Fragmenta In Lamentationes (In Catenis de Prophetis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Τὸ ὑπερασπισμὸν καρδίας μόχθον αὐτοῖς, ὅτι δώσεις ἀὐτοῖς μόχθον εἰς αἴσθησιν τοῦ πόσος ὑπῆρχες ὑπερασπίζων αὐτῶν, ἵνα σὲ καὶ πάλιν ζητήσωσιν. εἰ δὲ μή, καταδιώξεις αὐτοὺς ἐν ὀργῇ σου.
Τῆς νῦν παρούσης τετάρτης στοιχειώσεως ἀρχόμενος τὸν περὶ τῶν ἐπιφανῶν ἐξαιρέτως ἐπανέλαβε Θρῆνον, ἠμαυρῶσθαι λέγων τὴν ἐπιφάνειαν ἐκκεχυμένου τε δίκην ὕδατος ἠφανίσθαι.
Ἀγιοι δὲ ὡς ἐκλεκτοὶ διὰ τοὺς πατέρας ἢ διὰ τοὺς σὺν Ἰωακεὶμ ληφθέντας ὰγίους, οὔς ἀπείκασε σύκοις χρηστοῖς.
Καὶ μετ΄ όλίγα·
Ἐξόδων δὲ τῶν ἀπὸ τῆς ἁγίας γῆς >ἀπαγουσῶν εἰς καὶ εἰς τὸν νοητὸν Βαβυλώνιον, »ἴνα παιδευθῶσι μὴ βλασφημεῖν«. εἴποις δ' ἂν τὸν Θρῆνον καὶ ἐπὶ τῶν ἐκ θεοσεβείας μεταβαλλόντων, εἴπερ εἶεν ἐπίσημοι καὶ πλάνης ἡγοῖντο τοῖς ἄλλοις, καταλιπόντες μὲν τὴν πηγὴν τοῦ ζῶντος ὕδατος, γεγονότες δὲ λάκκοι συντετριμ- μένοι οἳ οὐ δύνανται στέγειν<. ὅθεν εἰκότως ἐκχέονται περὶ πλάνην ἀωρὶ στένοντες.
Οἱ κομῶντες ἐπὶ πλούτῳ , φησίν, ἢ καὶ χρυσίου τιμιώτεροι πῶς οὔτω τοῖς εὐτελέσι καὶ συντριβομένοις ἀπαχθέντες εἰς δουλείαν εἰκάσθησαν; ἔφη δὲ τούτοις αὐτοὺς ἀπεικάζεσθαι καὶ ἡνίκα κατελθὼν x003E;εἰς τὸν οἶκον τοῦ κεραμέως< λαβὼν ἀγγεῖον δὲ αὐτοὺς καὶ Ἡσαΐας πόλει πεσούσῃ, >καὶ τὰ πτώματα< >αὐτῆς ἔσται ὡς συντρίμματα ἀγγείου<.