Fragmenta In Lamentationes (In Catenis de Prophetis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Ὁ πρὸς τὸ ῥητὸν νοῦς οὗτός ἐστιν. τοῦ νόμου λέγοντος.. »τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου«, ἔσπευδον οἱ ἀπὸ τοῦ λαοῦ, μετὰ τὸ οἰκοδομηθῆναι τὸν ναὸν ἐν Σιὼν ἀπὸ τοῦ χρόνου Σολομῶντος, ἐπιτελεῖν τὸ προστεταγμένον. καὶ κύκλῳ τῆς Ἱερουσαλὴμ τυγχανουσῶν τῶν πόλεων τῆς Ἰουδαίας, πάντοθεν ὁδοὶ ἦσαν φέρουσαι ἐπὶ τὴν Σιών. ταύτας οὖν ὁ προφήτης διὰ τὴν αἰχμαλωσίαν φησὶ πενθεῖν σκυθρωπαζούσας καὶ ἐν πάσῃ ἐρημίᾳ ὑπαρχούσας † καὶ ἐν ἐκείνοις τοῖς καιροῖς, ὅτε πολλὴ εὐφροσύνη καὶ ἱλαρότης ἦν ἐν αὐτοῖς, σπευδόντων ἐπὶ ἑορτὴν τῶν ἁπανταχόθεν Ἰουδαίων ἐπὶ τὸ Σιὼν ὅρος. πολλῶν δὲ οὐσῶν τῶν πυλῶν τῶν οἰκοδομηθεισῶν ἐν Σιὼν ἐκ πάντων τῶν κλιμάτων, φησὶν ὁ λόγος πάσας ἠσανίσθαι, καὶ τοὺς ἱερεῖς ἄλλας ἡμμέρας οὐ δυναμένους ἐπιτελεῖν, ἢτοι τῷ ᾐχμαλωτίσθαι ἢ τῷ μηδένα εἶναι τὸν προσιόντα αὐτοῖς καὶ τὰς λειτουργίας τὰς ἱερατικὰς ἀπαιτοῦντα. ἀλλὰ καὶ αἱ παρθένοι, φησί, τῆς Σιὼν ἀγόμεναί εἰσι, δῆλον δὲ ὅτι ὑπὸ τῶν κεκρατηκότων πολεμίων.
[*](12ff. Vgl. Olymp. (Gh III, 21): τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἐκέλευσεν ὁ νόμος. . . . τῷ πάσχα, τῇ ἑορτῇ τῶν πρωτογεννημάτων, καὶ τῇ σκηνοπηγίᾳ. ἐν ταύταις οὖν ταῖς τρισὶν ἑορταῖς οἱ πανταχόθεν Ἰουδαῖοι συνέρχονται εἰς Ἱερουσαλήμ. κατὰ τοίνυν τὴν ἱστορίαν οὐδενὸς ἐρχομένου ἐν τῇ Σιὼν διὰ τὴν κατασκαμὴν τῆς πόλεως πενθοῦσιν αἱ ὁδοί. — 26f. Vgl. Olymp. (a. a. O.): πρὸς μὲν τὸ ῥητόν, διὰ τὸ μὴ εἶναι τοὺς προσφέροντας.)[*](3 αἰτιῶν c doch vgl. S. 244, 2 | γινομένων C | 5 τὸ διεγηγερμένον ο |ὑπάρχουσα] <0 | 9 καὶ 1 Vat. gr. 1153/54 <co | καὶ κεκρατηκότων 0 |12 οὖτος] τοιοῦτος ο |τρὶς c1 τρεῖς C* o | 15 τῶνχρόνων ο | 17 ὁδοὶ ἦσαν] ὁδοποίησαν ο | 18 φησι Gh | 20 αὐταῖς Blass Koetschau | σπευδόντων]+ὡς ο | 21 Ἰουδαίων] ἑβραίων 0 | 22 τῶν1] <ο |πόλεων c | 25 αἰχμαλωτεῖσθαι c αἰχμαλωτίσθαι ο | 26 τῷ Vat. gr, 1153/54 τὸ co.)Πρὸς δὲ διάνοιαν· τῆς σκοπευτικῆς καὶ θεωρητικῆς δυνάμεως Σιὼν καλουμένης πολλαὶ ὁδοί εἰσι τῶν ποικίλων δογμάτων, μυστικῶν τε καὶ φυσικῶν καὶ ἠθικῶν, τάχα δὲ καὶ λογικῶν, αἱ φέρουσαι ἐπὶ τὴν κατανόησιν καὶ θέαν τῶν προκειμένων. ἐπὰν οὖν τις τὸ τούτων ἀσκητικὸν ἀπολέσας συγχυθῇ, πᾶσαι αὗται αἱ ὁδοὶ πενθοῦσιν οὐκ ὁδευόμεναι, πανηγύρεως μὲν ὑπαρχούσης ταῖς προειρημέναις ὁδοῖς, ὅτε ὁδευονται ἐξεταζόμεναι καί, ἵν᾿ οὕτως εἴπω, διαβαινόμεναι· πενθοῦσι δὲ ὅτε ἐρημοῦνται, οὐκ ἐρευνώμεναι οὐδὲ διεξοδευόμεναι διὰ τὸ ἀποπεπτωκέναι τοὺς ὁδεύοντας καὶ αἰχμαλωτισθέντας ὑπὸ τῶν παθῶν περιεσπάσθαι περὶ τὰ χείρονα.