Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ὁ προφήτης αἵρεσιν λαβὼν ἔνθα βούλεται ξῆν, ὑπερορᾷ μὲν Βαβυλῶνος, αἱρεῖται δὲ τὴν Ἰουδαίαν, φεύγων τὴν ἐκ βασιλέως τιμὴν καὶ διὰ τοὺς πτωχοὺς τοὺς πρὸς γεωργίαν ἐμμείνατας, ὡς ἂν καὶ τῆς γῆς ἐπιμελῆται διὰ τοὺς πένητας κὰ τὰς τούτων ταῖς προθητείαις γεωργῇ ψυχάς. ἐμερίσαντο γὰρ οἱ προφῆται, οὗτος μὲν τὴν Ἰουδαίαν, τὴν δὲ Βαβυλῶνα Δανιὴλ καὶ οἱ τρεῖς παιδες.

Ὁ χρηστὸς ἄνθρωπος οὐδένα ὑποπτεύει οὕτως εἶναι πονηρὸν ὡς καὶ τοὺς μηδὲν ἀδικήσαντας φονεύσειν. διὰ τί δὲ συνεχώρησεν ὁ θεὸς ἀναιρεθῆναι τὸν Γοδολίαν, ἑτέρου ἂν εἴη λόγου καὶ τῶν ἀνεφίκτων κριμάτων τοῦ θεοῦ.

Σύνταξον τὸ οὐχὶ τοῦ θυμιάματος πρὸς τὸ ἐμνήσθη κύριος. δῆλον μὲν οὖν ἐστιν, ὡς τοῖς εἰδώλοις θυμιώντων φησί· τοῦτο γὰρ αὐτῶν ὁμολογησάντων ἐπάγεται τὰ προκείμενα. [*](19 ff. Vgl. Chrysost. (Gh II, 786 τοῦ αὐτοῦ = Orig., doch haben c 325 v und o 179r das Fragment als τοῦ ἁγίου Ἰωάννου; vgl. auch has folgende Chrysostomusfragment bei Gh a. a. O.): (τίνος ἕνεκεν συνεχώρησεν ὁ θεὸς ἀναιρεθῆναι) τὸν ἄνθρωπον χρηστὸν ἄντα καὶ ἐπιεικῆ κτλ.) [*](5 πώσεως ο | 7 ἔκρυψε ο | 9 αὐτοὺς τοὺς] τοὺς αὐτοῦ c | 11 ἐνθα] ἐνταῦθα ο | 14 ἐπιμελῆται l ἐπιμελεῖται co | 16 δὲ] <ο | 18 Ὁ] irrtümlich unter d. Überschr. τοῦ αὐτοῦ, während ein Fragment Olympiodors vorangeht o. Cod. Laur. XI, 4 hat auf fol. 242r noch folgendes Fragment: Ωργ. Ἀπολαυσατε τῶν τῆς εἰρήνης ἀγαθῶν καὶ θεῷ τῷ δοτῆρι τούτων προσκομίσατε τ]ς ἀπαρχάς. Vgl. Jerem. 47, 10 | 23 ff. dies Fragment nebst Nr. LXIX (149) gehört vielleicht zu der 39. Homilie, von das Prooemium in der Philokalie erhalten ist (vgl. S. 198,3).)

231
πλὴν ἐξετάσωμεν εἰ καὶ θεῷ τις θυμιῶν ὡς οὐ δεῖ, τοῦ ἄβατον γενέσθαι γῆν αἴτιος γίνεται. κἂν τὸ αἰσθητὸν τοίνυν προσάγῃς κατὰ τοὺς Ἰουδαίους θυμίαμα, ἀρετὴν μὲν ἔχων προσάγεις καλῶς, σύμφωνν ἔχων τὴν ξἔνδοθεν εὐωδίαν· μετὰ κακίας δὲ προσφέρων, οἱονεί πως καὶ τὴν εὐωδίαν τὴν ἔξω χρωννύων, πρὸς δυσωδίαν μεταποιεῖς· ὅτε οὐκ ἂν λεχθείη τὸ »ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας« ἀλλὰ τοῦναντίαν. ὁσμὴ δὲ εὐωδίας παρὰ θεῷ οὐ τῶν προσενεχθέντων παρὰ Νῶν ζώων καθαρῶν εἰρημένων, ἀλλὰ τῆς δικαιοσύνης αὐτοῦ καὶ τῆς τελειότητος, ἅπερ ἦν αὐτὸς ἐν τῇ γενεᾷ αὐτοῦ. θεὸς γὰρ αἴματι καὶ κνίσαις οὐ τέρπεται, καθάπερ οἱ δαίμονες. πλὴν ὡς >σθνεγερθέντες Χριστῷ τὰ ἄνω ζητήσωμεν<, εἰς νοῦν εἰληφότες τὸ »γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου«· καθὰ γὰρ Ἰωάννης ἐν Ἀποκαλύψει φησί· >θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων<. ἀλλ᾿ εἰ μὲν λογισμοῖς ταύτην μολύνομεν πονηροῖς, συμβαινει τὸ »ἡ προσευχὴ αὐτῶν γενέσθω εἰς ἁμαρτίαν«, ἢ εἰς τὸ ἐναντίον, ἐὰν ἀπὸ δικαιοσύνης εὐξώμεθα· ἐπεὶ τῶν δι᾿ ἁμαρτίας λεγόντων· »προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου«, γίνεται τὸ θυμίαμα δυσῶδες. διόπερ Ἡσαΐας εἶπεν· »ἐὰν φέρηστε σεμίδαλιν, μάταινο· θυμίαμα, βδέλυγμά μοί ἐστιν . τίνα δὲ τρόπον εὐκτέον, ἐσίδαξεν ὁ ἀπόστολος λέγων· »βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ ἐπαίροντας ὀσίους χεῖρας χωρὶς ὁργῆς καὶ διαλογισμῶν«. τοιούτων χειρῶν ἐπαιρομένων τοῦ Μωσέως ἐνίκα Ἰσραήλ, καθαιρουμένων δὲ ἐνίκα ὁ Ἀμαλήκ. ὁ οὕτωνς εὐχόμενος οὐκ ἀποτυγχάνει, ἀληθεύνοντος τοῦ ἡρτοῦ· »ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι«. τῶν οὖν πονηρῶν τὸ θυμίαμα, φησίν, οὐκ ἠδύνατο κύριος ἔτι φέρειν, καθάπερ ἡμεῖς κἂν ὑπομείνωμέν τινα δυσωδίαν, ἀλλ᾿ οὖσαν πλείονα φεύγομεν. καὶ ὁ θεὸς οὖν μέτρον ἀνοχῆς ἔχων, μὴ μετανοοῦντας μετέρχεται· ὅπερ ἐπὶ Νῶε πεποίηκε, τῶν τότε πλημμελούντων τὴν δυσωδίαν μηκέτι φέρειν δυνάμνος. διό φησιν ἐν προφήταις· »ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι;«

