Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἔστιν ὄτε περιπαθεῖς ἡ γραφὴ τοὺς λόγους ποιεῖ καὶ τοῖς ἀναι- σθήτοις δίδωσιν αἴσθησιν, ἀλλομένους τε βουνοὺς εἰσάγουσα καὶ ὄρη σκιρτῶντα, καὶ βουνοὺς καὶ λίθους μαρτύρεται· ὅπερ ἐν τούτοις ἀδύνατον, τοῦ τείχους ὑπὸ πολεμίων ἤδη καθῃρημένου. τεῖχος οὖν ἐνταῦθα βασιλεύς τε καὶ ἄρχοντες καὶ ὅσοι δυνάμει ταύτην περιτειχίζοντες, οὓς ἀξιοῖ χέειν μετανοίας ἀδιάλειπτα δάκρυα, ἂ τοῖς ὁρῶσι διὰ παντὸς προξενεῖ πεπτωκός. ταῦτα, φησίν, ὑπάρχει αὐτοῖς, καὶ εἰ μὴ πάλιν τὴν λύπην σημαίνει τῆς πάλαι φρουρούσης δυνάμεως, ὑπερβολικῶς τοῦτο δηλῶν. »ἐν θλίψει δέ«, λέγει, »τοῦ κυρίου ἐμνήσθησαν ἐξ ὅλης τῆς καρδίας«. τοῦτο τοίνυν ποιήσατε, φησί, νυκτὸς καὶ ἡμέρας δακρύοντες καὶ »ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε«· μηδὲ νῆψιν ἡγεῖσθε τὴν ἀπὸ τούτων ἀπαλλαγήν· μετάνοια γὰρ εἰς σωτηρίαν ἐστίν. νήφει δέ τις οὐκ ἀγαθῶν, ἀλλὰ χειρόνων παυόμενος. τῷ δὲ νῷ συνάπτου διὰ παντὸς πρὸς Χριστόν, ὅπως σε φυλάξειεν ὡς κόρην ὀφθαλμοῦ καί σοι τεῖχος γένηται.

Προσεκτικὸν ἡ νύξ, συστρεφομένης ἐν αὐτῇ τῆς ψυχῆς ἐν τῇ τῶν αἰσθήσεων ἠρεμίᾳ. τότε κελεύει μελετᾶν ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ καὶ λέγειν μετὰ τοῦ Δαβίδ· »νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου«. τῆς δὲ νυκτὸς εἰς τέσσαρας φυλακὰς διῃρημένης, λέγε μετὰ τοῦ Δαβίδ· »προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου«, καὶ μετὰ τοῦ Ἀμβακούμ· »ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἀποσκοπεύσω, τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός‘. [*](4 Vgl. Deut. 32, 20 ff. — 4 f. Vgl. Olymp. (Gli III, 104). — 8 f. Vgl. Psal. 113, 4 Jes. 55, 12. — 15 Jes. 26, 16? — 17 Psal. 4, 5. — 21 für ὁ ὀφθαλμός σου lesen κόρη ὀφθαλμοῦ σου QV Luc. vgl. Deut. 32, 10. — 24 Vgl. Psal. 1, 2. — 25 Psal. 76, 7.-27 Psal. 76, 5. — 28 Hab. 2, 1 (Psal. 84, 9).) [*](3 μὲν] x003C; c | 10 ἥδη] < c | 13 αὐτοῖς] αὐτοῦ ο | 14 καὶ] + ὅρα Koetschau Ι 15 λέγων ο | 16 τῆς] x003C; ο | 18 ἡγεὶσθε c ε 2 in Ras.) ἡγεὶσθαι ο | 20/21 ὅπως ἄν σε φυλάξαιεν c Ι σὺ τεῖχος γενήσεται ο | 24 τοῦ] x003C; ο | 26 ἕσκαλεν c | 27 τοῦ] x003C; ο | 28 τοῦ] x003C; C | 29 κύριος ὁ θεός] in Hss. der LXX nicht überliefert, wohl aus Psal. 84, 9 eingedrungen.)

261
τότε γὰρ ἐρεῖς· »ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ«. ἀδολέσχησον οὖν ἐν νυκτὶ τοῦ παρόντος αἰῶνος· οὐ γάρ ἐστί σοι »ἡ πάλη πρὸς αἶμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας«· »οὐκ οἶδας γάρ, πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωί· μὴ ἐλθὼν ἐξαίφνης εὑρήσει ὑμᾶς καθεύδοντας«. καὶ πάλιν· »εἰ γὰρ ᾔδεις ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησας ἄν καὶ οὐκ ἂν εἴαασας διορυγὴναι τὴν οἰκίαν σου«.

Αρον πρὸς αὐτὸν χεῖράς σου διὰ τῆς τῶν καλῶν ἐργασίας. οὐ περὶ τῶν τυχόντων ὁ ἀγών, δι' ἀπορίαν τοῦ θείου λόγου τῶν σῶν ἐκλειπόντων νηπίων, καὶ ἱσταμένων ἐπ' ἀρχῆς πασῶν ἐξόδων, τῶν ἐντολῶν τοῦ θεοῦ, καὶ προβῆναι μὴ δυναμένων ἄνευ θεοῦ συνεργείας καὶ τοῦ στηρίζοντος ἅρτου καρδίαν.

Τοῦ προφήτου παραινέσαντος, Ἱερουσαλὴμ ἐπείσθη καὶ λέγει πρὸς τὸν θεόν· »μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ«, »ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με«, »μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύθῃς με«. μείζων ἀνθρωπίνης φύσεως ἡ πληγή. οἶδα παραβᾶσα τὸν νόμον καὶ τοῖς ἐντῦθεν ἐπιτιμίοις ἐν οἶς ἐστι καὶ τὸ »φαγῇ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν καὶ θυγατέρων σου«. ἐνόμιζον ἓως ἀπειλῆς εἶναι τὰ ῥήματα· κύριε, ὅτι »ὁ νόμος σου ἀλήθεια«. ἱερέως δὲ καὶ προφήτου σφαγὴν οὐκ ἐπυθόμην ἐν μέσῳ νεώ.