Fragmenta In Jeremiam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Σκεύη ὀργῆς καὶ ὁ ἀπόστολος οἶδε »κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους«. πάντας γὰρ ἀνθρώπους εἰς δύο ταῦτα διεῖλε σκεύη, τὰ μὲν ὀργῆς, τὰ δὲ ἐλέους· τὰ μὲν οἷος ὁ Φαραὼ καὶ οἱ Αἰγύπτιοι, τὰ δὲ οἷος ὁ Παῦλος καὶ οἱ πιστεύσαντες. ἀλλὰ τίς ὁ θησαυρὸς κυρίου, ἐν ᾧ τὰ σκεύη τῆς ὀργῆς; ἴσως ἡ ἐκκλησία, ἐν ᾗ τοιοῦτοι πολλάκις λανθάνουσιν. ἔσται δὲ καιρός, ὅτε ἀνοίγει τὴν ἐκκλησίαν. νῦν γὰρ κέκλεισται, καὶ τὰ σκεύη τῆς ὀργῆς μετὰ τῶν σκευῶν τοῦ ἐλέους νέμεται, καὶ τὰ ἄχυρα μετὰ τοῦ σίτου σἰσί, καὶ ἐν μιᾷ σαγήνῃ οἵ τε ἀπόβλητοι καὶ οἱ ἐκλεκτοὶ ἰχθύες. ἀνοίγει δὲ τὸν θησαυρὸν αὐτοῦ ὁ κύριος κατὰ τὸν καιρὸν τῆς κρίσεως, ὅτε τῶν σκευῶν τῆς ὀργῆς ἐκβαλλομένων, ὁ ἐλέους σκεῦος ὑπάρχων εἴποι ἂν εἰκότως· >ἐξῆλθον ἀφ᾿ ἡμῶν, οὐ γὰρ ἦσαν ἐξ ἡμῶν<. τὰ δὲ ἔξω τοῦ θησαυροῦ ἁμαρτάνοντα σκεύη οὔπω σκεύη ὀργῆς ἐστιν, ἀλλ᾿ ἐλάττονα· <δοῦλοι> γὰρ εἰσι >μὴ εἰδότες τὸ θέλημα τοῦ κυρίου αὐτῶν καὶ μὴ ποιοῦντες αὐτό<. σκεύη τοίνυν εἰσὶν ἁπλῶς εἰς ἄλλα τηρούμενα.