Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum)
Origen
Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Ἐπειδὴ ἔμελλεν ἡ θεία γραφὴ τὴν ἀπώλειαν τῶν υἱῶν Ἠλὶ προλέγειν, ὅτι τε ὴ κιβωτὸς τοῦ θεοῦ ληφθήσεται ὑπὸ τῶν ἀλλοφύλων, προλαβοῦσα θεραπεύει τὴν ἀκοήν, μήποτέ τις οἰηθῇ σκληρὸν εἶναι τὸν θεόν. διὰ τοῦτο, ὡς ἔφην, ἱστορεῖ ὡς οὐκ ἠλαττώθη τῶν υἱῶν Ἠλὶ ἡ κακία καὶ ἡ ἁμαρτία διὰ τῆς ἀπειλῆς καὶ τῆς κατ᾿ προρρήσεως, ἀλλ’ ηὐξήθη μᾶλλον.
Εὐσεβὴς ὀ Ἠλὶ καθ’ ἑαυτόν· οὐ γὰρ περὶ τῆς σωτηρίας τῶν τέκνων ἠγωνία προηγουμένως ἀλλ᾿ ὑπὲρ τῆς κιβωτοῦ, μήποτε γένοιτο ὑπὸ τοῖς ἀλλοφύλοις· ὂ δὴ καὶ συνέβη.
Ἵνα γνῶσιν οἱ ἀλλόφυλοι ὅτι οὔτε ὁ θεὸς ἡττήθη διὰ τῶν Ἰσραηλιτῶν οὔτε αὐτὸν νενικήκασι τῇ οἰκείᾳ δυνάμει, ἀλλὰ τῶν Ἰουδαίων αἱ ἁμαρτίαι καὶ ἀσέβειαι τὴν ἠτταν πεποιήκασιν. πέπτωκε δὲ πρὸ τῆς κιβωτοῦ ὀ Δαγών, οὐχ ἴνα προσκυνήσῃ, οὐ γὰρ ἠν ἄξιος, ἀλλ’ ἵνα συντριβῇ· ὃ δὴ καὶ γέγονεν.
Ὥσπερ ἐπ’ ἀνθρώπων μὲν χεὶρ καὶ ποὺς καὶ ὀφθαλμὸς καὶ οὖς καὶ εἴ τι τοιοῦτον ὀνομάζεται σημαντικὰ τῶν μελῶν τοῦ ἠμετέρου σώματός ἐστιν, ἐπὶ δὲ θεοῦ χεὶρ μὲν τὸ δημιουργικόν, ἀφθαλμὸς δὲ τὸ ἐποπτικόν , καὶ οὖς μὲν τὸ ἀκουστικόν, ποὺς δὲ τὸ τῆς [*](3 über die Hss, vgl. die Einleitung Ι 7 Ἐπειδὴ] vorher ABBREV s Ι ἠλεὶ s | 11 Ἠλὶ ἠ] ἰὴλ ἠ v ἰ... ἠ s | 18 Ἵνα] vorher ABBREV s | 24 ἐπ Ru.)
Καὶ πάλιν·
Εἐ πάντα πρόοιδεν ὀ θεός, οὐκ ἀφ᾿ ὧν δὲ οἶδε θυμοῦται ἢ οὐ πάθος ἄρα θεοῦ θυμὸς ἢ μεταμέλεια, ἀλλὰ τοῦ θυμοῦ | | ἔργον ἡ κόλασις καὶ τὸ τῆς μεταμελείας ὁμοίως ἀπόστασις μὲν τοῦ προτέρου πράγματος, μετάθεσις δὲ εἰς τὴν ἑτέραν οἰκονομίαν. οὕτω καὶ περὶ ῥομφαίας λέγεται· >ῥομφαία ὀξύνου καὶ καὶ χεὶρ ὠνόμασται σιδήρου † ὁ Σολομών· »ἵνα ῥύσηταί σε ἐκ χειρὸς σιδήρου«) καὶ ῥομφαίας ὠς ὀ Δαβίδ φησιν· »εἰς χεῖρας ῥομφαίας‘). οὕτω καὶ ὀ θυμὸς τοῦ θεοῦ ὀργίζεσθαι λέγεται καὶ πρόσωπον ἔχειν ἁμαρτία κατὰ τὸν Δαβίδ, καὶ πρόσωπον ὁ τοῦ θεοῦ θυμός, ὡς ἐν τῷ τριακοστῷ ἐβδόμῳ Ψαλμῷ, καὶ χερσὶν οἱ ποταμοὶ κροτεῖν. οὔτε δὲ ποταμοῖς χεῖρές εἰσιν οὔτε πρόσωπον ἁμαρτίαις. μὴ τοίνυν διὰ τὰ σωματικῶς περὶ θεοῦ λεγόμενα, ὠς ἐχώρουν οἱ παλαιοί, σῶμα τὸν θεὸν νομίζωμεν ἢ παθῶν αὐτὸν πεπληρῶσθαι.
