Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ὥσπερ ὁ πριάμενος ἱμάτινο, εἰ τύχοι, παρ᾿ οὗ δεῖ, νομίμως ἔχει τοῦτο, ὁ δὲ κλέψας ἔχει μὲν ἀλλ᾿ οὐ δικαίως, οὕτω τῶν διδασκόντων ἀπὸ γραφῆς οἱ νόθῳ ψυχῇ καὶ κεκλκιδωμένῃ τὰ ῥήματα φέροντες κλέπτουσι· περὶ ὧν λέγοιτ᾿ ἄν· »πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται δἰσὶ καὶ λῃσταί, καὶ οὐκ ηκουσαν αὐτῶν τὰ πρόβατα«. τοιοῦτος Ὁ λόγῳ χρώμενος εὐαγγελικῷ, μὴ πίστει διακείμενος πρὸς αὐτὸν μηδὲ βιοὺς κατ᾿ αὐτόν, ἀλλοτρίᾳ δὲ προαιρέσει χρώμενος τῇ τοῦ λόγου ἀπαγγελίᾳ· κλέπτης γάρ ἐστι καὶ λεχθήσεται πρὸς αὐτόν· » ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις«.

Ὅπερ ὁ κόσμος ὅλος, τοῦτο κατά τινα ἀναλογίαν ἐστὶ μόνος ὁ ἄνθρωπος. εὑρήσεις γὰρ τινὰ μὲν οὐρανὸν λεγόμενον, ὅταν φορῇ > τὴν εἰκόνα τοῦ ἐπουρανίου<, ἄλλον δὲ γῆν, ἐὰν ἔχῃ >τὴν εἰκόνα τοῦ χοϊκοῦ< (τῷ γὰρ ἡμαρτηκότι λέλεκται· »γῆ εἶ«), ἄλλον ἔχοντα ποταμοὺς ἐν αὐτῷ >ἁλλομένους εἰς ζωὴν αἰώνιον<, ἐὰν ἔχῃ λόγους ποτιμωτάτους ὃν ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ<. καὶ κατὰ μέρος εὑρήσεις τὸν μὲν ἥλιον, τὸν δὲ σελήνην λεγόμενον καὶ ἀστέρας, ἐπεὶ »οὕτως ἡ ἀνάστασις τῶν νεκρῶν«.

Καὶ μετ᾿ ἀλλίγα·

Νῦν δέ φησιν αὐτὸν ἡ παραβολὴ σῦκον εἶναι πονηρὸν λίαν· γλυκάζει μὲν γτὰρ αὐτὸν διὰ πεπάνσεως ἡ ἀρετή, ὡς εἶναι ψυχὴν ὅλην καὶ πνεῦμα καὶ σῶμα γλυκὺ τῆς ἐξ ἀρετῶν ποιότητος ἐντιθεμένης αὐτῷ, ἡ δὲ πονηρία κακὸν αὐτὸν καὶ ἄβρωτον ἀπεργάζεται. ἀλλ᾿ ἐὰν μὲν σῦκα ζητῇ τις μὴ λίαν χρηστά, ἔξω ζητεῖ ταῦτα τῶν τῆς θεοσεβείας μυσστηρίων καὶ τοῦ ναοὺ τοῦ θεοῦ, ὤσπερ οὖν καὶ τὰ μὴ λίαν πονηρά. ἐὰν γὰρ ἔλθῃ ἐπὶ τῆν μαθητείαν αὐτήν, πρὸ προσώπου ναοῦ κυρίου ἐστὶ σὐκα ρηστὰ λίαν (αἷα ποιεῖν [*](5 Joh. 10, 8. — 10 Röm. 2, 21. — 13 ff. Vgl. Heir. Comm. 1010: Duos cophinos . . .quidam interpretantur in . . . . gehenna et regno coelorum. — 13 ff. Vgl. Hom. 8, 2. — 14 Vgl. I Kor. 15, 49. — 15 Gen. 3, 19. — 16 Joh. 4, 14. — 18 Vgl. Psal. 103, 26. — 18 f. Vgl. I Kor. 15, 41. — 20 I Kor. 15, 42.) [*](3 ἔχει τοῦτο ABBREV c αὐτὸ κατέχει ο | 4 ψυχῆκεικληδωμένη c | 10 κηρύσσον ο | 13 γὰρ] <c | 20 οὕτως] l. οὕτω καὶ? | 22 σύκων εἶναι πονηρῶν c| σύκον (so stets) o | 23 ἡ] < Ο 24 ἐξ] < ο | 25 αὐτὸν Gh αὐτὸ co | 26 ζητῇ τις] ζητῆς ο | 27 θεοσεβείας c o1 a. R. θεογνωσίας ο* i. T. | 29 προσώπου] + τοῦ c.)

209
οἶδε Χριστὸς) ἢ πονηρά· οὐδὲ γὰρ τὸ ἔξω πονηρὸν σῦκον ἐξέβαλε τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω. περὶ τὸν ναὸν τοίνυν τοῦ θεοῦ καὶ τὰ θεῖα δόγματα δύο κ άλαθοι κεῖνται. καὶ οἶδεν ὁ ἐκλεγόμενος, πῶς ἕκαστον κατατάσσει, μὴ ἀνεχόμενος πονηροῦ σύκου ποιότητα τοῖς λίαν ἐγκαταμῖξαι χηστοῖς (»μικρὰ«γὰρ »ζύμη ὅλον τὸ φύραμα ζυμοῖ«) οὐδὲ μὴ τοὐναντίον. καὶ τάχα ὁ κάλαθος τῶν σύκων τῶν πονηρῶν ἡ γέεννά ἐστι τοῦ αἰωνόυ πυρός, ὁ δὲ τῶν χρηστῶν ἡ βασιλεία τῶν οὐρανῶν.

Καὶ μετ᾿ ἀλίγα·

Ἀλλὰ πότε τοὺς καλαθους ὁ προφήτης ἑώρακεν; μετὰ τὴν αἰχμαλωσίαν, φησίν. ἐὰν γ]ρ ἴδῃς τὴν ἐπιδημάν τοῦ σωτῆρος καὶ τοῦ λαοῦ τὴν αἰχμαλωσίαν καὶ ἡμᾶς τοὺς ἀλλοτρίους φύσει καὶ ἔξω τὴς Ἱερουσαλὴμ νῦν διὰ τὴν πίστιν τὴν εἰς θεὸν καὶ γλυκύτητα τῆς ἀληθείας γινομένους σὐκα χρηστά, ὄψει τὸν κάλαθον τῶν χρηστῶν σύκων· ἐὰν δὲ τοὺς ἐκ περιτομῆς μετὰ τὴν αἰχμαλωσίαν ταύτην θεάσοιο, τῶν πονηρῶν ὄψει καὶ ἀβρώτων σύκων τὸν κάλαθον. οὐκ ἀρεκῖ δὲ χηρστὰ λίαν εἶναι τὰ σῦκα, ἀλλὰ καὶ τοῖς πρωΐμοις ὡμοιῶσθαι προσήκει· ὄψιμον γὰρ σῦκον οὐκ ἔστιν ᾧ παραβάλλεται ὁ σῳζόμενος.

