Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Βάρεις τὰς οἰκίας φησίν, ἅπερ βασιλείας ἐξέδωκε Σύμμαχος. ἐπαναλαμβάνει δὲ τοὺς θρήνους, ὡς ἄν τις ἐπὶ πένθει περιαλγὼν. πάλιν δὲ δείκνυσιν, ὡς ταπεινὸν λογισμὸν καὶ ταπεινὴν ἀνείληφεν ἕννοιαν, καθαιρεθέντων τῶν ὡς οἰκημάτων τε καὶ φρουρίων, καθάπερ πληρούντων τὸ ἡγεμονικόν. ἀρεταὶ μὲν γὰρ τὰ οἰκήματα, ὑπ' αὐτῶν γὰρ σκεπόμεθα, ὀχυρώματα δὲ οἱ ἀναντίρρητοι λογισμοἰ. οὐ γὰρ ἐπὶ χειρόνων νῦν ἡ καθαίρεσις ὑψωμάτων, ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ<, οὐδὲ ταπεινότητος καθ’ έ)ν >μανθάνει τὰ δικαιώματα τοῦ · ταῦτα γὰρ χαρᾶς, ἀλλ’ οὐ πέφυκεν ἄξια.

Σκηνὴν μὲν τὸν ναόν, ἅμπελον δὲ καὶ ἀμπελῶνα λέγει τὸν Ἱσραὴλ κατὰ τὸ »ἄμπελον ἐξ Αἰγύπτου μετῆρας« παρὰ Δαβίδ, καὶ »ἀμπελὼν ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ« παρὰ Ἡσαΐᾳ. καὶ Δαβὶδ μὲν ἐπάγει · »ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς;« καὶ τὰ ἑξὴς, ὁ δὲ Ἠσαΐας· »ἀφεῖλες τὸν φραγμὸν αὐτοῦ« καὶ τὰ ἐπὶ τούτῳ. ταῦτα καὶ ὁ παρὼν ἐδήλωσε Θρῆνος. συστείλας γὰρ ἑαυτοῦ τὴν φρουρὰν ὁ θεὸς τοῖς πολεμίοις παρέδωκεν, οὐκέτιο κύκλῳ αὐτοῦ παρεμβάλλον- τος x003E; διὰ τὸ μὴ φοβεῖσθαι τὸν x003C;. κατήργησε δὲ καὶ τοὺς κατὰ νόμον εἰς λατρείαν καιρούς, ὡς ἔν Ἡσαΐᾳ φησί· »νηστείαν καὶ ἀργείαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου«. ὅπερ λήθην ἐκάλεσεν, ἀλλ’ οὐχ ὡς πάθος ἀνθρώπινον. παρώξυνε δὲ βασιλέα καὶ ἱερέα, ἀγανακτοῦντας εἰ μερὶς ὄντες θεοῦ τοιαῦτα παρ’ ἀσε- βούντων ὑφίστανται.

[*](6 ff. Vgl. Olymp. (Gh III, 78): πρὸς μὲν ῥητόν, . . . τὰς ἰκίας φησί. πρὸς δὲ διάνοιαν, τοὺς περιφράττοντας τὴν ψυχὴν ἀγαθοὺς λογισμούς. — 12 Vgl. II Kor. 10, 5. — 14 Vgl. Psal. 118, 71. — 18 Psal. 79, 9. — 19 Jes. 5, 1. — 20 Psal. 79, 13. — 21 Jes. 5, 5. — 23 f. Vgl. Psal. 33, 8. — 25 Jes. 1, 14. — 28 καὶ ἄρχοντα hat Origenes also nicht gelesen, wie auch LXX Luc. nicht.)[*](1 θεοῦ καὶ] x003C; ο | 6 Βάρεις] anonym am Anfang d. Seite ο | 17 ἀμπελῶν δὲ ο | 19 ἐγεννήθη ο | 20 ἱνατί ο | αὐτοῦ ο | 24 θεόν] κύριον ο | 26 ἀργείαν c*o ἀργίαν c 1 | 28 εἰ] οἲ c Ι ὄντες] ἐν ταῖς ο.)
257

Τὰ λειτουργικὰ παρέδωκε σκεύη, μηκέτι ταῖς παρ' ἀσεβῶν θυσίαις εὐαρεστούμενος κατὰ τὸ »ὁλοκαυτώματα κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἶμα ταύρων καὶ τράγων οὐ βούλομαι«. παρέδωκε δὲ καὶ τὸ συνέχον τεῖχος τὰς οἰκίας τῆς πόλεως, ἤγουν τὰ βασίλεια καθάπερ ἐξέδωκε Σύμμαχος. οἱ δὲ δυσμενεῖς παραλαβόντες καὶ τὸν νεὼν ὡς ἐπὶ τελείᾳ νίκῃ λοιπὸν ἑώρταζον ἀλαλάζοντες. ψυχῆς δὲ θυσιαστήριον τὸ ἐν ἡμῖν λογικόν, δι' οὖπερ ἱερουργεῖται τὰ πάθη νεκρούμενα.

Πᾶσαν γὰρ αὐτῆς ἀφεῖλεν ἀσφάλειαν, τῆς τιμωρίας ἐκτείνας τὸ μέτρον· ὃ δὴ καὶ Ζαχαρίας τεθέαται.