Ὡς γὰρ σωμάτων σεσηπότων ὁ παρακείμενος παραλαμβά- [*](6 Gen. 8, 21. — 11 Vgl. Kol. 3. 1. — 12 Psal. 140, 2. — 13 Vgl. Apok. Joh. 5, 8. — 17 Psal. 37, 6. — 19 Jes. 1, 13.— 20 I Tim. 2, 8. — 22 f. Vgl. Exod. 17, 11. — 24 Jes. 58, 9. — 30 Jes. 42, 14.) [*](2 γίγνεται c | 3 καλῶς] καλόν c | 4 ἔνδοθεν] ἔσωθεν ο | 7 ὀσμὴ δὴ c ὀσμὴν 7 δὲ ο | 14 εἰ] ἡ ο | 16 ἐπεὶ Blass ἐπὶ clo | 19 φέρηται ο | 20 εὐκτέον Gh εὐκἐδύνατο clo | 23 μωυσέως clo | 24 ῥητοῦ] + τὸ ο | 25 ἐρῶ ο | ἰδοὺ] + ἐγὼ ο | 26 ο | 28 μὴ Gh | 30 ἐσιωπήσατε· μὴ c.)

232
νων ἀὴρ καὶ φθειρόμενος λοιμὸν ποιεῖ τοῖς ἐντυγχάνουσι, καὶ τὸ χωρίου ἄβατον γίνεται, οὕτω ψυχῶν ἁμαρτίαι λοιμὸν ψυχῶν ἀπεργάζονται.

Τῷ λαῷ συμπάσχων Βροὺχ ἀπωδύρετο, καὶ ἀξιοῖ περὶ αὐτῶν τὸν θεόν, διὸ λαμβάνει τῆς ἐν κακοῖς βοηθείας ἐπαγγελίαν, λέγοντος οὕτω τοῦ θεοῦ· οὓς καθαιρῶ, πάλιν οἰκοδομήσω. πρῶτον γὰρ »ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν« καὶ τὰ ἐπὶ τούτοις· οὐ γὰρ δεκτὰ τὰ χρηστὰ μὴ τῶν κακῶν προανῃρημένων. λύει γὰρ καὶ τὰς μοχθηρὰς τῶν ἀπίστων οἰκοδομάς ὡς ἀρχιτέκτων »τῆς σκηνῆς τῆς ἀληθινῆς ἥν ἐπηξεν αὐτὸν καὶ οὐκ ἄνθρωπος«, περὶ ἧς φησιν ὁ παῦλος· »θεοῦ οἰκοδομή ἐστε«. καὶ ὡς γεωργὸς ἐκτίλας τὸ μὴ ποιοῦν καρπόν (»πᾶσα« γὰρ »φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται«), καταφυτεύει >ἄμπελον καρποφόρον<, οὐ κατὰ τὴν >εἰς πικρίαν μεταστραφεῖσαν καὶ ἀλλοτρίαν<, ἥν ἐκκόπτει ἵνα πάλιν αὐτῆν >ἀληθινὴν< ἀπεργάσηται καὶ >θεοῦ γεώργιον<, οὕτω > τῆς ἐξ Αἰγύπτου< >καθεῖλε τὸν φραγμὸν< κατὰ τὸν Δαβίδ, Ὑπὲρ ἧς εὔχεται· »ἐπίβλεψον ἐξ οὐρανου, καὶ ἐπίσκεφαι τὴν ἄμπελον ταύτην«. καὶ οὗτοι τοίνυν ἐπ᾿ ὠφελείᾳ παιδεύονται· »ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει«. »τίς« γὰρ »ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;« »ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν κατεργάζεται«. διὰ τοῦτο γὰρ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, τοὺς φρονοῦντας τὰ γήϊνα.