Ὁ Χριστὸς οἰκοδόμος καὶ ἀραχιτέκτιων, περὶ οὗ ἐν προφήταις λέλεκται· »οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοὺ μου ἐπιστρέψει«. φησὶν οὖν Ο κύριος· καὶ οἰκοδομήσω αὐτὸς κὰι οὐ μή καθελῶ. ἀγαθὸς γὰρ ὢν ὁ θεὸς οἰκοδομήματά τινα καθαιρεῖ· δεὶ γὰρ τὴν ἐν ἡμῖν οἰκοδομὴν τῶν ἀκαθάρτων πνευμάτων καταλυθῆναι καὶ οὕτω ναὸν οἰκοδομηθῆναι θεῷ ἐξ ἀρετῶν τε καὶ δογμάτων ὀρθῶν, ἵνα καὶ ὀφθῇ ἡ δόξα αὐτοῦ ἐν αὐτῷ. ἔστι δὲ καὶ γεωργὸς καταφυτεύων καὶ ἐγεκεντρίζων οὕς ἄξιον. φησὶ γὰρ ὁ σωτὴρ ὡς ῥίζα τοὺς κλάδους πάντας ἀνέχων· »ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὑμεῖς τὰ κλήματα, ὁ δὲ πατήρ μου ὁ γεργός ἐστιν. πᾶν κλῆμα ἐν ἐμοὶ μένον και ποιοῦν καρπὸν καλόν, ὁ πατήρ μου καθαίρει ἵνα πλείονα καρπὸν φέρῃ· πᾶν δὲ [*](5 I Kor. 5, 6. — 7 Vgl. Matth. 5, 22 25, 41? — 11 Vgl. Olymp. (Gh II, 588): οἰκειότερον επὶ τῆς τοῦ χριστοῦ ἐλεθερίας (ἴσ. ἐλεύσεως) ωοήσεις τοῦτο. — 22 Jes. 45, 13. — 25 ff. Vgl. in Jerem. Hom. 1, 16. — 26 Vgl. Matth. 12, 43. 44?— 27 Vgl. Jes. 6, 1? — 28f. Vgl. Röm. 11, 17. 18. — 30 Joh. 15, 1. 2. 5. 6. (vgl. Matth. 3, 10 7, 19 Luk. 3, 9).) [*](4 κατατήσει ο | 10 ἑώρακεν] τεθέαται ο | 16 τὸν πονηρὸν ὄψη ο | 18 ὁμοιῶσθαι ο | 25 καθαίρει ο | τὴν . . οἰκοδομὴν 1 τῆς . . οἰκοδομῆς co | 28 ἔστι c1o ἐπι c* ἔτι l | 31 ὁ c2l < c*o.)

210
κλῆμα ἐν ἐμοὶ μένον μὴ φέρον δὲ καρπόν, ὁ πατήρ μου ἐκκόπτει καὶ εἰς πῦρ αὐτὸ βάλλει«. οὐκ ἐν ἐθνικοῖς, ἀλλ᾿ ἐν τοῖς πιστοῖς ἐστι τὸ >ἐν αὐτῷ μένον καὶ μὴ φέρον καρπόν<· οἷός ἐστιν ὁ λέγων εἶναι πιστὸς καὶ πλημμελῶν ἐπ᾿ ἀδείας, ὅστις εἰκότως ἐκκόπτεται· καθαίρει δὲ τὸ καρπὸν φέρον, ἵνα κἄν τι παρορᾷ ὡς ἄνθρωπος διορθώσειεν.

Ταύτην, ὡς ἐλέγομεν, οἱ μὲν Ἑβδομήκοντα τῶν κατὰ τῶν ἐθνῶν ὁράσεων προὔταξαν· οἱ δὲ Λοιποὶ τοὐναντίον. Αἰλὰμ δὲ ἔθνος Ἀραβικὸν πρὸς τῇ ἐρυθρᾷ κείμενον θαλάσσῃ.

Ἐφρόνουν γὰρ ἐπὶ τοξείᾳ, μὴ μαθόντες ψάλλειν· »οὐ γὰρ ἐπὶ τὸ τόξον μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με«. ἔθνη δὲ πανταχόθεν ἀπειλεῖ κινεῖν ἐπ᾿ αὐτόν, ὅθεν ἀνέμους ἐκ τῶν ὅθεν ὡρμῶντο καλεῖ. ἕκαστος ἡμῶν ἀναλόγως τῇ καταστάσει ᾒ Αἰλαμίτης ὁμωνύμως ἐστὶν ἢ Ἰδουμαῖος ἢ Μωαβίτης ἢ Αἰγύπτιος ἢ Ἰσραηλίτης. δυνατὸν δὲ μεταβάλλειν ἐξ ἑτέρου ἔθνους εἰς ἕτερον κρεῖττον ἢ χεῖρον· τὰ ψυχικὰ γὰρ ἔθνη μεταπίπτειν οἶδεν εἰς ἄλληλα. πλὴν ἕκαστος ἡμῶν ἀναλόγως οἷς ἐθησαύρισε πίεται τὸ τῆς ὀργῆς κυρίου ποτήριον ἀκράτου ἢ κεκερασμένης· πάντες γὰρ ἡμάρτομεν πλέον ἢ ἔλαττον. ὡς δὲ Ἰσραὴλ ἐπώνυμος γέγονεν ᾧ πεποίηκεν, ἰσχύσας πρὸς τὸν θεὸν ἐν τῇ πάλῃ, οὕτω τινές εἰσι Παραβεβλημένοι Ψεκτοὶ Αἰλαμῖται· οὕτω γὰρ ἑρμηνεύονται. παραβάλλοννοῦν, εἰς πάθη ἀτιμίας< δηλοῖ δέ, τίνες οἱ περὶ ὧν ὁ λόγος ἄνεμοι, καὶ Παῦλος εἰπών· »ἵνα μηκέτι ὦμεν κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβίᾳ τῶν ἀνθρώπων, πρὸς τὴν μεθοδίαν τῆς πλάνης«. περιφέρεται δὲ παντὶ ἀνέμῳ ὁ Παρα- [*](12 Psal. 42, 7. — 16/17 Vgl. Jerem. 25, 14 26, 2 29, 8 31, 1 37,4. — 19ff. Vgl. Hom. 12, 2. — 20 Vgl. Psal. 74, 9 Jerem. 32, 1. — 21 Vgl. Gen. 32, 24. 28. Vgl. Philo de migr. Abr. I, 467 M: παλαίοντος γὰρ καὶ κονιομένου καὶ πτερνίζοντος Ἰακώβ ἐστιν ὄνομα, οὐ νενικηκότος· ὅταν δὲ τὸν θεὸν ὁρὰν ἱκανὸς εἶναι δόξας Ἰσραὴλ μετονομασθῇ κτλ., u. ö. Vgl. auch Onom. sacra sub Ἰακώβ u. Ἰσραήλ. — 22. 23. 28 Vgl. Onom. sacra. I, 186, 1: Αἰλαμῖται παραβλέποντες [sic] Ι, 56, 29: Aelamitae adpositi sive conlati aut objecti. — 24 Vgl. Röm. 1, 28. 26. — Eph. 4, 14.) [*](1 κλῆμα] + τὸ ο | καρπὸν δὲ μὴ φέρον ο | 2 ἐμβάλει ο | 4 ὅστις τε ἰκότως ο | 6 διορθώσειεν c1o διορθώσεται c* | 12 τοξία co | 13 τὸ τόξον] τῷ τόξῳ c | 16 ἐλαμήτης c | ὁμωνύμως] < c*, a. R. c1 ὁμώνυμ o | αἴγυπτος ο | 20 ποτήριον α τὸ τῆς ὀργῆς κݲυݲ ο | 22 περιβεβλημένοι c | 23 ἐλαμιται c | 24 δὲ] < ο | παραδέδωκεν ο | 25 ἄνεμοι καὶ] ἀνέμοις co | 26 κλυδονιζόμενοι ο | 27/28 ἐν τῇ μεθοδείᾳ c.)

