Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Oἰόμεθα δὲ τὸ μὲν ἀγαπᾶν θειότερον εἶναι καί, ἵν' οὕτως εἴπω, πνευματικόν, τὂ δὲ φιλεῖν σωματικὸν καὶ ἐνθρωπικώτερον. τάχα δέ, οὐδενὸς φαύλου ἀγαπῶντος, παρατηρητέον ὅτι περὶ μὲν τῶν κρειττόνων φησί· οὐχ ὑπάρχει παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν, περὶ δὲ τῶν ἐλαττόνων· πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν αὐτήν, ἐγένοντο αὐτῇ εἰς ἐχθρούς. οἱ μὲν γὰρ ὑποδεέστεροι καὶ ἠθέτησαν αὐτὴν καὶ ἐγένοντο αὐτῇ ἐχθροί· οἱ δὲ κρείττονες μόνον οὐ παρεκάλεσαν.

[*](12 Vgl. Onom. sacra I, 174, 91: Βαβυλὼν σύγχυσις, u. ö. —15 Luk. 6, 21. – 16 Hiob 8, 21. – 17 Vgl. Gen. 21, 6 u. Onom. sacra I, 170, 85: Ἱσασκ γέλως, u. ö. – 19 II Kor. 5, 4. – 24 ff. Vgl. in Jerem. Hom. 15, 3 (S. 127, 11 f.).)[*](2 αὐτοῖς c | 3 τὴν 2] < ο | 4 ὡς] < ο | 11 λέγῃ Vat. gr. 1153/54 λέγει co | ποιὰν Blass Diels Koetschau ποίαν co | αὕτη Blass αὐτῆ co | 13 τῷ] τὸ c | 16 ἀλητος c | 29 αὐτὴν 2] ἐν αὐτῇ ο | 31 αὐτῇ] < ο | οἱ] ο | δὲ Gh γὰρ co.)
240

πρὸς μὲν τὸ ῥητὸν τοιοῦτος ἂν εἴη ὁ νοῦς· τὸν ἴδιον τόπον ἡ Ἰουδαὶα ἤμειψεν, αἰτίων τούτων γενομένων αὐτῇ τῆς ταπεινώσεως αὐτῆς (ἣν τεταπείνωνται ἁμαρτοῦσα καὶ τὸ ἀνάστημα καὶ τὸ ἐγηγερμένον, ὃ πρότερον εἶχεν ἐν θεοσεβείᾳ ὑπάρχουσα, καταλιποῦσα), ἔτι δὲ καὶ τῆς πολλῆς δουλείας αὐτῆς, ἣν δεδούλωτο ὑποτεταγμένη τοῖς πάθεσιν. μετοικισθεῖσα δὲ ἐν ἔθνασιν ἱδρύνθη, ἔνθα εὑρεῖν ἀνάπαυσιν οὐ δεδύνηται, πάντων τῶν ἐχθρῶν καταδιωκόντων αὐτὴν καὶ καταλαβόντων καὶ κατακεκρατηκότων, αὐτῆς γενομένης παρὰ τοῖς ἔθνεσιν οἳ ἔθλιβον αὐτήν.