Fragmenta In Lamentationes (In Catenis de Prophetis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Περὶ λιμοῦ τῶν ἐνδόξων λέγει βρεφῶν, ὡς τῆς Ἱερουσαλὴμ μηδὲ τοῖς ἀγρίοις ζώοις ὁμοίως θηλὴν αὐτοῖς προτεῖναι δεδυνημένης. ἡ [*](11 Vgl. Rom. 11, 28. — 12 Vgl. Jerem. 24. 2. 3. — 14 Vgl. Matth. 7, 13. — 15 I Tim. 1, 20. — 17 Vgl. Jerem. 2, 13. — 25 Vgl. Jerem. 18, 2. 4. — 26 Vgl. Jes. 30, 14.) [*](2 Τὸ] anonym am Anfang d. Seite ο | τὸ] τὸν c Ι 9 ἐπιφάνιαν c | 17 καταλιπόντες c 1 καταλείποντες c*o | 18 δὲ] x003C; ο | 19 τὴν] x003C; c | 20 ἀωριστένοντες c ω aus ο corr.?) ἄορι στένοντες ο 1 23 οὕτως c Ι εἰς δουλείαν] < ο.)
Πῶς γὰρ οὐ θυγατέρες οἱ ἐκτεθηλυμμένοι, οὓς καὶ Φαραὼ περιποιεῖται, φονεύων τοὺς ἄρρενας; οἳ καὶ τὴν διδασκαλίαν, τὴν ἔρημον θεοῦ, καταβόσκονται, ἀποπτῆναι κατὰ τοὺς στρουθοκαμή- λους μὴ δυνάμενοι, ἀλλὰ τὴν γῆν ἀεὶ ἀεὶ διαθέοντες; τὸ γὰρ στρουθίον οὕτως ἐξέδωκε Σύμμαχος, τοὺς δὲ τούτων διδασκάλους οὐκ ἀπεικότως Σειρῆνας ἐκάλεσεν. κατὰ γὰρ τὸν ἔξω μῦθον αὐται διὰ τῆς ἡδονῆς τοὺς προστυχόντας ἀπώλλυον, ὥσπερ οὖν τὸν ἰὸν ἐνδακόντες οἱ δράκοντες. ὀνειδίζει τοίνυν τοῖς δῆθεν ἀγαθοῖς διδασκάλοις, ὄτι μηδὲ τούτοις ὁμοίως περὶ τοὺς φοιτῶντας ἐσπούδασαν.
Ταῦτα πεΠόνθασι πολιορκούμενοί τε καὶ ἀπαγόμενοι. λέγοις δ ἂν καὶ ὡς >λιμὸν ὑπέμειναν οὐκ ἄρτου, οὐχ ὓδατος< κατὰ τὸ προφητικόν, >ἀλλὰ τοῦ ἀκοῦσαι λόγον κυρίου<. διὸ νεογνῶν αὐτῶν προφητεύει.
Ἱστορικῶς μὲν ἐπανῆλθεν ἐπὶ τὰ συμβάντα ἐπὶ τῆς αἰχμαλωσίας, πρὸς δὲ διάνοιαν περὶ τοῦ λιμοῦ τοῦ διδασκαλικοῦ λόγου φησίν.