211
βεβλημένος, εἴτε διδασκαλίας εἴτε θυμοῦ εἴτε ἐπιθυμίας. ἄνεμοι δὲ τέσσαρες γενικοί, ταράσσουντες τὴν ἀνθρώπου ψυχήν, ἐπιθυμία, φόβος, ἠδονή, λύπη, οἷς Αἰλαμίτης ἐκ τοῦ θεοῦ καταλειφθεὶς παραδίδοται. ἀλλὰ τί τὸ τόξον Αἰλάμ, ἐν ᾧ ἡ ἀρχὴ τῆς δυναστείας, αὐτὸς ἔφη μελῳδῶν ὁ Δαβίδ· »ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ«.

  • Καὶ μετ᾿ ὀλίγα·
  • Ἀλλ᾿ ὁ σωτὴρ ἐπιδημήσας τοὺς τέσσαρας ἀνέμους ἐπὶ τοὺς Αἰλαμίτας ἐπήγαγε κυκλοῦντας ἡμᾶς, ἵνα τούτους διασκορπίσειε. παραδίδονται γὰρ δυνάμεις ἀντικείμεναι δυνάμεσιν ἑτέραις ἀντικειμέναις εἰς κόλασιν, ὡς ὁ Φαραὼ τῷ Ναβουχοδονόσορ· καὶ ὄφεις γὰρ ἰοβόλους εἰ κατακλείσεις, ὑπὸ τῶν δυνατωτέρων οἱ ἀσθενεῖς ὑπὸ λιμοῦ κατεσθίονται, ἕως οὗ ὁ πάντων ἰσχυρότατος πληρωθεὶς ὑπὸ τῶν ὄφεων οὓς κατεδήδοκεν, ὁ καλούμενος γένηται βασιλίσκος, ἰὸν ἔχων ἐκ μόνης θέας καρποφόρον δένδρον ξηραίνοντα. οὕτως αἱ πονηραὶ δυνάμεις ὑπ᾿ ἀλλήλων κολάζονται, μέχρι καταλειφθῇ τελευταῖον ὀ >ἔσχατος ἔχθρὸς Χριστοῦ θάνατος,> βασιλίσκος περὶ οὗ φησιν· »ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ«. ὁ γὰρ Χριστὸς ἰσχυρότερος ὢν τοῦ βασιλίσκου, ἐπιβέβηκεν αὐτῷ καὶ δέδωκεν ἡμῖν »ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων«.

    Ἔστι τις ἀνὴρ Βαβυλώνιος καὶ νήπιον Βαβυλώνιον, καὶ δεῖ πρὸς τούτους ἀγωνίζεσθαι, τουτέστιν ἢ πρὸς μεγάλα ἢ πρὸς νῦν ἀρχόμενα πάθη. πλὴν >μακάριος, ὃς ἂν κρατήσας ἐδαφίσῃ πρὸς τὴν πέτραν (τὸν Χριστὸν) τὰ νήπια Βαβυλῶνος<, πρὶν εἰς ἄνδρας προέλθωσιν. ἔτι δὲ μακαριώτερον ἐξολοθρεῦσαι Βαβυλώνιον [*](5 Psal. 10, 2. — 12ff. Vgl. Pseudoeustath. l. c. 44 ed. Al.: ἐὰν ὄφεις πλείονες κατακλεισθῶσιν ὁμοῦ καὶ λοιμώζωσιν [sic] . . . . ἕκαστος τὸν πλησίον κατεσθίει. καὶ ὁ ἰσχυρότερος ἀναλίσκων ὄφεις [l. ὄφις] τὸν ἀσθενέστερον καὶ πληρωθεὶς πάντων τῶν ὄφεων ἰοῦ, ὧν κατεδήδακε [sic], βασιλίσκος γίγνεται ἰὸν ἔχων χαλεπώτατον, ὡς καὶ ἀπὸ μόνου τοῦ ὀφθαλμοῦ θανατοῦν. — 18 Vgl. I Kor. 15, 26. — 19 Psal. 90, 13. — 20 Luk. 10, 19. — 23 Vgl. Hom. 21, 6 = lat. III, 6 (Lo 15, 403 MPL XXV, 615): Nuper diximus de parvulis Babyloniis, de viris Babyloniis, de semine Babylonio. — Vgl. Psal. 136, 9. — 25 Vgl. Psal. 136, 9. — 26 Vgl. I Kor. 10, 4.) [*](3 ἐλαμίτης c | 6 ἑτοίμασαν c | 10 ἐλαμίτας o | ἐπῆγεν c | 13 εἰ κατακλείσεις cod. Vat. gr. 1153/54 ἡ κατάκλεισις c ἡ κατάκλησις o | 13 οἱ] < c | 14 ὑπὸ] ἰοῦ Koetschau nach Pseudoeustath. | 16 ξηραίνονται ο | 17 τελευταῖαν o | 27 μακαριότερον ο.)

    212
    σπέρμα, λογισμὸν δηλονότι Συγχυτικόν (ἐναντίον δὲ τούτῳ σπέρμα περὶ οὗ λέλεκται· »μακάριος ὅς ἔχει ἐν Σιὼν σπέρμα« καὶ »μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ«). οὐ νόμνον ἄνδρα τινὰ οὐδὲ παιδίον, ἀλλὰ κἄν μόνον σπέρμα· δύναται γὰρ καρποφορεῖν γεωργούμενον. ποῖον δὲ τὸ ὕδωρ, ἐφ' ὅ σπείρειν δεῖ τὸ καλὸν σπέρμα; τὸ τῆς παλιγγενεσίας λουτρόν. ἐκεῖ »βοῦς καὶ ὄνος πατεῖ«, βοῦς ὁ καθαρὸς καὶ Ἰσραηλίτης, ὄνος ὁ ἐκ γένους ἀκά- θαρτός τε καὶ ἐθνικός. σύμβολα δὲ τὰ ζῶα ταῦτα τοῦ τε καταγ- γελλομένου λόγου τοῖς Ἰσραηλίταις καὶ τοῦ κεκηρυγμένου τοῖς ἔθνεσιν.

