Fragmenta In Lamentationes (In Catenis de Prophetis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Τὴν παντελῆ κακίαν ἐδήλωσεν, ὡς μηδεμίαν ἔχειν ἀρετῆς μαρτυρίαν μηδὲ τὸν πλημμελήσαντα παραπλήσια. τί γὰρ ὅμοιον ἁμάρτημα τοῦ μακρὰν τοῦ θεοῦ καὶ μετὰ τὸ πλησιάζειν ἀφηνιάσαντος; »εἰ« γὰρ »μὴ ἠλθον« φησὶ »καὶ ἐλάλησα αὐτοῖς. ἁμαρτίαν οὐχ εἶχον«. διὸ καὶ »ἐν τοῖς ἐγγίζουσί μοι ἀγιασθήσομαι«· ὅτι ὁ μὴ εἰδὼς τὸ θέλημα τοῦ κυρίου καὶ μὴ ποιῶν αὐτό, δαρήσεται ὀλίγας· ὁ δὲ εἰδὼς [*](2 Vgl. Onom. sacra Ι, 174, 91: Βαβυλὼν σύγχυσις u. ö. — 18 II Kor. 11, 29. — 21 Psal. 3, 4. — 24 f. Vgl. Olymp. (Gh III, 96): τέ χρηστόν σοι προσμαρτυρήσω; ποίαν ἁμαρτίαν συγκρίνω πρὸς τὴν σήν; — 27 Joh. 15, 22. — 28 Lev. 10, 3. — Vgl. Luk. 12, 47. 48.) [*](1 ἀπόλλυνται Vat. gr. 1153/54 ἀπόλλυται clo Ι 6 μήτε ο | 11 ἣν] ἦν· ο | 15 τε ναὸν] τὸν λαὸν c | 16 ἀπηργάζετο c* ἀπειργάζετο c 1 ἀπηργάζεται ο | 22 δόξα μου] < C ι 26 καὶ] + τοῦ c Ι πληθοάζειν ο | ἀφηνιάσαντος c σαν in Ras.) ο.)
Προφητεία μάταιος ἡ μηδεμίαν ἔχουσα ἔκβασιν καὶ ἣν εἴδωλα παρασκευάζει τὰ μάταια. καὶ ἀφ' ἑαυτῶν δέ τινες προεφήτευον δῆθεν »ἔνεκεν δρακὸς κριθῆς καὶ κλάσματος ἄρτου« κατὰ τὸ γεγραμμένον· οἵτινες οὐκ ἵσασιν ἁμαρτίας ἐλέγχειν καὶ τῆς ὑπὸ δαιμόνων ἀνασῴζειν αἰχμαλωσίας, διὰ τῆς χρηστολογίας τὰς ψυχὰς διαστρέφοντες. ὡς δὲ τῶν ἀληθῶν τὸ λῆμμα καὶ ὁ λόγος, ὅν ἐκ θεοῦ λαμβάνουσιν, πέφυκεν ἀληθὲς καὶ συνάπτει θεῷ, οὕτω τὸ τῶν δαιμόνων ψευδές τε καὶ μακρῦνον θεοῦ καὶ τῆς ἐκεὶθεν ῥοπῆς ἐξωθούμενον. ποῖα δὲ ἐξώσματα τὰ μὴ μάταια, καθάπερ ἐδείχθη, καὶ λήμματα; δῆλον οὖν ὡς τὰ πλάνης ἐξωθοῦντα καὶ προσάγοντα τῷ θεῷ.
»Ὁ« γὰρ ἐχθρὸς »ἡμῶν διάβολος περιέρχεται ὡς λέων ὠρυόμενος ζητῶν τίνα καταπίῃ« καὶ ὡς ὅφις ἐφ' ὴμᾶς ἀφιεὶς τὰ συρίγματα. πλὴν μὴ γένοιτο λέγειν αὐτὸν ὡς κατέπιον , μήτε καταλαβεῖν ἐν ἡμῖν ἡμέραν ἥν ὁ συγκαίων ἥλιος ἀπεργάζεται· εἴρηται γάρ· »ἡμέρας ὁ ἤλιος οὐ συγκαύσει σε( ἡδοναῖς γὰρ καὶ θυμῷ συγκαίει καὶ τὴν πλάνην ὡς ὡς φῶς καὶ γνῶσιν παρέχεται. ψάλλοντες οὐν ἐροῦμεν· »εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, , ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς‘, καὶ τὸ »λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται«.
Οὐδέν, φησίν, ἐξ ἐαυτῶν ἐποίησαν οἱ πολέμιοι· θεῷ γὰρ ἐδόκει καὶ γέγονεν. διόπερ ἔλεγε καὶ Ναβουζαρδάν· κύριος ὁ θεός σου [*](4 Jes. 53, 1. — 5 Klagel. Jerem. 1, 12. — Vgl. Hiob 5, 18. — 12 Ezech. 13, 19. — 22 I Pet. 5, 8. — 23 Vgl. Jer. 26, 22. — 25. Psal. 120, 6. — 28 Psal. 123, 2. 3. — 29 Prov. 24, 20. — 31 Vgl. Psal. 33, 9? — 32 Jerem. 47, 2. 3.) [*](1 αὐτό] x003C; ο | τοσοῦτο ο | 10 ματαία c Ι ἔκβασιν ἔχουσα ο | 17 ἐξωθοῦν Blass vgl. Ζ. 19 1 23 καταπίει c | 24 κατέπιεν Blass | 25 κατεργάζεται c | 26 ὁ] x003C; ο.)