Fragmenta In Jeremiam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Συμφώωνς δὲ τῷ ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως ὁ Παῦλός φησιν· »οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;« καιρὸς δὲ ἐπισκέψεως μάλιστα ἡ τῆς εἰδωλολατρείας ἀπὸ τῆς Χριστοῦ παρουσίας καθαίρεσις. σκεύη δὲ πολέμου, ἅπερ ὁ Βαβυλώνιος διεσκόρπισεν, οἱ τοῦ Ἰσραὴλ καὶ Ἰούδα πολέμων ἔμπειροι ἄνδρες, ἀνθ᾿ ὧν ἀπειλεῖ μηδενὸς ποιεῖσθαι φειδώ.