    Κατέχει δὲ δρέπανον ὁ Βαβυλώνιος οὐκ ἐπὶ τῷ σῶσαι, ἀλλ' ἐπὶ τῷ ἐκτεμεῖν τῆς τῆς ἁγίας καὶ θερίσαι ἐκκλησίας· ὅν πρὶν τοῦτο παθεῖν ὀλοθρεύσωμεν, τοὺς τῶν αἱρετικῶν ἐξαφανίσαντες λόγους. οἷος ἦν ὁ Παῦλος λέγων· »ἐν ἑτοἰμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν«, ὁ λέγων· »πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καθαιροῦντες«. εἶτα μαρτυρεῖ τῷ Ἑλληνικῷ λόγῳ δύναμιν, ὡς πάντα τὰ ἔθνη τούτῳ παραχωρεῖν ἀποδεικτικῷ πως εἶναι δοκοῦντι.

    Πρόβατόν φησιν ὡς ἑνὸς πεπλανημένου. καὶ ἐν εὐαγγελίῳ δέ φησιν· »ὁ υἱὸς τοῦ ἀνθρώπου ἦλθεν ἐκζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός«. καὶ ἐν τῇ παραβολῇ δὲ ἕν ἐκ τῶν ἑκατὸν ἀπώλετο μόνον, ὅπερ ἦλθεν εὑρεῖν ὁ ἐπιδημήσας ποιμήν, ὅς καὶ ἐπὶ τῶν ὤμων ἀναλαβὼν ἀπέδωκε τῷ ἀριθμῷ τῦν ἐνενήκοντα καὶ ἐννέα. οἱ γὰρ πάντες ἕν σῶμά ἐσμεν καὶ ἕν πρόβατον· ὁ μέν τίς ἐστι πούς, ὁ δὲ καφαλή, ὁ δὲ ἄλλο τι, ὁ δὲ ποιμὴν ἐλθὼν συνήγαγεν ]>ὀστέον πρὸς ὀστέον καὶ ἁρμονίαν πρὸς ἁρμονίαν< καὶ ἑνώσας ἀνέλαβεν ἐπὶ τὴν χώραν αὐτοῦ. ἡ δὲ ἑνότης γίνεται δἰ ἀγάπης καὶ ἀληθείας καὶ [*](1 Vgl. Onom sacra I, 174, 91: Βαβυλὼν σύγχυσις u. ö. — 2 Jes. 31, 9. — 2.6 Jes. 32, 20. — 14 II Kor. 10, 6. — 15 II Kor. 10, 5. — 21 Luk. 19, 10. — 22ff. Vgl. Luk. 15, 3—5 (Matth. 18, 12f.). — 24 Vgl. I Kor. 10, 17. — 26 Vgl. Ezech. 37, 7. Zur Form d. Citats vgl. Sel. in Psal. 21, 15: ὁ δὲ τῷ τελείῳ θεὸς συνάγει ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἁρμονίαν u. Euseb. h. e. 10, 3, 2.) [*](4 κἄν] καὶ c | 5 ὅ] ὥ c | 6 λουτρῶ c | 7 Ἰσραηλίτης] + καὶ ο | 11 Κατέχει] vorher τοῦ αὐτοῦ c 11 τῷ] τὸ c | 12 γῆς τῆς ἁγίας] ἁγίας γῆς ο | καὶ θερίσαι c* (a. R. ἐκκλησίας c1) καὶ θερίσαι τῆς ἀκκλησίας ο | 13 ἀλοθρεύσομεν c | 14 ἐν ἑτοίμῳ ο ἑτοίμως c (vgl. NT cod. D*) | 17 ἀποδικτικῷ ο | 22 τῇ δὲ παραβολῇ ἕν ο | 23 εὔρει ο | 27 ὀστοῦν ο | 28 τὴν χώραν] l. τῶν χειρῶν? τῶν ὤμων Riedel (vgl. Z. 23).)

    213
    προαιρέσεως ἀγαθῆς. τῷ ἰδίῳ μὲν οὖν λόγῳ πάντας ἥνωσεν. εἰ δέ τινες ἀπειθοῦντες ἐφάνησαν, ἀνίατον τὸ πάθος ἐκτήσαντο. εἷς οὖν ὁ πᾶς Ἰσραηλίτης κατὰ τὴν συγγένειαν τὴν ἀληθινήν, >οἱ γὰρ πάντες ἕν σῶμά ἐσμεν καὶ εἷς ἄρτος καὶ τοῦ ἑνὸς μετέχομεν πνεύματος<. πλανώμενον δὲ πρόβατον ὁ μὴ τυγχάνων τῆς τοῦ καθήκοντος θήρας ἔν τε λόγῳ καὶ πράξει, ἤ τῷ μὴ ζητεῖν ἤ τῷ μὴ εὑρεῖν. ὁ δὲ εἰδῶς καὶ ποιῶν τὰ τῆς ἐπιγνώσεως οὐ πλανᾶται· ὁ δὲ πλανώμενος ὑπὸ λεόντων ἐξωθεῖται. »ὁ« γὰρ »ἀντίδικος ἡμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ξητῶν τίνα καταπίῃ«. ἤδη δὲ καὶ »σκύμνοι λένοτος ὠρυόμενοι ἁράσαι καὶ ζητῆαι παρὰ θεοῦ βρῶσιν αὐτοῖς« ἐπιβουλεύουσι τοῖς δικαίοις, βουλόμενοι ἐξῶσαι ἡμᾶς ἀπὸ τῶν ῤρῶν τῆς εἰρήωης. ἀλλ' ὡς Δαβίδ λαβὼν τοῦ πώγωνος τὸν λέοντα ἔπνιξεν, οὕτω τὸν πνευματικὸν Δαβίδ, τὸν Κριστόν, ἐξαιτήσωμεν λαβόντα τὸν λέοντα καὶ πᾶν τὸ τῶν θηρίων συνέδριον ἀνελεῖν. δύο δὲ νῦν λαμβάνει λέοντας γενικούς, τόν τε Ἀσσύριον καὶ τὸν Βαβυλώνιον. κατὰ τῆν ἱστρίαν τὴν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν δύο εἰσίν· ὁ μὲν γὰρ Ἀσσύριος ἀπᾠκισε τοὺς υἱοὺς Ἰσραὴλ >εἰς Ἀσσυρίους ἕως τῆς σήμερον<, ὁ δὲ Βαβυλώνιος τοὺς υἱοὺς Ἰούδα >εἰς Βαβυλῶνα>. πλὴν οὐκ ἔφη νῦν πρῶτος καὶ δεύτερος, ἀλλὰ πρῶτος καὶ ἔσχατος. πρῶτος γὰρ λέων ὁ ἀντικείμενος διάβολος, αὐτὸς ὁ »ἀνθρωποκτόνος«· τελευταῖος δὲ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος »Ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἤ σέβασμα«.

