Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum)
Origen
Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Ἵνα γνῶσιν οἱ ἀλλόφυλοι ὅτι οὔτε ὁ θεὸς ἡττήθη διὰ τῶν Ἰσραηλιτῶν οὔτε αὐτὸν νενικήκασι τῇ οἰκείᾳ δυνάμει, ἀλλὰ τῶν Ἰουδαίων αἱ ἁμαρτίαι καὶ ἀσέβειαι τὴν ἠτταν πεποιήκασιν. πέπτωκε δὲ πρὸ τῆς κιβωτοῦ ὀ Δαγών, οὐχ ἴνα προσκυνήσῃ, οὐ γὰρ ἠν ἄξιος, ἀλλ’ ἵνα συντριβῇ· ὃ δὴ καὶ γέγονεν.
Ὥσπερ ἐπ’ ἀνθρώπων μὲν χεὶρ καὶ ποὺς καὶ ὀφθαλμὸς καὶ οὖς καὶ εἴ τι τοιοῦτον ὀνομάζεται σημαντικὰ τῶν μελῶν τοῦ ἠμετέρου σώματός ἐστιν, ἐπὶ δὲ θεοῦ χεὶρ μὲν τὸ δημιουργικόν, ἀφθαλμὸς δὲ τὸ ἐποπτικόν , καὶ οὖς μὲν τὸ ἀκουστικόν, ποὺς δὲ τὸ τῆς [*](3 über die Hss, vgl. die Einleitung Ι 7 Ἐπειδὴ] vorher ABBREV s Ι ἠλεὶ s | 11 Ἠλὶ ἠ] ἰὴλ ἠ v ἰ... ἠ s | 18 Ἵνα] vorher ABBREV s | 24 ἐπ Ru.)
Καὶ πάλιν·
Εἐ πάντα πρόοιδεν ὀ θεός, οὐκ ἀφ᾿ ὧν δὲ οἶδε θυμοῦται ἢ οὐ πάθος ἄρα θεοῦ θυμὸς ἢ μεταμέλεια, ἀλλὰ τοῦ θυμοῦ | | ἔργον ἡ κόλασις καὶ τὸ τῆς μεταμελείας ὁμοίως ἀπόστασις μὲν τοῦ προτέρου πράγματος, μετάθεσις δὲ εἰς τὴν ἑτέραν οἰκονομίαν. οὕτω καὶ περὶ ῥομφαίας λέγεται· >ῥομφαία ὀξύνου καὶ καὶ χεὶρ ὠνόμασται σιδήρου † ὁ Σολομών· »ἵνα ῥύσηταί σε ἐκ χειρὸς σιδήρου«) καὶ ῥομφαίας ὠς ὀ Δαβίδ φησιν· »εἰς χεῖρας ῥομφαίας‘). οὕτω καὶ ὀ θυμὸς τοῦ θεοῦ ὀργίζεσθαι λέγεται καὶ πρόσωπον ἔχειν ἁμαρτία κατὰ τὸν Δαβίδ, καὶ πρόσωπον ὁ τοῦ θεοῦ θυμός, ὡς ἐν τῷ τριακοστῷ ἐβδόμῳ Ψαλμῷ, καὶ χερσὶν οἱ ποταμοὶ κροτεῖν. οὔτε δὲ ποταμοῖς χεῖρές εἰσιν οὔτε πρόσωπον ἁμαρτίαις. μὴ τοίνυν διὰ τὰ σωματικῶς περὶ θεοῦ λεγόμενα, ὠς ἐχώρουν οἱ παλαιοί, σῶμα τὸν θεὸν νομίζωμεν ἢ παθῶν αὐτὸν πεπληρῶσθαι.
{Οὐ τὸ εὐπερίστρεπτον τῆς ἀνθρώπου γνώμης τῷ ἡμεῖς γὰρ ἐφ᾿ ἐαυτῶν τὰς τροπὰς τῆς θείας οἰκονομίας τὰς ἐφ’ ἡμῶν δικαίως συμβαινούσας ἀπεργαζόμεθα, ἀναξίους ἑαυτοὺς δεικνύντες διὰ τῶν πράξεων τῆς παρὰ τοῦ θεοῦ δωρηθείσης τιμῆς. καταγνοὺς οὑν τοῦ Σαοὺλ καὶ βουλόμενος τῷ Δαβὶδ παραδοῦναι τὰ τῆς ἀρχῆς καὶ τῷ σπέρματι αὐτοῦ φυλάξαι τὴν βασιλείαν διὰ τὸν ἐξ αὐτοῦ τεχθησόμενον κατὰ σάρκα βασιλέα τῆς κτίσεως ἁπάσης, ἀνθρωπίνοις ἐχρήσατο ῥήμασιν ἀνθρώποις διαλεγόμενος, καὶ εἶπεν· μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα, ἀντὶ τοῦ [*](16 Vgl. Ezecb. 21, 9. 10. — 17 Hiob 5, 20 w. e. seh. — 18 Psal. 62, 11. — 19 Vgl. Psal. 73, 1. — 19/20 Vgl. Psal. 37, 4. — 21 Vgl. Psal. 97, S. — 23 Vgl. Sei. in Gen. 1, 26 (Lo 8, 49): ὧν ἐστι καὶ Μελίτων, συγγράμματα καταλελοιπῶς περὶ τοῦ ἐνσώματον εἶναι τὸν θεόν κτλ. — 31 Vgl. Rom. 1, 3.) [*](12 πρόοιδεν Blass προεῖδεν cv | 16 ὀξύνου καὶ] ὀξύνουσα cv | σφάζει c | 19 ἔχειν] ἔσχεν c | 20 ὁμαρτία] ἁμαρτίας cv | 22 διὰ] τις cv.)
Τὸ μεταμεμέλημαι διὰ τὸν Σαοὺλ τουτέστιν οὕτω ἀνάξιον ἑαυτὸν τῆς βασιλείας ἐποίησεν, ὥστε εἴ γε φύσιν εἶχον μετανοοῦσαν, μετέγνων ἂν ἐπ αὐτῷ. διὰ τί οὖν ἐχρίσθη; ὅτι τότε ἄξιος ἦν. τραπεὶς δὲ πάλιν ἀνάξιος γέγονεν.