{Οὐ τὸ εὐπερίστρεπτον τῆς ἀνθρώπου γνώμης τῷ ἡμεῖς γὰρ ἐφ᾿ ἐαυτῶν τὰς τροπὰς τῆς θείας οἰκονομίας τὰς ἐφ’ ἡμῶν δικαίως συμβαινούσας ἀπεργαζόμεθα, ἀναξίους ἑαυτοὺς δεικνύντες διὰ τῶν πράξεων τῆς παρὰ τοῦ θεοῦ δωρηθείσης τιμῆς. καταγνοὺς οὑν τοῦ Σαοὺλ καὶ βουλόμενος τῷ Δαβὶδ παραδοῦναι τὰ τῆς ἀρχῆς καὶ τῷ σπέρματι αὐτοῦ φυλάξαι τὴν βασιλείαν διὰ τὸν ἐξ αὐτοῦ τεχθησόμενον κατὰ σάρκα βασιλέα τῆς κτίσεως ἁπάσης, ἀνθρωπίνοις ἐχρήσατο ῥήμασιν ἀνθρώποις διαλεγόμενος, καὶ εἶπεν· μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα, ἀντὶ τοῦ [*](16 Vgl. Ezecb. 21, 9. 10. — 17 Hiob 5, 20 w. e. seh. — 18 Psal. 62, 11. — 19 Vgl. Psal. 73, 1. — 19/20 Vgl. Psal. 37, 4. — 21 Vgl. Psal. 97, S. — 23 Vgl. Sei. in Gen. 1, 26 (Lo 8, 49): ὧν ἐστι καὶ Μελίτων, συγγράμματα καταλελοιπῶς περὶ τοῦ ἐνσώματον εἶναι τὸν θεόν κτλ. — 31 Vgl. Rom. 1, 3.) [*](12 πρόοιδεν Blass προεῖδεν cv | 16 ὀξύνου καὶ] ὀξύνουσα cv | σφάζει c | 19 ἔχειν] ἔσχεν c | 20 ὁμαρτία] ἁμαρτίας cv | 22 διὰ] τις cv.)
Τὸ μεταμεμέλημαι διὰ τὸν Σαοὺλ τουτέστιν οὕτω ἀνάξιον ἑαυτὸν τῆς βασιλείας ἐποίησεν, ὥστε εἴ γε φύσιν εἶχον μετανοοῦσαν, μετέγνων ἂν ἐπ αὐτῷ. διὰ τί οὖν ἐχρίσθη; ὅτι τότε ἄξιος ἦν. τραπεὶς δὲ πάλιν ἀνάξιος γέγονεν.
Ἐκ τούτων δείκνυται ὂ προεῖπον, ὅτι μεταμέλεια θεοῦ λέγεται τῆς τοῦ θεοῦ οἰκονομίας ἀπὸ πράγματος εἰς πρᾶγμα μετάθεσις.
