Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum)
Origen
Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Ἐκ τούτων δείκνυται ὂ προεῖπον, ὅτι μεταμέλεια θεοῦ λέγεται τῆς τοῦ θεοῦ οἰκονομίας ἀπὸ πράγματος εἰς πρᾶγμα μετάθεσις.
{Δείκνυσιν ὁ λόγος, ὅτι κἂν προφήτης καὶ δίκαιος ἄνθρωπος ὑπὲρ ἄλλων δεόμενος, οὐκ ἄλλως ἀκούεται, εἰ μὴ ἐκεῖνος ἔργῳ δείξῃ τὴν μετάνοιαν. οὕτω γὰρ ἠ δέησις ἰσχύει τοῦ δικαίου ἐνεργουμένη διὰ τοῦ ἀμαρτήσαντος. ἴνα οὖν εἰς πέρας ἀχθῇ τὸ πρᾶγμα, δεῖ ἀμφότερα συνδραμεῖν, καὶ τὴν τοῦ δικαίου εὐχὴν καὶ τὸ ἔργον τοῦ μετανοοῦντος.
Ὀ μὲν Ἠσαῦ πυρράκης ἦν ὡσεὶ δορὰ <, τὴν ἐξ ἔχων νεκρότητα καὶ φονῶν κατὰ τοῦ Ἰακώβ. ὁ δὲ Δαβὶδ πυρράκης ἦν μετὰ κάλλους ὀφθαλμῶν, ἵνα τὸ διορατικὸν διορατικὸν τοῦ Δαβίδ.