    Οὐ δύναται ὁ Ἰσραὴλ ἀποκαταστῆναι εἰς τὴν νομὴν αὐτοῦ, ἐὰν μὴ πάθωσιν οἱ δύο βασιλεῖς ἅ δεῖ παθεῖν ὑπὲρ τῆς τῶν πεπονθότων κακῶς ἐκδικήσεως. μὴ πάντως δὲ ἐπὶ τῶν διάβολον ἤ τὸν ἀντίχριστον ἐκλάβῃς τὸν λόγον· ἐν ἐμοὶ γὰρ ἀναιρεθήτω >συντριβόμενος ὁ σατανᾶς ὑπὸ τοὺς πόδας μου ἐν τάχει<. ὅταν δὲ ἀνέλῃ τοὺς δύο τούτους καὶ τοὺς μεταξύ, ἀποκαταστήσει τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ· ὅτε καὶ νεμήσεται ἐν τῷ Καρ- [*](3 Vgl. I Kor. 10, 17. — 5ff. Vgl. Hom. 5, 16. — 8 I Peter. 5, 8. — 10 Psal. 103, 21. — 12f. Vgl. I Sam. 17, 34. 35. — 18 Vgl. II Kön. 17, 23. — 19 Vgl. II Kön. 25, 7? 11. — 21 Vgl. Joh. 8, 44. — 22 II Thess. 2, 3. 4. — Vgl. Röm. 16, 20.) [*](1 ἀγαθῆς] ἀγάπης ο | 6 τῷ 1u. 2] τὸ c | 8 ὑπὸ] ἀπὸ c | 9 καταπίῃ cod. Vat. gr. 1153/54 καταπίει c καταπιεῖν ο | 10 θεῷ | c | 12 ὡς ὁ δᾶδ ο | 13 χρηστόν ο | 14 ἐκζητήσωμεν c | 17 ἀπώκισε l ἀπώκησε co | 28 ἐκλάβης | ἐκλαμβάνης c* ἐκλάβοις c1o | 28/29 ἀναιρέθη τὸ συντριβόμ° ο | 30 τοὺς2 l τούτους co | ἀποκαταστήσει cod. Vat. gr. 1153/54 ἀποκαταστήσηι l ἀποκαταστῆσαι co | 31 ὅτε co τότε l.)

    214
    μήλῳ καὶ τῇ Βασὰν καὶ ἐν ὄρει Ἐφραὶμ καὶ ἐν Γαλαάδ. τοσούτων τόπων ἄντων τῆς Ἰουδαίας καὶ τῆς τῆς τῆς καλρονομουμένης, ταῦτα μόνον ὠνόμασεν.

    Σφύραν τὴν Βαβυλῶνα καλεῖ, ταῖς ἰδίαις πλεονεξίαις τοὺς ἐπὶ γῆς κατατρίψασαν. ὅτε δὲ τὸν θεῖον νεὼν Ὁ Σολομὼν κατεσκεύαζεν, ἐν ἐπαἰνῳ τῶν Βασιλειῶν ἡ τρίτη φησὶν ὅτι >σφύρα καὶ πάλεκυς οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ τοῦ θεοῦ<. οἶκος δὲ ἡ ἐκκλησία θεοῦ, ἐν ᾗ μὴ δεῖ ἀκούεσθαι σφύρα. ἔστι δὲ σφύρα πάσης τῆς γῆς ὁ διάβολος, καὶ ἔστιν ὁ μὴ φροντίζων αὐτῆς οἱονεί τις ὕλη τυπτομένη παρ' αὐτῆς καὶ μὴ πάσχουσα. »ἐκοὺ« γάρ φησιν »ἀνὴρ ἑστηκὼν ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας«· ὅστις ἀδάμας ὑπ' οὐδεμιᾶς συντρίβεται σφύρας. κἄν ἐφεστήκῃ γοῦν ὁ διάβολος ἡ σφύρα, καὶ ὐποκείμενος ᾖ δράκων »ὥσπερ ἄκμων ἀνήλατος«, οὐδὲν ὁ ἐν τῇ χειρὶ κυρίου καὶ ὑπὸ τὴν σκέπην αὐτοῦ ἀδάμας πείσεται. τεῖχος γὰρ ὁ ἅγιος ἀδμάντινον, καὶ ἐν χερσὶ κυρίου μένων ἀπαθής, κἄν μέσος ληφθῇ τῆς τε σφύρας καὶ τοῦ δράδοντος. ὅσον δὲ τύπτεται, λαμπροτέραν αὐτοῦ τὴν ἀρετήν ἐπιδείκνυσιν· ὁ γὰρ διάβολος οἷά τις λέθων ἀγνοῶν φύσιν διὰ πολλῶν δοκιμάζει πληγῶν τὸν οἷον ἀδάμαντα, θεοῦ μόνου καλῶς τὴν τούτων φύσιν εἰδότος. εἰ σφύρα μὴ ἦν, >σάλπιγξ ἐλατὴ< ἡ κατὰ τὸν νόμον οὐκ ἦν ἦν, διεγείρουσα ἐπὶ τὰς ἑορτὰς τοῦ θεοῦ ἤ παροξύνουσα εἰς πόλεμον τοὺς ἀκούοντας. τοιοῦτον ἐποίησε τὸν Παῦλον διὰ πειρασμῶν ποικίλων ἡ σφύρα, μηδὲν μὲν ἐξ αὐτῆς παθόντα, μεγάλῃ δὲ φωνῇ πρὸς τὸν τῆς κακίας διεγείροντα πόλεμον. ἐργάζεται μὲν οὖν ἡ σφύρα τὸν πειρασμόν, ὑπηρετεῖ δὲ τῇ σφύρᾳ ὁ ἀπὸ τοῦ Κάϊν »σφυροκότος, ὁ χαλκεὺς χαλκοῦ καὶ σικήρου«. τοιοῦτος ἑπὶ τοῦ σωτήρος Ἰούδας καὶ οἱ »σταύρου, σταύρου αὐτόν« κεκραρότες, διὰ τῶν τοιούτων ὑπηρετοῦντες τῇ σφύρᾳ.

