Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Σφύραν τὴν Βαβυλῶνα καλεῖ, ταῖς ἰδίαις πλεονεξίαις τοὺς ἐπὶ γῆς κατατρίψασαν. ὅτε δὲ τὸν θεῖον νεὼν Ὁ Σολομὼν κατεσκεύαζεν, ἐν ἐπαἰνῳ τῶν Βασιλειῶν ἡ τρίτη φησὶν ὅτι >σφύρα καὶ πάλεκυς οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ τοῦ θεοῦ<. οἶκος δὲ ἡ ἐκκλησία θεοῦ, ἐν ᾗ μὴ δεῖ ἀκούεσθαι σφύρα. ἔστι δὲ σφύρα πάσης τῆς γῆς ὁ διάβολος, καὶ ἔστιν ὁ μὴ φροντίζων αὐτῆς οἱονεί τις ὕλη τυπτομένη παρ' αὐτῆς καὶ μὴ πάσχουσα. »ἐκοὺ« γάρ φησιν »ἀνὴρ ἑστηκὼν ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας«· ὅστις ἀδάμας ὑπ' οὐδεμιᾶς συντρίβεται σφύρας. κἄν ἐφεστήκῃ γοῦν ὁ διάβολος ἡ σφύρα, καὶ ὐποκείμενος ᾖ δράκων »ὥσπερ ἄκμων ἀνήλατος«, οὐδὲν ὁ ἐν τῇ χειρὶ κυρίου καὶ ὑπὸ τὴν σκέπην αὐτοῦ ἀδάμας πείσεται. τεῖχος γὰρ ὁ ἅγιος ἀδμάντινον, καὶ ἐν χερσὶ κυρίου μένων ἀπαθής, κἄν μέσος ληφθῇ τῆς τε σφύρας καὶ τοῦ δράδοντος. ὅσον δὲ τύπτεται, λαμπροτέραν αὐτοῦ τὴν ἀρετήν ἐπιδείκνυσιν· ὁ γὰρ διάβολος οἷά τις λέθων ἀγνοῶν φύσιν διὰ πολλῶν δοκιμάζει πληγῶν τὸν οἷον ἀδάμαντα, θεοῦ μόνου καλῶς τὴν τούτων φύσιν εἰδότος. εἰ σφύρα μὴ ἦν, >σάλπιγξ ἐλατὴ< ἡ κατὰ τὸν νόμον οὐκ ἦν ἦν, διεγείρουσα ἐπὶ τὰς ἑορτὰς τοῦ θεοῦ ἤ παροξύνουσα εἰς πόλεμον τοὺς ἀκούοντας. τοιοῦτον ἐποίησε τὸν Παῦλον διὰ πειρασμῶν ποικίλων ἡ σφύρα, μηδὲν μὲν ἐξ αὐτῆς παθόντα, μεγάλῃ δὲ φωνῇ πρὸς τὸν τῆς κακίας διεγείροντα πόλεμον. ἐργάζεται μὲν οὖν ἡ σφύρα τὸν πειρασμόν, ὑπηρετεῖ δὲ τῇ σφύρᾳ ὁ ἀπὸ τοῦ Κάϊν »σφυροκότος, ὁ χαλκεὺς χαλκοῦ καὶ σικήρου«. τοιοῦτος ἑπὶ τοῦ σωτήρος Ἰούδας καὶ οἱ »σταύρου, σταύρου αὐτόν« κεκραρότες, διὰ τῶν τοιούτων ὑπηρετοῦντες τῇ σφύρᾳ.

[*](5 Vgl. Olymp. (Gh II, 886): ἡ σφύρα πάσης τῆς γῆς ἡ τὴν οἰκουμένην συν- τρίψασα Βαβυλών. — 7 Vgl. I Kön. 6, 12. — 11 Amos 7, 7. — 13 Vgl. Xeno- crates bei Hieron. Comm. in Amos 7, 7. — 15 Vgl. Hiob 41, 15. — 21 Vgl. Hom. 5, 16. — 21 ff. Vgl. Num. 10, 2.8.9. — 21 Gen. 4, 22. — 28 Vgl. Joh. 19, 15.)[*](5 ff. Vgl. hierzu Cat. Regn. (siehe unten) u. Hom. 21, 1 = lat. III, 1 (Lo 15, 389ff. MPL XXV, 606ff.) | 5/6 Σφύραν—κατατρίψασαν] <Η w. e. sch. | 5—8 Σφύραν — θεοῦ] < Cat. Regn. | 5 σφύρα ο| 8 ἐκκλησία] + τοῦ Cat. Regn. | 9 ἀκουσθῆναι σφύραν Cat. Regn. | σφύρα c1o σφύραν c* | 12 ἐπὶ] + τοῦ Cat Regn. | 14 ἡ] < Cat. Regn. | 15 σκέπην] ἐπισκοπὴν ο Cat. Regn. | 16 πεσεῖται ο | χερσὶ] χειρὶ Cat. Regn. | 17 μένον ἀπαθές Cat. Regn. | 18 ὅσῳ Cat. Regn. | ἐπιδείκνσιν c1o ἐπιδείκυνται c* | 20 τούτου Cat. Regn. | 21—29 εἰ—σφύρᾳ] < Cat. Regn.| 21 ἧν] ἥν ο ἧ c esset H | 29 ὑπηρετοῦωτες] ὑπηρετούντων c o.)
215