{Δείκνυσιν ὁ λόγος, ὅτι κἂν προφήτης καὶ δίκαιος ἄνθρωπος ὑπὲρ ἄλλων δεόμενος, οὐκ ἄλλως ἀκούεται, εἰ μὴ ἐκεῖνος ἔργῳ δείξῃ τὴν μετάνοιαν. οὕτω γὰρ ἠ δέησις ἰσχύει τοῦ δικαίου ἐνεργουμένη διὰ τοῦ ἀμαρτήσαντος. ἴνα οὖν εἰς πέρας ἀχθῇ τὸ πρᾶγμα, δεῖ ἀμφότερα συνδραμεῖν, καὶ τὴν τοῦ δικαίου εὐχὴν καὶ τὸ ἔργον τοῦ μετανοοῦντος.
Ὀ μὲν Ἠσαῦ πυρράκης ἦν ὡσεὶ δορὰ <, τὴν ἐξ ἔχων νεκρότητα καὶ φονῶν κατὰ τοῦ Ἰακώβ. ὁ δὲ Δαβὶδ πυρράκης ἦν μετὰ κάλλους ὀφθαλμῶν, ἵνα τὸ διορατικὸν διορατικὸν τοῦ Δαβίδ.
Πῶς ἀνήρ, καὶ πῶς συνετὸς ἐν λόγῳ, πῶς δὲ καὶ πολε- μιστὴς ὀ ἔτι πρόβατα ποιμαίνων; οὐκ ἄρα ἀφ ἑαυτοῦ ἐλάλησεν εἰπών, ἀλλὰ τὰ ἐσόμενα προειπὼν ὡς παρόντα, καὶ μαρτυρεῖ τῷ Δαβὶδ ἄπερ ἔμελλεν εἶναι, πλὴν τοῦ κύριος μετ’ αὐτοῦ τοῦ τε ἀγαθὸς τῷ εἴδει, ἃπερ ἐκ παιδικῆς ἡλικίας προσῆν παρέμενε, τὸ μὲν φύσει, τὸ δὲ χάριτι.
Ἐπειδὴ δυνατὸς ἦν ὀ Σαοὺλ πλῆθος ἔχων βοηθοῦν αὐτῷ κακῶς κατὰ τοῦ Δαβίδ, οἱ δὲ δύο μόνοι μόνοι ἐδιώκοντο ὁ Σαμουὴλ καὶ ὁ Δαβίδ, [*](2–6 Vgl. Fragm. 77 der Jeremiakatene (TU NF I, 3, 95 Z. 31 — 8ff. S. 296, 14f. — 17 Vgl. Gen. 25, 25. — 23 Vgl. I Sam. 16, 11.) [*](8/9 λέγεται τῆς] λέγετε οἰς ν οἱς jung. Hand) | 11/12 δείλῃ τὴν Blass Koetschau δείξηται cv | 13 εἰς πέρας Ga ἐσπέρας cv | 23 ἔτι Koetschau ἐπὶ csv Ι 25 τοῦ τε] τοῦτο csv | 26 ἅπερ Blass ἃ γὰρ csv.)
Βεβήλους λέγει νῦν οὐ τοὺς ἀκαθάρτους, ἀλλὰ τοὺς οὐχ ἁγίους, πρὸς ἀντιδιαστολὴν τῶν ἀγίων ἄρτων τῶν ἐπὶ τῆς τραπέζης παρατιθεμένων. ἒξ γὰρ εἶχεν ἄρτους ἡ τράπεζα διαπαντὸς ἀλλασσομένους ὑπὲρ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, οὓς ἐνωπίους ἐκάλουν, ὡς εἶναι ἕκαστον τῶν ἄρτων ὑπὲρ δύο φυλῶν προσφερόμενον, τοὺς δὲ ὑπὲρ τῶν δώδεκα φυλῶν. τί οὖν ἐκ τούτου καλὸν ἐγίνετο; τὰς φυλὰς τοῦ Ἰσραὴλ πρὸς ὀμόνοιαν συνάπτεσθαι. τί δὲ κρεῖττον προεσημαίνετο; τοὺς μακαρίους ἀποστόλους ἀνὰ δύο δύο πέμπεσθαι ὑπὸ τοῦ σωτῆρος τὰ πρώτα κηρύττειν ἐν ταῖς φυλαῖς τοῦ Ἰσραηλ, ὡς εἶναι ἓξ ἄμα τῶν δώδεκα μαθητῶν τὸν ἀριθμόν.
