Fragmenta In Jeremiam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Ὁ γὰρ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ »τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς«. ὡς πρὸς μὴ ὄντα γὰρ ἐν ὁδοῖς ψεκταῖς τὸ μὴ λέγε ὅτι νεώτερός εἰμι· ὁποῖος Ῥοβοὰμ >ἐγκαταλιπὼν τὴν βουλὴν τῶν πρεσβυτέρων< καὶ ταῖς τῶν νεωτέρων ἀκολουθήσας, διὸ καὶ τὴν βασιλείαν οὐ τετήρηκεν οἵαν παρέλαβεν.
Ὁ ὑποκαιόμενος λέβης ἀπὸ προσώπου τοῦ βορρᾶ ὑποκαίεται· ἐχθρὸς γὰρ οὗτος ἅμα καὶ ἐκδικητής ἐστιν. διόπερ Ὀ ἁμαρτήσας εἴτ᾿ ἐν βλασφημίᾳ >παραδίδοται τῷ σατανᾷ, ἵνα παιδευθῇ μὴ βλασφημεῖν<, εἴτ᾿ ἐν πορνείᾳ παραδίδοται »τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου«. τίνας δὲ ὑποκαίει; τοὺς κατοικοῦντας, ἀλλ᾿ οὐ τοὺς παροικοὺντας τὴν γῆν. >βέλη< γὰρ ἀπολύει >πεπυρωμένα< ἐπὶ τοὺς μὴ πάσῃ φυλακῇ τηροῦντας τὰς ἑαυτῶν καρδίας, ὡς ὑφ᾿ οἱασδηποτοῦν ἁμαρτίας πυροῦσθαι.
Περὶ τῶν παισόντων αὐτοὺς λέγει λέοντα καὶ λύκον καὶ πάρδαλιν. δοκεῖ δὲ ἡ μὲν κατὰ τὰς πράξεις ἐπιβουλὴ ὑπὸ τῶν [*](6 Weish. Sal. 4, 13. — 8f. Vgl. I Kön. 12, 13. 14. — 13 Vgl. Psal. 8, 2. Vgl. Sel. in Psal. 8, 2 (Lo 12, 16): ἐχθρὸν καὶ ἐκδικητὴν τὸν ἀληθινὸν νόει Ναβουχοδονόσορ. — 13/14 Vgl. I Tim. 1, 20.—15 I Kor. 5,5.— 16/17 Vgl. Gen. 12, 10 u. ö. Vgl. Sel. in Gen. 12, 10 (Lo 8, 68. 69): Ἀβραὰμ οὐ κατῴκει Αἴγυπτον, ἀλλὰ παρώκει κτλ. u. ö. Vgl. Philo de confus. ling. I, 416. 417 M: οἱ . . σοφοὶ πάντες εἰσάγονται παροικοῦντες κτλ. u. ö. — 18 Vgl. Eph. 6, 16.) [*](3 l wird nur ausnahmsweise herangezogen | 8 ἐγκαταλειπὼν ο | 9 νεοτέρων ο | 12 Ὁ] vorher κατὰ θεωρίαν· co | 22 τῶν περι c | παισόντων l πεσόντων co.)
Σαφῶς ἐξετάζειν διδάσκει τίς ὁ περὶ θυσιῶν τόπος, ἀφορμάς τε τὰ λ΄΄ογια δίδωσι λέγοντα· »θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον«, καὶ »θύσατε θυσίαν δικαιοσύνης«. τοὺς δὲ μὴ οὕτως ἔχοντας, περὶ δὲ θυσίας ἐπτοημένους σωματικὰς ἐπέστρεφεν ὁ σωτὴρ λέγων· »εἰ δὲ ἐγνώκειτε τί ἐστιν· ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους«. ὅτι δὲ περὶ μυστικῶν ἡ τοιαύτη νομοθεσία, Παῦλος ἐδίδαξε λέγων· »οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων«.