    [*](5 Vgl. Olymp. (Gh II, 886): ἡ σφύρα πάσης τῆς γῆς ἡ τὴν οἰκουμένην συν- τρίψασα Βαβυλών. — 7 Vgl. I Kön. 6, 12. — 11 Amos 7, 7. — 13 Vgl. Xeno- crates bei Hieron. Comm. in Amos 7, 7. — 15 Vgl. Hiob 41, 15. — 21 Vgl. Hom. 5, 16. — 21 ff. Vgl. Num. 10, 2.8.9. — 21 Gen. 4, 22. — 28 Vgl. Joh. 19, 15.)[*](5 ff. Vgl. hierzu Cat. Regn. (siehe unten) u. Hom. 21, 1 = lat. III, 1 (Lo 15, 389ff. MPL XXV, 606ff.) | 5/6 Σφύραν—κατατρίψασαν] <Η w. e. sch. | 5—8 Σφύραν — θεοῦ] < Cat. Regn. | 5 σφύρα ο| 8 ἐκκλησία] + τοῦ Cat. Regn. | 9 ἀκουσθῆναι σφύραν Cat. Regn. | σφύρα c1o σφύραν c* | 12 ἐπὶ] + τοῦ Cat Regn. | 14 ἡ] < Cat. Regn. | 15 σκέπην] ἐπισκοπὴν ο Cat. Regn. | 16 πεσεῖται ο | χερσὶ] χειρὶ Cat. Regn. | 17 μένον ἀπαθές Cat. Regn. | 18 ὅσῳ Cat. Regn. | ἐπιδείκνσιν c1o ἐπιδείκυνται c* | 20 τούτου Cat. Regn. | 21—29 εἰ—σφύρᾳ] < Cat. Regn.| 21 ἧν] ἥν ο ἧ c esset H | 29 ὑπηρετοῦωτες] ὑπηρετούντων c o.)
    215

    Σκεύη ὀργῆς καὶ ὁ ἀπόστολος οἶδε »κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους«. πάντας γὰρ ἀνθρώπους εἰς δύο ταῦτα διεῖλε σκεύη, τὰ μὲν ὀργῆς, τὰ δὲ ἐλέους· τὰ μὲν οἷος ὁ Φαραὼ καὶ οἱ Αἰγύπτιοι, τὰ δὲ οἷος ὁ Παῦλος καὶ οἱ πιστεύσαντες. ἀλλὰ τίς ὁ θησαυρὸς κυρίου, ἐν ᾧ τὰ σκεύη τῆς ὀργῆς; ἴσως ἡ ἐκκλησία, ἐν ᾗ τοιοῦτοι πολλάκις λανθάνουσιν. ἔσται δὲ καιρός, ὅτε ἀνοίγει τὴν ἐκκλησίαν. νῦν γὰρ κέκλεισται, καὶ τὰ σκεύη τῆς ὀργῆς μετὰ τῶν σκευῶν τοῦ ἐλέους νέμεται, καὶ τὰ ἄχυρα μετὰ τοῦ σίτου σἰσί, καὶ ἐν μιᾷ σαγήνῃ οἵ τε ἀπόβλητοι καὶ οἱ ἐκλεκτοὶ ἰχθύες. ἀνοίγει δὲ τὸν θησαυρὸν αὐτοῦ ὁ κύριος κατὰ τὸν καιρὸν τῆς κρίσεως, ὅτε τῶν σκευῶν τῆς ὀργῆς ἐκβαλλομένων, ὁ ἐλέους σκεῦος ὑπάρχων εἴποι ἂν εἰκότως· >ἐξῆλθον ἀφ᾿ ἡμῶν, οὐ γὰρ ἦσαν ἐξ ἡμῶν<. τὰ δὲ ἔξω τοῦ θησαυροῦ ἁμαρτάνοντα σκεύη οὔπω σκεύη ὀργῆς ἐστιν, ἀλλ᾿ ἐλάττονα· <δοῦλοι> γὰρ εἰσι >μὴ εἰδότες τὸ θέλημα τοῦ κυρίου αὐτῶν καὶ μὴ ποιοῦντες αὐτό<. σκεύη τοίνυν εἰσὶν ἁπλῶς εἰς ἄλλα τηρούμενα.

    Ἥξουσι, φησί, τῶν αἰχμαλώτων τινὲς τῆς Ἰουδαίας, εὐαγγελιζόμενοι τὴν κατὰ Βαβυλῶνος ἐκδίκησιν. λέγοι δ᾿ ἂν καὶ περὶ τῶν ἐξ εἰδωλολατρείας ἐπιστρεφόντων, ἣν καλεῖ Βαβυλπωνα· οἵτινες ἐλυόντες εἰς Σιών, τὸ Σκοπευτήριον, τὴν ἐκκλησίαν, τὴν παρὰ κυρίου θεοῦ ἡμῶν ἐκδίκησιν ἀναγγέλλουσιν.

    Οἱ μὲν ἐν Βαβυλῶνι πολλοί, οἱ δὲ ἐν Ἱερουσαλὴμ ἐλάχιστοι. εἴρηται γάρ· »οὐ παρὰ τοῦτο ἠγάπησεν ὑμᾶς κύριος ὁ θεὸς ὑμῶν, παρὰ τὸ εἶναι πολλοστούς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ [*](2 Röm. 9, 22. 23. – 10 Vgl. Matth. 3, 12 Luk. 3, 17. – Vgl. Matth. 13, 47—49. – 14 Vgl. I Joh. 2, 19. – 16 Vgl. Luk. 12, 47. 48. — 22 Vgl. Onom. sacra I, 174, 90: Σιὼν σκοπευτήριον κτλ. u. ö. — 26 Deut. 7, 7.) [*](2 ff. Vgl. Hom. 21, 3 = lat. III, 3 (Lo 15, 396 f. MPL XXV, 611) | 4 ἐλελέους c (ς in Ras.) ἐλέου ο | εἷλε c. | 5. 9 ἐλέους c (ς in Ras.) ἐλέου ο | 8 ἔσται l ἔστι c o | 9 κέκλεισται — σκεύη] κέκλιται κατασκευὴ ο | 10 καὶ 2] < ο | 13 ἐλέου ο | 16 δοῦλοι] δηλοὶ ο | 19 ff. Vgl. Hom. 21, 6 = lat. III, 6 (Lo 15, 402 MPL XXV, 614) | 19/20 Ἥξουσι — ἐκδίκησιν] < Η | 19 τῆς Ἰουδαίας] εἰς ὀυδαίαν ο | 20 λέγει c | 25 ff. Vgl. Hom. 21, 6 = lat. III, 6 (Lo 15, 402 MPL XXV, 605) | 27 πολοστούς c (λοστο in Ras.) | 27 ἔσται ο.)

    216
    πάντα τὰ ἔθνη«. >ὀλίγοι< γὰρ ὄντως >οἱ σῳζόμενοι καὶ διὰ τῆς στενῆς εἰσερχόμενοι θύρας<. παραγγέλλεται δὲ πᾶς ἐπὶ τὴν >πλατεῖαν καὶ εὐρύχωρον< Βαβυλῶνα τόξον ἐντείνων, μηδένα ταύτης περιποιήσασθαι.

    Ὅσους τις ἔχει λογισμοὺς ἀνθεστηκότας θεοσεβείᾳ, πολλοί εἰσι Βαβυλώνιοι· οὓς ἀναιρετέον ἁμαρτωλοὺς ὄντας τῆς γῆς. ἐξ ὧν ὁ καθαρεύσας ἐν τῇ πόλει γίνεται τοῦ θεοῦ τοῦ ἐκδικοῦντος τῆς Βαβυλῶνος τὴν ὕβριν· ᾤετο γὰρ οἰκείᾳ δυνάμει κεκρατηκέναι καὶ κατηλαζονεύετο τοῦ θεοῦ. ἐμπρησθέντος γὰρ τοῦ ναοῦ, τὰ σκεύη τὰ ἱερὰ ταῖς παλλακαῖς εἰς χρῆσιν ἐδόθη. διόπερ πυρὶ τὸ ἄκαρπον ἔθνος καθάπερ δή τινα δρυμὸν κατηνάλωσε. ταύτῃ τοί φησιν· ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει κύριος τῶν δυνάμεων.

