Fragmenta In Jeremiam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Οὗτος ποιεῖ βιβλίον κτήσεως, ὅπερ ἴσως ἐστὶν αἱ νοήσεις, αἱ μνήμαι, τὰ δόγματα, δι’ ὧν κεκτήμεθα τὸν ἀγρόν, τουτέστι τῆς πολιτείας τοὺς πόνους. δεῖ γὰρ τὸν πράξοντα δικαιοσύνην προειδέναι περὶ δικααιοσύνης, ὅπερ λεγέσθω καὶ περὶ τῶν λοιπῶν ἀρετῶν. φροντίζει δὲ θεὂς ἐν ἀγγείῳ τὸ βιβλίον βληθῆναι πρὸς διαμονὴν πλείονα. »ἔχομεν« γὰρ »τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν«, ἤ τοῖς ἡμετέροις ἀγγείοις, ἤ τῷ εὐτελεῖ τῆς γραφικῆς λέξεως. ὅθεν ὁ >ἄρχων ἠπάτηται τοῦ κόσμου τούτου<, καταφρονήσας τοῦ λόγου τῆς θεοσεβείας, ἐπεὶ μὴ ἦν ἐν χρυσοῖς σκεύεσι κεκαλλωπιμένοις λέξει καὶ πιθανότητι φράσεως· διὸ καὶ πλείους ἡμέρας διέμεινεν. »ὁ λόγος« γὰρ »καὶ τὸ κήρυγμά μου«, φησὶν ὁ ἔχων τὸ βιβλίον τῆς κτήσεως, »οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως«. τὸ ἐνταλθὲν δὲ ποιήσας Ἱερεμίας εὐχαριδτεῖ τῷ θεῷ. ὅρα δὲ τὴν ὑπακοὴν τοῦ προφήτου πρὸ τοῦ φαινομένου συμφέροντος, ὅπερ ἐπάγει, προθεσπίζων τῆς γῆς τὴν ἀνάκτησιν. ἡ γὰρ δι’ ἔργων προφητεά τὸ ἀκουστὸν καθίστησιν ὁρατὸν καὶ τὸ μέλλον οἱονεὶ παρόν, ἐν τῷ μέρει δηλοῦσα τὸ ὅλον.
Οὐ πιθανὸν τὸν προφήτην τοσαύτην εὐχαριστίαν προσάγειν ἐπὶ τῷ >δέκα καὶ ἑπτὰ σίκλων< ἐωνημένῳ χωρίῳ, τὸν >ἐκ μήτρας ἁγιασθέντα< καὶ θείου πνεύματος ὑπάρχοντα πλήρη. ἀλλ’ ὅρα τὸν σαββατικὸν ἀριθμὸν τὸ τῆς ἀναπαύσεως σύμβολον, καὶ τὸν δέκα τέλειον ὄντα καὶ οἰκεῖον θεοῦ (δεκάτατ γὰρ ἐν τῇ δεκάτῃ τῶν ἱλασμῶν ἀναφέρονται, καὶ δεκάλογος ἡ πρώτη νομοθεσία), καὶ γνώσῃ [*](9 II Κοr. 5, 7. – 11 Vgl. Joh. 14, 30. – 14 f. I Kor. 2, 4. – 7 ff. Vgl. Hier. Comm. 1080? – 24 Vgl. Jerem. 39, 9. – Vgl. Jerem. 1, 5. – 25 ff. Vgl. Hier. jejunii et propitiationis mensis septimi. Septem quoue .... esse sanctum, multis Scripturarum testimoniis comprobamus.—27 Vgl. Lev. 23, 27 usw.) [*](1 τῷ] γὰρ τὸ ο | 4 οὕτως ο | 6 τῆς] + κατὰ θεὸν 1 | πράξοντα] + καὶ c πράξαντα ο | 7 λέγεσθαι c | 10 ἀγγίοις co | τῷ] τῇ ο | 11 ὁ Vat. gr. 1153/54 < co | 16 ἀποδείξει]+ δὲ μᾶλλον c | 19 ἔργου ο |23 πιθανὸν l πειθανὸν co | τὸν] τὼ c | 24 τῷ] τὸ ο | ενωημένω ο | 26 δέκατον c | 27/28 δεκάτι τῶν ἀριθμῶν ἀναφαίρον ο [sic] | 28 ἱλασμῶν c (ἱλασ in Ras.) | ἡ πρώτη] ἐν τῇ πρώτῃ c.)