{Ἂρτος λαϊκὸς οὐχ ὅτι οἱ μὴ ἅγιοι βέβηλοι, ἀλλ᾿ ὅτι πρὸς τὸ συγκρινόμενοι.
Σήμερον ἀγιασθήσεται διὰ τὰ σκεύη ἀσαφέστερον μὲν εἶπε, σημαίνει δὲ τοῦτο. τὰ μὲν παιδία μου ἠγίασται καὶ ἀπέσχηται γυναικὸς καὶ χθὲς καὶ τρίτην ἡμέραν· τοῦτο γὰρ τὸ φάναι αὐτὸν καὶ τὰ παιδία ἠγνισμένα. εἰ δὲ οὐκ ἠν, πάντως ἠγιάζετο διὰ τοῦ φαγεῖν τὸν ἄρτον τῆς προθέσεως. πεισθεὶς ὀ ἱερεὺς τοῖς εἰρημένοις δίδωσι τῷ Δαβὶδ τῶν ἄρτων, οὓς οὐκ ἐχρῆν ἑτέρους φαγεῖν ἢ μόνους τοὺς ἱερέας. τοῦτο δὲ τῆς προφητείας ἐστὶ τῆς δι᾿ ἔργων δηλούσης, ὅτι μήποτε ἄλλης οὔσης τῆς βασιλικῆς φυλῆς, τουτέστι τῆς Ἰούδα, καὶ ἄλλης τῆς ἱερατικῆς φυλῆς, λέγω δὴ τῆς ἔμελλον συνάπτεσθαι καὶ ἓν ἀποτελεῖσθαι τό τε ἱερατικὸν ἀξίωμα καὶ τὸ βασιλικὸν ἐν τῇ παρουσίᾳ τοῦ ἐκ Δαβὶδ σωτῆρος ἡμῶν τε ὁ μοῦ καὶ βασιλέως, τοῦ κατὰ τὴν τάξιν Μελχισεδέκ«.
Τὸν Νεεσσάρ· δηλοῖ ἢ ὅτι δι᾿ ἁμαρτίας παρέμενε Δωὴκ ὁ [*](6 ff. Vgl. Lev. 24, 5. 6. — 12 f. Vgl. Mark. 6, 7 Luk. 10, 1. — 29 Vgl. Psal. 109, 4 Hebr. 5, 6 u. ö.) [*](5 ἁγίους] + καί, ὠς Ἀκύλας ἐξέδωκε, λαϊκούς cod. Paris, gr. 133 Ι 7 ἄρτους] εἶχεν c | 10 ἐγένετο c | 13 κηρύσσειν sv | 18 Σήμερον] anonym s | 19 ἀπέσχισται s ἀπέσχησται ν | 20 καὶ1] < s | 22 τοῦ] τοῦτο s | 23 τὸν ἄρτον c τοὺς ἄρτους ν Ι 26/27 τῆς und βασιλικόν Blass vgl. Ru.)
Ο Σαοὺλ τοῦ πονηροῦ πνεύματος τύπον φέρει, ἄρξαντος τοῦ Ἰσραὴλ τότε εἰπόντος· οὐκ ἔχομεν βασιλέα. καὶ γὰρ ὁ πάλαι λαὸς ἐξουδενώσας τὸν κύριον βασιλεύοντα αὐτοῦ, αὐτοῦ, τὸν Σαοὺλ ἄρχοντα αὐτῷ δοθῆναι.
Οὐκ οὐρεῖ τις ἑστὼς καὶ τοῦτο πρὸς τοῖχον, ἐὰν μὴ σχολάζῃ τοῦτο οὐν λέγει καὶ τὸν ἀμέριμνον καὶ μηδὲν προσδοκῶντα παθεῖν, ἐὰν ᾖ τοῦ Νάβαλ.
Ἡ ἐγγαστρίμυθος τὸν Σαμουὴλ οὐκ ἀνήγαγεν, ἀμήχανον γάρ, οὐδὲ ἀναβὰς ἀλήθειαν εἴρηκεν. τίς δὲ οὗτος καὶ διὰ ποίας δυνάμεως ἀνέβη, ζήτει.