    Προφητεύει τὴν συντέλειαν ἀθρόως γενηθησομένην· >ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ κατακλυσμοῦ< καὶ ìἐν ταῖς ἡμέραις τοῦ Λὼτ< τὰ βιωτικὰ πάντες ἐποίουν, >ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ τὸ πῦρ καὶ ἦρεν ἅπαντας<, οὕτως ἔσται τὸ τῆς συντελείας αἰφνίδιον. οὗ δὴ σύμβολον ἦν ἡ ἀθρόως πεσοῦσα φωνῇ καὶ μόνῃ σαλπίγγων Ἱεριχώ. καὶ παρὰ τὸν καιρὸν δὲ τοῦ σωτηρίου πάθους ἄφνω ἔπεσε Βαβυλών, Χριστοῦ τὰ περὶ τῶν ἐθνικῶν εἰδώλων καταργήσαντος δόγματα καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ῥυσαμένου πιστεύσαντας.

    Χρυσοῦν ἐστι τοῦ Ναβουχοδονόσορ τὸ ποτήριον εἰς »ἀπάτην ἀνθρώπων, ἵνα δεξάμενοι πίωσιν, ὁρῶντες τὸν χρυσὸν, τὸ δὲ κρίμα τὸ ἐν τούτῳ μὴ λογεζόμενοι. τὰ μοχθηρὰ γὰρ αὐτοῦ δόγματα καλ- [*](1 Vgl. Luk. 13, 23. 24—2 Vgl. Matth. 7, 13,—10f. Vgl. Dan. 5, 2. 3 Jos. 6, 20.—26 Vgl. Gen. 3, 6.) [*](2—4 παραγγέλλεται—περιπουήσασθαι]< H w. e. sch. | 3 ἐντεἰνον ο ἐκτεύνειν καὶ ο (?) | περιποιεῖσθαι c | 6ff. Vgl. Hom. 21, 6— (Lo 15, 403 MPL XXV, 615) | 7 ἀναίρετε ο |8—14 τοῦ2—δυνάμεων] < H | 12 κατηνάλωσι 10 κατανάλωσιν co | 16ff. Vgl. Hom. 22, 11—lak. II, 11 (Lo 15, 413 MPL XXV, 604) | 17 'ἐν2]1 Η < co 16ff. vgl. Hom. 22, 7—9—lat. II, 7—9 (Lo 15, 411ff. MPL XXV, 603f.) | 26 πίωσιν] ποσὶν o | τὸν]τὸ c.)

    217
    λιλεξίᾳ κεκόσμηται, τῷ τῆς φράσεως δελεάζοντα κάλλει καὶ τῇ μεθόδῳ τῇ τεχνικῇ. καὶ πᾶς δὲ ποιητὴς ἄκρος εἶναι δοκῶν ποτήριον χρυσοῦν κατεσκεύασε, δηλητήριον ἐμβαλὼν εἰδωλολατρείας, αἰσχρολγίας, καὶ τῶν ψυχικῶν ἁπάντων κακῶν. ὁ δὲ Ἰησοῦς οὐ χρυσοῦ ποτηρίου προενοήσατο, μήποτε καὶ δόξῃ ἐκείνῳ ὅμοιον εἶναι (διόπερ »ἔχομεν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν«), ἀλλὰ τῆς ἐν αὐτῷ σωτηρίας. τὸ δὲ χρυσοῦν ποτήριον, ἡ Βαβυλώ, ὅταν ἐπὶ τὴν ἐκδίκησιν ἔλθῃ, ἐν χειρὶ κυρίου γίνεται, τῇ ἁψαμένῃ ποτὲ τοῦ Ἰώβ, μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ ὀργῆς, ἀπὸ λύπης, ἐρώτων, κενοδοξίας (ὅσα γὰρ ἁμαρτήματα, τοσαῦται καὶ μέθαι), καθάπερ ἐξ οἴνου πάντων σαλευομένων καὶ βέβαιον ἐχόντων οὐσέν. ὁ δὲ δίκαος οὐκ ἔστι γῆ. ὢν γὰρ ἐπὶ γὴς, ἔχει >ἐν οὐρανοῖς τὸ πολίτευμα> καὶ οὐκ ἂν ἀκούσειε· »γὴ εἶ καὶ εἰς γὴν ἀπελεύσῃ«, ἀλλ᾿ ἐκ τῶν εἰκότων· οὐρανὸς εἶ καὶ εἰς οὐρανοὺς ἀπελεύσῃ, φορεῖς γὰρ >τὴν εἰκόνα τοῦ ἐπουρανίου<, καὶ πάγιος ἕστηκας.

    Εἰ δὲ Βαβυλὼν οὐκ ἀπέγνσται (οὐ γὰρ ἂν ἔλεγεν· εἴ πως ἰαθήσεται), ποίαν ψυχὴν ἑτέραν ἀπογνωσόμεθα; δἰ δὲ μὴ σέσωσται, τοῦτο γέγονε παρ᾿ αὐτήν, ὡς τοὺς ἀρίστους ἰατροὺς ἀπολογεῖσθαι καὶ λέγειν· ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλείπωμεν αὐτήν. οὐ παρ᾿ αὐτοὺς γάρ, οὐδὲ παρὰ τὴν ἰατροὶ οὐδὲ παρὰ τὴν ῥητίνην τὸ μὴ ταύτην θεραπεύεσθαι. ἰατροὶ δὲ ἄγγελοι, ὐπὸ τὸν μέγαν ὄντες ἰατρὸν τὸν θεὸν καὶ θεραπεῦσαι τοὺς πειθομένους ἐθέλοντες. εἰ δὲ μή, ἐροῦσιν· ἐγκατΑΛΊΠΩΜΕΝ αὐτήν, ἀπέλθωμεν ἕκαστος εἰς τὴν οἰκείαν πρᾶξιν, ὅτι ἤγγικεν εἰς τὸν τὸν οἰκεῖον τόπον καὶ τὴν οἰκείαν πρᾶξιν, ὅτι ἤγγικεν εἰς τὸν οὐρανὸν τὸ κρίμα αὐτῆς, καταδικάσαντες αὐτὴν ὡς ἀνίατον καὶ πεισομένην τὰ τῆς ἀπογνώσεως. καὶ οἱ τῶν σωμάτων γὰρ ἰατροὶ τοὺς ἀνιάτους ἐγκαταλείπουσι, μήπως ἐν ταῖς αὐτῶν χερσὶ τελευτήσωσιν· ὃ δὴ ποιοῦσιν οἱ ἄγγελοι. ὅσῳ δὲ ἁμαρτάνομεν, τὸ κρίμα ἡμῶν αὔξει, καὶ ἐξαίρει ἕως τῶν ἄστρων, τῶν ἁγίων δηλαδή. [*](6 ΙΙ Kor. 4, 7. – 9 Vgl. Hiob 2, 5. – 12 Vgl. Phil. 3, 20. – 13 Gem. 3, 19.– 15 Vgl. I Kor. 15, 49.) [*](3 αἰσχρολολογίαις c | 4 χρυσίου ο | 9 ἀπὸ1]+τῆς ο |10 καὶ]<ο |14 τῶν εἰκότων] τῶν ἐναντίων Koetschau | 17 ff. Vgl. Hom. 22, 12–lat. II, 12 (Lo 15, 415 ff. MPL XXV, 605f.) 17 Εἰ] ἡ c | 19 αὐτήν Blass αὐτῇ co | 22 τὸ μὴ] τὸυμὴ [sic] c | θεραπευθῆναι ο |24 ἐγκαταλίπωμεν cod. Vat. gr. 1153/54 ἐγκαταλείπωμεν co 25 ἀπέλθο ABBREV μεν c | 27 καταδικάσαν ο w. e. sch. | 30 ὅσῳ] ὅσα c | 31 αὔξη ο.)

