Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Τουτέστι· μὴ ἐπὶ πλέον ἀφεθῇ χρῆσθαι αὐτῶν ἡ κακία, γέ- νοιτο δέ σου ἐν ἐπισκοπῇ, ὡς εἴ τις εὔξαιτο τραύματα εἰς ὄφιν ἐλθεῖν ἰατροῦ πρὸς τὸ τυχεῖν τελείας ἰάσεως· τοῦτο γὰρ τὸ πᾶσα· μακάριον γὰρ μάλιστα μὲν τὸ μὴ ἁμαρτεῖν, δεύτρον δὲ τὸ πᾶσαν ἡμῶν ἐπισκοπεῖσθαι παρὰ θεοῦ τὴν κακίαν.

[*](2 Vgl. Jerem. 15, 10 und in Jer. Hom. 15, 4 (S. 128, 20). — 12 Vgl. Rom. 11, 11. — 13 Vgl. Rom. 11, 25. — 21 f. Vgl. Gen. 49, 10. — 29 ff. Vgl. Philo de poen. II, 405 Μ : τὸ μετανοεῖν οὐκ ἐν τῇ πρώτῃ καὶ ἀνωτάτω τεταγμένον τάξει τῶν ἀγαθῶν, ἀλλ’ ἐν τῇ μετὰ ταύτην φερόμενον δευτερεῖα. τὸ μὲν γὰρ μηδὲν συνόλως ἁμαρτεῖν ἴδιον θεοῦ, τάχα δὲ καὶ θείου ἀνδρός, τὸ δ’ ἀμαρτόντα μεταβαλεῖν πρὸς ἀνυπαίτιον ζωήν, φρονίμου κτλ.)[*](2 πεισομένην c ει in Ras.) | 5 ἑαυτῆ ο | 10 ἀκοὴν] ἀκούειν ο 12 ἐπεὶ] ἐπὶ clo 18 ὑπάρχουσα Ic* τυγχάνουσα C 1 τυγχάνουσα τυγχάνουσα ο | 21 ἐξἐλιπεν 1 ἐξέλειπεν co | 23 ἔτι] ἐπι c | 26 γένοιντο ο | 29 μακάριον μὲν γὰρ μάλιστα c.)
255

Ἐπιφυλλίσαι δὲ τὸ μετὰ τρυγητὸν τὰ βραχέα τῶν καταλειφθέντων ἐπιτρυγᾶν, ὃπερ ποιοῦσιν οἱ πένητες. ὥσπερ οὖν ὃτε μὲν ἐπεσκόπεις ἐπιμελῶς, ἐκάθαιρες τὰ κλήματά μου, πάντα τὰ χείρονα μέχρι τῶν σμικροτάτων περιαιρῶν >τῆς σταφυλῆς τῆς καὶ τοῦ βότρυος τῆς πικρίας<, οὕτω τοὺς ἐμοὺς ἐχθροὺς τοῦτο γάρ μοι λυσιτελές, εἴγε μετ' αὐτοὺς τελείως σωθέντας κἀγὼ κατὰ τὴν σήν, ὦ κύριε, κρίσιν τεύξομαι σωτηρίας· οὒς ὁρὼσα λελύπημαί τε σφόδρα καὶ κατέγνων ἐμαυτῆς, τῆς ἐπισκοπῆς τῆς παρὰ σοῦ δεομένη.

Ομοιον παρὰ Δαβὶδ τὸ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσει«. λέγει δὲ νῦν τοὺς ἄρχοντας, ἐν οἶς ἡ τοῦ ἔθνους ἰσχὺς καθάπερ ἐν τοῖς κερασφόροις τῶν ζώων, καὶ διότι τοῦ σώματος ἐξέχει καθὰ τῶν ὑπηκόων οἱ ἄρχοντες. καὶ Δανιὴλ δὲ τὰς βασιλείας ἀπείκασε κέρασιν. δηλοῖ δὲ καὶ τὴν ὑπεροψίαν τοῦ ἡγεμονικοῦ τὸ κέρας, ὡς ἐν τῷ »μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν«. ἀποστρέψας οὐν αὐτοῦ τὴν σῴζουσαν χεῖρα τοῖς πολεμίοις εὐαλώτους ἐποίησεν, οὒς δὴ καὶ φλόγα πάντα δαπανῶσαν ἐκάλεσεν. εἴποις δ' ἂν καὶ πᾶν ἐξέχον νόημα κέρας, καὶ πῦρ τὰ »πάθη τῆς ἀτιμίας«, οἶς ὁ πλημμελῶν παραδίδοται, πᾶσαν τὴν κυκλοῦσαν ἀπολέσας βοήθειαν κατὰ τὸ » παρεμβαλεῖ ἄγγελος κυρίου κὐκλῳ τῶν φοβουμένων αὐτόν‘.

Καὶ γὰρ ἐν τῷ ναῷ τὰς σφαγὰς ἐτόλμησαν οἱ πολέμιοι, συγχωροῦντος τοῦ θεοῦ. καλῶς δὲ τὸ ὡς ἐχθρός· οὐ γὰρ ἐχθραίνων κολάζει ὁ θεός, ἀλλ' ὠφελῆσαι βουλόμενος ἢ τοὺς πάσχοντας ἢ τοὺς ὁρῶντας. σκηνὴν δὲ καλεῖ τὸν ναὸν κατὰ τὸ ἐξ ἀρχῆς ἀρκῆς ἁγίασμα, καὶ τόξον τὴν τιμωρητικὴν δύναμιν ὡς ἐν Ἀμβακούμ· »ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα, λέγει κύριος«, τὰς ἀντικειμένας [*](1 Vgl. Joh. 15, 2.-5 Vgl. Deut. 32, 32. — 5 f. Vgl. Olymp. (Gh III, 65). — 12 Psal. 74, 11. — 15 f. Vgl. Dan. 8, 3 (LXX Θ'). — 17 Psal. 74, 6. — 17 f. Vgl. Olymp. (Gh III, 74): ἢ ὁ θεὸς τὴν αὐτοῦ δύναμιν ἐπέσχεν καὶ οὐκ ἐπήμυνεν αὐτοῖς πολεμουμένοις ὑπὸ τῶν ἐχθρῶν. — 20 Vgl. Rom. 1, 26. — 22 Psal. 33, 8. — 28 Vgl. Olymp. (Gh III, 76): καθ' ἱστορίαν μέν, ἐν τῷ ναῷ. — 29 Hab. 3, 9.) [*](3 ὅπερ] ό δὴ ο | 8 τεύξωμαι ο | 13 1. συνθλάσω? | 14 διότι c* δὴ ὅτι c 1 δεῖ ὅτι ο | 17 ἐπαίρετε Vat. gr. 1153/54 ἐπαίρεται co | 19 πάντας· δαπανὼντας ο | 29 ἀμβακοῦν ο.)

256
δηλονότι ἀρχάς τε καὶ ἐξουσίας. ὁ υἱὸς δέ, δεξιὰ τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων, σφόδρα κατηγωνίσατο , καταλύσας καὶ ἄπερ ἐν ναῷ θεοῦ ἔστησαν εἴδωλα ( ταῦτα γὰρ ἐπιθύμημα ὀφθαλμῶν), ἀποκτείνας ἀντὶ τῶν εἰδώλων τοὺς ἐνοικήσαντας δαίμονας.