Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ζητεῖται πῶς ὁ Δαβὶδ τῷ Σεμεΐ συγχωρήσας παρακελεύεται τῷ Σολομῶντι ἀνελεῖν αὐτὸν ὁ ἀμνησίκακος καὶ πρᾶος, ἀλλὰ καὶ τὸν Ἰωὰβ συγκαμόντα αὐτῷ. τί δήποτ᾿ οὖν ταῦτα οὕτως ᾠκονομήθη; σοφὸς ὢν ὀ Δαβὶδ ἠπίστατο ὅτι οὔτε τὸν Σεμεΐ Σολομῶν ἐάσει ζῆν δέει τῆς ἐπαναστάσεως, ὡς γὰρ ἀπὸ βασιλικοῦ ἀξιώματος μέλλει περὶ τῆς βασιλείας μάχεσθαι τῷ Σολομῶντι, οὔτε τὸν Ἰωάβ, ὡς ἐκτὸς τῆς τοῦ Δαβὶδ γνώμης εἰς βασιλέα τὸν υἱὸν τοῦ Δαβὶδ καταστήσαμτα. ὡς ἀνελόντα τοίνυν καὶ τὸν Ἀβεννήρ, συγκαμόντα δὲ τῷ πατρὶ ἐν πολλοῖς πολέμοις καὶ κατορθώσαντα. ταῦτα προϊδὼν ὀ Δαβὶδ προλαβὼν διατάττει τῷ Σολομῶντι ποιῆσαι, ἃ καὶ ἀφ’ ἑαυ- [*](10ff. Vgl. Ι Sam. 13, 16 14, 2. 23. — 14 Ι Sam. 14, 47. — 23 Vgl. Ι Sam. 19, 23. — 27 Vgl. II Sam. 16, 5. — 28 Vgl. I ön. 1, 7. 19 usw. — 30 Vgl. II Sam. 3, 26—29.) [*](1 ἐπανίστασθαι s | 11 αὐτοῦ c | 15 τουτέστι s | 16 γένηται es | 17 ἡ] ἢ sv | 18 τῷ Ga τοῖς s τῶν cv | 19 ἴσχον Ga ἔσχεν c ἔσχε sv (ε in Ras.) | 20 ὕστερον] ὑπὲρ c I 24 σαλομῶντι cv Ι 30 Ἀβεννήρ Ga Ἰωάβ cv.)

302
τοῦ Σολομῶν πάντως ἐποίει, ἵν ὅταν ἀναιρεθῶσιν ὑπ αὐτοῦ τουτέστι τοῦ Σολομῶντος) οἱ προειρημένοι, συγγνώμην σχῇ ὁ Σολομῶν ὡς πατρικὸν βούλημα πληρώσας καὶ οὐκ αὐτὸς ἀφ ἑαυτοῦ κατ᾿ αὐτῶν κινηθείς.

Καὶ ἐπιστρέψας φησὶν ἐκοιμήθη. καὶ ἐπέστρεψεν ὀ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ. τάχα δυνάμεων σύμβολοι ἦσαν διακονουμένων προφήτῃ πρέπουσαν τροφήν, τῷ ἀναχωροῦντι ἀπὸ τῶν ἀνθρωπίνων καὶ ἀξίῳ τῆς ἀπὸ τῶν τοιούτων διδασκαλίας, ἵνα μετὰ ταῦτα ἀκοῦσαι δυνηθῇ· ἀνάστηθι καὶ φάγε, καὶ εὕρῃ πρὸς κεφαλῆς ἀπόρρητα μυστήρια, ὧν ὁλυρίτης ἐγκρυφίας τύπος ἦν. οὐ καὶ δεύτερον κατὰ τὴν τοῦ ἀγγέλου πρόσταξιν μεταλαμβάνει εἰπόντος· ἀνάστα, φάγε· ὅτι πολλὴ ἀπὸ σοῦ ἠ ὁδός. < μὲν οὖν τὸ πρωὶ· ἔφερον τῷ Ἠλίᾳ οἱ < ἀνὰ λόγον τοῖς λελαλημένοις ὑπὸ κυρίου πρὸς Μωσῆν, ἐν οἶς ἦν· »τὸ πρω·ὶ· πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὄτι ἐγὼ κύριος ὀ θεὸς ὐμῶν«), < δὲ τὸ < παραπλησίως· »τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα«).