    218
    καὶ τότε ὁ θεὸς ἐκφέρει τὸ κρίμα αὐτοῦ εἰς ταπείνωσιν τοῦ ὑψωθέντος κρίματος ἀπὸ τῆς ἁμαρτίας, ταπεινῶν τὴν ἁμρτίαν καὶ τὰ πρὸς ἐξίαν ἀποδιδούς.

    Καὶ Ἡσαΐας ἐθέσπισεν· »ἐπ᾿ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς· παρακαλεῖτε τῇ χειρί«. ταῦτα δὲ Πέρσαις καὶ Μήδοις οἱ προφῆται παρεκελεύοντο, ὡς κρατήσουσιν ἤδη Βαβυλῶνος, ἐπὶ τῶν αὐτῆς τειχῶν ὡς ἁλωσομένης ἀνατείνειν τοῦ πολέμου τὸ σύνθημα, δι᾿ οὗ δηλοῦσι τοῖς στρατιώταις τὴν ἔφοδον. καὶ τὰ ὅπλα ἔχειν ἐν ἑτοίμῳ παρακελεύεται· τὰ τόξα τοῖς Μήδοις φησίν.

    Συμφώωνς δὲ τῷ ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως ὁ Παῦλός φησιν· »οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;« καιρὸς δὲ ἐπισκέψεως μάλιστα ἡ τῆς εἰδωλολατρείας ἀπὸ τῆς Χριστοῦ παρουσίας καθαίρεσις. σκεύη δὲ πολέμου, ἅπερ ὁ Βαβυλώνιος διεσκόρπισεν, οἱ τοῦ Ἰσραὴλ καὶ Ἰούδα πολέμων ἔμπειροι ἄνδρες, ἀνθ᾿ ὧν ἀπειλεῖ μηδενὸς ποιεῖσθαι φειδώ.

    Ἀναβάται ἵππων οἱ δαίμονες οἱ ταῖς σαρκικαῖς ἡδοναῖς ἐπικαθήμενοι· καὶ πάλαι γὰρ τῆς Αἰγύπτου »ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν«, οὗτοι δὲ ζευγνύντες ἐν ἠμῖν διάφορα πάθη, ταῖς τέτρασιν ἀρεταῖς ἀντικείμεν, κατασκευάζουσιν ἅρματα. καὶ ὀ μὲν θυμώδης καὶ πρὸς κακίαν ἐρρωμένος, ἀνήρ· ἀνήρ· ὁδὲ πρὸς ἡδονὰς λελυμένος, γυνή· καὶ πρεσβύτης μὲν ὁ >πεπαλαιμωένος κακῶν ἠμερῶν<· νεανίσκοι δέ, περὶ ὧν Ἡσαΐας φησί· »πεινάσουσι νεώτγτεριο, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται«· καὶ τοὐναντίον· »οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάζουσιν ἰσχύν, πτερο- [*](5 Jes. 13, 2. — 14 I Kor. 1, 20.– 20 ff. vgl. Olymp. (Gh II, 910 f.): ἡδονὴν τὴν θηλυμανῆ καὶ τὸν ταύτην ἐνεργοῦντα δαίμονα. τὰς φιλοδοξίς, τὰς φιλοχρηματίας καὶ τοὺς αὐτὰς ἐνεργοῦνταες δαίμονας . . . . τοὺς τῆς ψευδωνύμου γνώσεως διδασκάλους σὺν τοῖς πειθομένοις. τοὺς τῶν εἰδώλων ἱερουργοὺς καὶ τὰς τελετὰς αὐτῶν καὶ τὰ εἴδωλα. τοὺς ἄρχοντας ἐν κατίᾳ δαίμονας. — 21 Εxod. 15. 1. – 25 Vgl. Sus. 52 (LXX Θ'). – 26 Jes. 40, 30. – 28 Jes. 40, 31.) [*](7 κρατήσουσαν Blass κρατήσασιν clo | 11 φησίν (η corr.) ccorr. φασίν ο | 13 τῷ] τὸ c | 15 εἰδδωλολατρίας ο 17 ἰούδα καὶ ἰσραὴλ ο | 27 ἀνισχύοντες ο.)

    219
    φυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν«. τοὺς ἐκλεκτοὺς δὲ νῦν ἐν κακίᾳ φησίν, ὁποῖόν ἐστι τὸ »καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά«· κατ᾿ ἀρετήν τε ὄντες ἐκλεκτοὶ ὑπὸ τοῦ Ναβουχοδονόσορ καταπίνονται. ἔσξε δὲ καὶ παρθένους, τὰς μὲν Ἑστιακάς, τὰς δὲ Πυθίας, τὰς δὲ ἄλλας. καὶ ψυχὴ δὲ μὴ δεξαμένη τὸν θεῖον σπόρον, παρθένος ἐστὶν αὐτῷ. ἔχει δὲ καὶ ποιμένας κακῇ διδασκαλίᾳ τοὺς ἑπομένους παιδεύοντας· ἀλλὰ καὶ γεωργοὺς τοὺς >τὰ ζιζάνια< σπείροντας, καὶ γεωργοῦντας >ἀκάνθας τε καὶ τριβόλους<, τὰς βιωτικὰς ἐν ἀνθρώποις μερίμνας. ἔχει καὶ ἠγεμόνας ἐν κακίᾳ καὶ ἄρχοντας, καὶ μάλιστα >πρὸς οὓς ἠμῖν ἐστιν ἠ πάλη, πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας<, τούτοις οὖν πᾶσιν ὁ θεὸς ἀποδίδωσιν ἐνώπιον τῶν ἔναγχος εἰρηκότων· >δεῦτε καὶ ἀναγγείλωμεν ἐν Σιὼν τὰ μεγαλεῖα τοῦ θεοῦ<.