Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἀναβάται ἵππων οἱ δαίμονες οἱ ταῖς σαρκικαῖς ἡδοναῖς ἐπικαθήμενοι· καὶ πάλαι γὰρ τῆς Αἰγύπτου »ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν«, οὗτοι δὲ ζευγνύντες ἐν ἠμῖν διάφορα πάθη, ταῖς τέτρασιν ἀρεταῖς ἀντικείμεν, κατασκευάζουσιν ἅρματα. καὶ ὀ μὲν θυμώδης καὶ πρὸς κακίαν ἐρρωμένος, ἀνήρ· ἀνήρ· ὁδὲ πρὸς ἡδονὰς λελυμένος, γυνή· καὶ πρεσβύτης μὲν ὁ >πεπαλαιμωένος κακῶν ἠμερῶν<· νεανίσκοι δέ, περὶ ὧν Ἡσαΐας φησί· »πεινάσουσι νεώτγτεριο, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται«· καὶ τοὐναντίον· »οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάζουσιν ἰσχύν, πτερο- [*](5 Jes. 13, 2. — 14 I Kor. 1, 20.– 20 ff. vgl. Olymp. (Gh II, 910 f.): ἡδονὴν τὴν θηλυμανῆ καὶ τὸν ταύτην ἐνεργοῦντα δαίμονα. τὰς φιλοδοξίς, τὰς φιλοχρηματίας καὶ τοὺς αὐτὰς ἐνεργοῦνταες δαίμονας . . . . τοὺς τῆς ψευδωνύμου γνώσεως διδασκάλους σὺν τοῖς πειθομένοις. τοὺς τῶν εἰδώλων ἱερουργοὺς καὶ τὰς τελετὰς αὐτῶν καὶ τὰ εἴδωλα. τοὺς ἄρχοντας ἐν κατίᾳ δαίμονας. — 21 Εxod. 15. 1. – 25 Vgl. Sus. 52 (LXX Θ'). – 26 Jes. 40, 30. – 28 Jes. 40, 31.) [*](7 κρατήσουσαν Blass κρατήσασιν clo | 11 φησίν (η corr.) ccorr. φασίν ο | 13 τῷ] τὸ c | 15 εἰδδωλολατρίας ο 17 ἰούδα καὶ ἰσραὴλ ο | 27 ἀνισχύοντες ο.)

219
φυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν«. τοὺς ἐκλεκτοὺς δὲ νῦν ἐν κακίᾳ φησίν, ὁποῖόν ἐστι τὸ »καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά«· κατ᾿ ἀρετήν τε ὄντες ἐκλεκτοὶ ὑπὸ τοῦ Ναβουχοδονόσορ καταπίνονται. ἔσξε δὲ καὶ παρθένους, τὰς μὲν Ἑστιακάς, τὰς δὲ Πυθίας, τὰς δὲ ἄλλας. καὶ ψυχὴ δὲ μὴ δεξαμένη τὸν θεῖον σπόρον, παρθένος ἐστὶν αὐτῷ. ἔχει δὲ καὶ ποιμένας κακῇ διδασκαλίᾳ τοὺς ἑπομένους παιδεύοντας· ἀλλὰ καὶ γεωργοὺς τοὺς >τὰ ζιζάνια< σπείροντας, καὶ γεωργοῦντας >ἀκάνθας τε καὶ τριβόλους<, τὰς βιωτικὰς ἐν ἀνθρώποις μερίμνας. ἔχει καὶ ἠγεμόνας ἐν κακίᾳ καὶ ἄρχοντας, καὶ μάλιστα >πρὸς οὓς ἠμῖν ἐστιν ἠ πάλη, πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας<, τούτοις οὖν πᾶσιν ὁ θεὸς ἀποδίδωσιν ἐνώπιον τῶν ἔναγχος εἰρηκότων· >δεῦτε καὶ ἀναγγείλωμεν ἐν Σιὼν τὰ μεγαλεῖα τοῦ θεοῦ<.