Ἐπολιόρκει τὴν Ἰεβοὺς ὀ Δαβίδ. Ἰεβοὺς δὲ ἡ νῦν Ἱερουσαλὴμ ἐλέγετο, ὅτε ὑπὸ ἀλλοφύλους ἦν. οἱ τοίνυν Ἰεβουοαῖοι, εἰδότες ὅτι φιλόπτωχος ἦν ό Δαβίδ, ὑπεβάλοντο ἄνωθεν ἀπὸ τοῦ τείχους τυφλοὺς καὶ χωλοὺς αὐτὸν ὑβρίζειν. ὀ δὲ κρατήσας τῆς Ἰερουσαλὴμ τοσοῦτον ἀπέσχε τοῦ διαθεῖναι κακῶς τοὺς λελωβημένους τὸ σῶμα, ὡς καὶ νόμον θέσθαι τοῖς αὐτοῦ στρατιώταις θανάτου, εἴ τις ἐπιχειρήσειεν ἀνελεῖν τυφλὸν ἢ χωλόν. πᾶς γὰρ ὀ τύπτων φησὶν Ἰεβουσαῖον χωλὸν ἢ τυφλὸν ἁπτέσθω έν παραξιφίδι, τουτέστιν ἀναιρείσθω· εἰ γὰρ καὶ ἐμίσουν τὴν ψυχὴν Δαβίδ, ἀλλὰ φειδοῦς τυγχάνουσι. διὸ ἀξιοῦται τῆς παρὰ πάντων τιμῆς λεγόντων· χωλὸς καὶ τυφλὸς οὐκ εἰσελεύσεται εἰς οἶκον κυρίου, οἱ τὸν Δαβὶδ ὑβρίσαντες, ὠν ἐφείδετο.
[*](5 f. Vgl. Sam. 8, 5. 7. — 13 ff. Dies scheint der sonst bekannten Meinung des Origenes direkt zu widersprechen.)[*](6 κύριον·] nach LXX Δαβίδ cv | 18 Ἰεβουσαῖοι] + οἱ c | 19 ὐπέβαλον sv Ι 23 ἀνελεῖν] < c*v*, a. R. c1 übergesch. v1 | 25 ἀναιρέσθω c.)Σημειωτέον ὄτι Νάθαν ὀ υἱὸς Δαβὶδ τίκτεται αὐτῷ ἑλόντι καὶ οἰκήσαντι τὴν Ἱερουσαλήμ. οὗτος δέ ἐστι Νάθαν ὂν γενεαλογεῖ ὀ μακάριος Λουκᾶ, ὁ δὲ μακάριος Ματθαῖος Σολομῶνα τὸν ἀδελφὸν αὐτοῦ γενεαλογεῖ. καὶ ἐντεῦθεν, λέγω δὴ ἀπὸ τῶν μνημονευθέντων υἱῶν τοῦ Δαβίδ, ὀ μὲν δι᾿ ἑτέρας λέγεται γενεαλογίας, ὁ δὲ δι᾿ ἄλλης.
Ωστε καὶ ἐντεῦθεν δείκνυται ὄτι, ὄπερ ὀ θεὸς οὐ ποιεῖ μὲν συγχωρεῖ δὲ γενέσθαι, πεποιηκέναι λέγεται. ὡμολόγηται τοίνυν ὄτι οὐκ ἦν ἔργον τοῦ θεοῦ ἡ ἐπανάστασις τοῦ Ἀβεσσαλὼμ καὶ ἠ τοῦ Σεμεῒ λοιδορία καὶ τὸ βαλεῖν αὐτὸν λίθοις τὸν Δαβίδ. τρανότερον δὲ δείκνυσιν ὅ φημι τὸ λέγειν τὸν Δαβίδ· ἄφες αὐτὸν ἀρᾶσθαι. ὅτι κύριος εἴρηκεν αὐτῷ, ὅπως ἴδοι τὴν ταπείνωσίν μου. καὶ ἀνταποδώσει μοι κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῆς έν τῇ ἡμέρᾳ ταύτῃ. φανερὸν γὰρ ὄτι οὐκ ἤρεσκε τῷ θεῷ τὸ γινόμενον· ὄ δὲ οὐκ ἤρεσκεν, οὐκ ἄν ἐνετείλατπ ποιεῖν.