Οὐ μόνον προφητείας Ἱερεμίας ἀνέγραψεν, ἀλλὰ καὶ ἴδια πάθη, ταῖς μὲν διδάσκων βασιλείας οὐρανῶν μυστήρια, τοῖς δὲ διδάσκων ὑπομονῆς παραδείγματα, τῶν ψεθδοπροφητῶν τοιοῦτον οὐδὲν διὰ τὴν κολακείαν πασχόντων. ἑτοιμασώμεθα τοίνυν ἐν καιρῷ διωγμοῦ μετὰ Ἱερεμίου τετάχθαι καὶ τοῦ εἰπόντος ἀποστόλου· »ἐν φυλακαῖς πολλάκις«. τὸ δὲ ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτοὺς φιλανθρωποτέραν αὐτοῦ τὴν προαίρεσιν μεμήνυκεν. καὶ δεῖ τὸν ὀρθὸν βασιλέα μὴ τοῖς περὶ αὐτὸν πονηροῖς συναπάγεσθαι· χρήσιμον δὲ πολλάκις καὶ ἡ παρὰ τοῖς καρτοῦσι προστασία, δι’ ἧς πολλάκις εὐεργετεῖ ὁ θεός.
Δέδια, φησίν, μὴ τοῖς αὐτομόλοις καταγέλαστος γένωμαι· τούτου γὰρ λόγον καὶ φροντίδα ποιοῦμαι. ὡς δὲ δι’ ἁμαρτίας Ἱερουσαὴμ παραδίδοται9, οὕτως καὶ ἡ ἐκκλησία. καὶ εἰ μέν τις κατ’ Ἐζεκίαν αὐτῆς ἄρχοι, σῴζεται· εἰ δὲ κατὰ Σεδεκίαν, ἀφοριζόμενος μὲν σῴζει, μένων δὲ ταύτην ἀπόλλυσιν. εἴ τις οὖν μολύνων τὴν ἐκκλησίαν ἐξέλθοι, αὐτήν τε σῴζει καὶ τὴν ψυχὴν αὐτοῦ· ἐὰν δὲ μέλλῃ κατὰ τὸν Σεδεκίαν πρὸς ἔξοδον, »μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ«.
[*](1 Vgl. Jerem. 39, 9. – 2 Gen. 27, 27. – 4 Vgl. Gal. 5, 22. – Vgl. Gal. 6, 8. – Vgl. Gal. 5, 22. 23. – 9 Vgl. II Kor. 4, 18. – 15 II Kor. 11, 23. – 28 Gal. 5, 9.)[*](1 καρπῶν πρεπόντων] καρπόντων ο | 2 ὁ 1 < co | 2–5 ἰδοὺ–Ἱακώβ] < ο | 5 ὀσμὴν] < ο | 7 ἀγαθοσύνης ο | 12 ταῖς Blass τοὺς c τοῖς lo | τοῖς lo τοὺς c | 14 ἡτοιμασώμεθα ο | 15 μετ' ο | 19 ἡ] οἱ ο | 20 ὁ] δὲ ο [sic] | 24 παραδέσοται c | καὶ 1] < O | 25 ἄρχοι Blass vgl. Z. 27 ἄρχῃ co | 26 μένον ο | ἀπόλαυσιν ο.)Φησὶ πρὸς αὐτὸν Ἱερεμίας ὡς ἐροῦσιν αἱ γυναῖκες εἰς ἀποικίαν ἀγόμεναι· ἠπάτησάν σε οἱ πρὸς σε φήσαντες εἰρηνικῶς ὡς οὐ παραδώσουσι τῷ Βαβυλωνίῳ. συστήσονται δὲ μετὰ τοῦ, ὡς αἴτιοι γενόμενοι πτώσεως· πάντως γὰρ ληφθήσῃ. τάχα δὲ καὶ τοὺς ψευδοπροφήτας αἰτιᾶται λόγῳ τὴν εἰρήνην ὑποσχομένους. ὁ δὲ προφήτης φιλανθρώπως ἀπέκρυψε τοῖς ἄρχουσι τὴν ἀλήθειαν, τοῦ βασιλέως κηδόμενος. οὐ γὰρ ἔβλαπτε ταύτην νῦν σιωπῶν, ἤδη αὐτοὺς τοὺς λόγους ἀναγνοὺς ἐν κοινῷ.