρδίᾳ] αὐτὸς ἀπέλυσε δεσμῶν, δηλονότι τῶν εἰς ἁμαρτίαν, τοὺς συντεθραυσμένην ἔχοντας (+ τὴν k) καρδίαν akV αὐτὸς + καὶ A / δεσμ. — ἁμαρτ.] τῶν τῆς ἁμαρτίας δεσμῶν, δηλονότι k), αὐτὸς δεσμῶν τῶν ἐξ ἁμαρτίας ἀπέλυσε πάντας τοὺς πιστούς A ἤγουν ἀπέλυσε > d 8 καὶ συντετριμμένους > d τοῦτ᾿ — 9 συντριβ. > d τοῦτ’ ἔστι — 9 πνεύματι > akV 10 οἷς —12] αὐτὸς ἐκήρυξεν <ἐνιαυτὸν δεκτόν>, οὗ (+ καὶ V) ὁ πάνσοφος Παῦλος μνημονεύει λέγων· <ἰδοὺ νῦν καιρὸς ἰδοὺ νῦν ἡμέρα σωτηρίας> (2 Kor. 6, 2) akV διαμνημονεύει V / νῦν > 10 Ποῖος — ἤ > d 10 — 11 ἐγίνετο vgl.] ἀλλὰ τὴν μέλλουσαν αὐτὸς ὑπέδειξε ζωὴν καὶ τὴν δικαίαν ἠπείλησε κρίσιν. Αὐτὸς ἐκήρυξε ἐνιαυτὸν κυρίου δεκτόν, καθ᾿ ὃν τὸ κήρυγμα τοῦ σωτῆρος ἐγένετο· ἐνιαυτὸν γὰρ δεκτὸν τὴν προτέραν αὐτοῦ οἶμαι λέγεσθαι παρουσίαν, ἡμέραν δὲ ἀνταποδόσεως, τὴν τῆς κρίσεως ἡμέραν W (letzter Teil des dem k-Text entsprechenden Kyrill-Scholions). 12 ~ τοῦ κόσμου προσεφέρ. ἁμαρτ. d)

Ἐπαινεθεὶς μέντοι ὑπό τοῦ σωτῆρος ὁ νομικὸς ὡς καλὴν ἀπόκρισιν ἐποιήσατο, τὴν ἀλαζονείαν ἐξέῤῥηξεν, οὐδένα εἶναι πλησίον αὐτοῦ τιθέμενος,

[*](2—8 dCk (als letzter Teil eines Kyrillscholions, der nicht syrisch belegt ist) mκ 2—4 ἐφαμίλλου 2 μέντοι > a] τοίνυν dC ὑπὸ—νομικὸς — > dC ὡς — 3 ἐποιήσατο > a καλὴν + τὴν κ 3 ἐποιήσατο + καὶ ἀποτυχὼν τῆς θήρας dC (= Kyr., vgl. k) αὐτοῦ] ἑαυτοῦ κ)
283

ὡς οὐδενὸς ὄντος αὐτῷ κατὰ τὴν δικαιοσύνην ἐφαμίλλου· μόνον γὰρ ἐνόμιζε πλησίον εἶναι τόν δίκαιον τῷ δικαίῶ, τὸν ἡψηλὸν τῷ ὑψηλῷ κατ’ ἀρετὴν ἐφάμιλλον, οὐκ εἰδώς, ὅτι τοῦτο διαφθείρει τὴν δικαιοσύνην τὸ μὴ ἐξ ἀγάπης, ὃ πράττει, ποιεῖν· ἐνδεὴς οὖν οὗτος τῆς ἀγάπης ἁλίσκεται καὶ τῆς πρὸς τὸν θεὸν καὶ τῆς πρὸς τὸν πλησίον.

[*](4 αὐτῷ] αὐτοῦ a ἐφαμίλλου] ὁμοίου d 5 δίκαιον — ὑψηλῷ > d 6 οὐκ εἰδώς, ὄτι] Ταῦτα δὴ φρονῶν, οἷα ἐκεῖνος ὁ Φαρισαῖος ὁ λέγων· <Οὐκ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων> (Luk. 18, 11), οὐκ εἰδώς, ὡς k 7 οὖν γὰρ d οὖν + καὶ k ἁλίσκεται — 8 Πλησίον] τῆς πρὸς τὸν θεὸν καὶ τὸν πλησ. καὶ οὗτος εὑρίσκεται d 8 καὶ] πάντως μέν καὶ k τὸν1 > k + οὐ μὴν ἀλλὰ k τῆς + γε k πλησίον, + ἐμφανῶς, ὅπου οὐδὲ εἶναί τινα πλησίον ἑαυτοῦ λογίζεται· δῆλον δὲ ὅτι <τὸν ἀδελφὸν οὐκ ἀγαπῶν, ὃν ἑώρακεν, δύναται θεὸν ἀγαπῶν, ὃν οὐχ ἑώρακεν> (1 Joh, 4, 20) k)