Εἰ έν τῷ ζήλῳ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα ὀ Σαοὺλ τοὺς Γαβαωνίτας ἀνελεῖν ἐπεχείρησεν, μεθ᾿ ὠν συνθήκας ἐποιήσατο Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ πᾶς ὁ λαός, καὶ διὰ τοῦτο ἑπτὰ τοῦ Σαοὺλ ἀνῃρέθησαν οἱ ἀπὸ τῶν θυγατέρων αὐτοῦ γεγεννημένοι, τίνος ἕνεκεν οὐχ αἱ φυλαὶ ἐν αἰτίαις, ἀλλ’ οἱ μηδὲν ἠδικηκκότες δίκην δεδώκασι; τοῦτο γὰρ ἄδικον. πλὴν εἰ μή τις εἴποι Σαοὺλ βασιλέα ὄντα ἀδυνάτως ἔχειν ἀντιστῆναι τοῖς ἰσοπολίταις καὶ τῇ φυλῇ Ἰούδα, καὶ μὴ λῦσαι τὰς συνθήκας τῶν πατέρων τὰς πρὸς τοὺς Γαβαωνίτας. ἐγὼ δὲ προσθοίμην ἄν τούτοις τὸ τοῦ θεοῦ οἰκονομίαν εἶναι τὸ γένος τοῦ Σαοὺλ ἀναλωθῆναι πᾶν, ὅσον ὐπωπτεύετό ποτε ἀντι- [*](3 Vgl. Luk. 3, 31. Vgl. in Luc. Hom. 28 (Lo 5, 191): . . . non per Salo- monem sed per Nathan nascitur, qui ejus arguit patrem super Uriae morte ortuque Salomonis. Der Satz qui — Salomonis, der unserm Fragment direkt widerspricht, fehlt allerdings in der Lukaskatene (Lo 5, 190): ἀναβαίνει οὐ διὰ Σολομῶντος, ἀλλὰ διὰ Ναθάν. — 4 Vgl. Matth. 1, 6. 7. — 19 Vgl. Jos. 9, 21.) [*](2 Σημειωτέον] vorher τοῦ αὐτοῦ s | 22 ἔνεκα c Ι φυλαὶ] + εἰσιν sv Ι μηδὲν μὲν S | 24 ὄντα] + μὴ? Blass Ι ἀδύνατον c Ι ἀντιστῆναι] + καὶ ν | 26 οἰκονομίας ν | 27 ὐπώπτευε πώποτε ν.)
{Ὁ λόγος ὁ κατὰ τοὺς Γαβαωνίτας ἄγνωστος καθέστηκεν, πού γε εἴπωμεν ὅτι, ἡνίκα ἐκάθητο ἐν Γαβεὲ τοῦ πολεμεῖν, καὶ ἐτροπώσατο τοὺς ἀλλοφύλους ὁ Σαοὺλ καὶ ἀπώλεσεν μετ᾿ αὐτῶν καὶ τοὺς Γαβαωνίτας. καὶ ἔστι τὸ διήγημα ἐν τριακοστῷ δευτέρῳ καὶ τριακοστῷ τρίτῳ ἀριθμῷ τῆς πρώτης Βασιλείας καὶ τριακοστῷ ἑβδόμῳ, ἔνθα φησίν· »καὶ ἐπολέμει κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐτοῦ« καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τὸ ῥητόν, τοῦτό ἐστι· Σαοὺλ ἠδίκησεν κατ᾿ αὐτοῦ, καὶ ἐκ τοῦ αὐτοῦ αὐτοῦ γεγένηται ἠ ἐκδίκησις τῆς ἀδικίας ἡ ἐπὶ Ἰησοῦν.
Οὐκ ἀδικοῦνται δὲ συναιρούμενοι τῷ ἐν ἀρχῇ οἱ ἐξ ἐκείνου τὸ εἶναι λαχόντες. ὅθεν γὰρ ἔσχον τὸ εἶναι, ἐντεῦθεν τὸ μὴ εἶναι ἔχοντες, εἰ δέ τινος ἀγαθοῦ δι᾿ ἑαυτοὺς ἠσαν ἄξιοι, ὔστερον τοῦτο κομιζόμενοι.
Ζητεῖται πῶς ὁ Δαβὶδ τῷ Σεμεΐ συγχωρήσας παρακελεύεται τῷ Σολομῶντι ἀνελεῖν αὐτὸν ὁ ἀμνησίκακος καὶ πρᾶος, ἀλλὰ καὶ τὸν Ἰωὰβ συγκαμόντα αὐτῷ. τί δήποτ᾿ οὖν ταῦτα οὕτως ᾠκονομήθη; σοφὸς ὢν ὀ Δαβὶδ ἠπίστατο ὅτι οὔτε τὸν Σεμεΐ Σολομῶν ἐάσει ζῆν δέει τῆς ἐπαναστάσεως, ὡς γὰρ ἀπὸ βασιλικοῦ ἀξιώματος μέλλει περὶ τῆς βασιλείας μάχεσθαι τῷ Σολομῶντι, οὔτε τὸν Ἰωάβ, ὡς ἐκτὸς τῆς τοῦ Δαβὶδ γνώμης εἰς βασιλέα τὸν υἱὸν τοῦ Δαβὶδ καταστήσαμτα. ὡς ἀνελόντα τοίνυν καὶ τὸν Ἀβεννήρ, συγκαμόντα δὲ τῷ πατρὶ ἐν πολλοῖς πολέμοις καὶ κατορθώσαντα. ταῦτα προϊδὼν ὀ Δαβὶδ προλαβὼν διατάττει τῷ Σολομῶντι ποιῆσαι, ἃ καὶ ἀφ’ ἑαυ- [*](10ff. Vgl. Ι Sam. 13, 16 14, 2. 23. — 14 Ι Sam. 14, 47. — 23 Vgl. Ι Sam. 19, 23. — 27 Vgl. II Sam. 16, 5. — 28 Vgl. I ön. 1, 7. 19 usw. — 30 Vgl. II Sam. 3, 26—29.) [*](1 ἐπανίστασθαι s | 11 αὐτοῦ c | 15 τουτέστι s | 16 γένηται es | 17 ἡ] ἢ sv | 18 τῷ Ga τοῖς s τῶν cv | 19 ἴσχον Ga ἔσχεν c ἔσχε sv (ε in Ras.) | 20 ὕστερον] ὑπὲρ c I 24 σαλομῶντι cv Ι 30 Ἀβεννήρ Ga Ἰωάβ cv.)
Καὶ ἐπιστρέψας φησὶν ἐκοιμήθη. καὶ ἐπέστρεψεν ὀ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ. τάχα δυνάμεων σύμβολοι ἦσαν διακονουμένων προφήτῃ πρέπουσαν τροφήν, τῷ ἀναχωροῦντι ἀπὸ τῶν ἀνθρωπίνων καὶ ἀξίῳ τῆς ἀπὸ τῶν τοιούτων διδασκαλίας, ἵνα μετὰ ταῦτα ἀκοῦσαι δυνηθῇ· ἀνάστηθι καὶ φάγε, καὶ εὕρῃ πρὸς κεφαλῆς ἀπόρρητα μυστήρια, ὧν ὁλυρίτης ἐγκρυφίας τύπος ἦν. οὐ καὶ δεύτερον κατὰ τὴν τοῦ ἀγγέλου πρόσταξιν μεταλαμβάνει εἰπόντος· ἀνάστα, φάγε· ὅτι πολλὴ ἀπὸ σοῦ ἠ ὁδός. < μὲν οὖν τὸ πρωὶ· ἔφερον τῷ Ἠλίᾳ οἱ < ἀνὰ λόγον τοῖς λελαλημένοις ὑπὸ κυρίου πρὸς Μωσῆν, ἐν οἶς ἦν· »τὸ πρω·ὶ· πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὄτι ἐγὼ κύριος ὀ θεὸς ὐμῶν«), < δὲ τὸ < παραπλησίως· »τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα«).