Τρυγὼν καὶ χελιδὼν ἀγροῦ στρουθία, οἱ συνετοὶ ἀκροταὶ καὶ οἱ εἰς τὸ λέγειν τὰ κρείττονα ἱκανοί, ἐφύλαξαν ἐν καιρῷ ποιεῖσθαι τὰς ἰδίας εἰσόδους, ὥστε τὸ λεγόμενον καθικνεῖσθαι τῶν ἀκουόντων, συντρεχούσης τῆς εἰσόδου τῆς χελιδόνος τῇ εἰσόδῳ τῆς τρυγόνος.
Ἀκύλας καὶ θεοδοτίων ἐξέδωκαν· ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστι, καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ. εἴπερ δὲ αὐτός ἐστι, καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ. εἴπερ δὲ [*](2ff. Vgl. z. B. Pseudoeustath. in Hexaëm. Comm. 35 ed. Al.: ἐπὶ τὰς ὔψεις τῶν θηρευτῶν ἐφιππτάμενον. — 3ff. Vgl. Aristot. hist. anim. 9,44: πρὸς δὲ τὰς πόεις ἔρχονται μάλιστα καὶ τοὺς ἀνθρώπους ἀδικοῦσιν, ὅταν γένωνται πρεσβῦται. Pseudoeustath. l. c. γηράσας δὲ... ἐφεδρεύει ταῖς πόλεσιν, θηρεύειν εἰς βίωσιν τοὺς ἀνθρώπους γλιχόμενος.—6f. Vgl. II Kön. 24,14.—8 vgl. II Kön. 25,7.—9 vgl. II Kön. 25,9.— 13Psal.50,19.—14 Psal.4,6.—16 Matth. 12,7.—18 Hebr.8,5.—21ff. vgl. Hier. Comm.900?—vgl. Jes. 3, 3?) [*](2 βουλομένων]+ παρδάλεων?|3 τοὺς ὀφθαλμύς ο|4 θέλων]〈ο|5 αὐ. τοῦ 1 αὐτῶν co| 7 αὐτῆς co1 αὐτοὺς ο*|8 ἐξαιρῶν Blass Koetschau ἐξαίρων co| 11 Σαφῶς]anonym amAnfang der Seite o| 12 τόπος]λόγος Gh| 13 τε] 〈c|15 δε] 〈ο|σωτὴρ] κςݲ ο| 23 καθικνεῖσθαι] x2 in Ras.c? καθηγνίσθαι ο|28 εἴπερ]εἶπεν c.)
Ὁ μὲν θεὸς δικαίως οὐκ ἀκούει τῶν μὴ ἀκουσάντων αὐτοῦ. οἱ δὲ δαίμονες τὸ δίκαιον σῶσαι τοῖς θυμιάσασιν αὐτοῖς οὐ δυνήσονται,ὅταν ὁ καιρὸς τῶν κακῶν ἐπέλθῃ. ὅταν οὖν μὴ ἐπακούσῃ θεὸς, δεινὸν τὸ ζητεῖν παρὰ δαιμόνων βοήθειαν. ἀλλ᾿ ἐξέχεσθαι δεῖ θεοῦ, διὰ ἡμαρτημένα ἀπεστραμμένου, τὴν δὲ πολλὴν ἐπ᾿ αὐτὸν καὶ ἐπίμονον καταφυγὴν οὐχ ὑπερορῶντος.
Οὐκ εἶπεν· οὐκ εἰσακούσομαί σου, ἀλλ᾿ αὐτῶν, δεικνὺς ὅτι καὶ τότε μετανοούντων ἐὰν αἰτήσῃς ὑπὲρ αὐτῶν, εἰσακούσομαι.
Τὴν έγξκατάλειψιν ἐνέργειαν εἶπε· θεὸς γὰρ ἑαυτοῦ τὴν σκηνὴν ἐπαίρων λέγεται διαφθείρειν. ἄλλως τε διαφθορὰ χειρὸς ἀξία θεοῦ ἡ ἀπὸ κακίας εἰς ἀρετὴν μεταποίησις κατὰ τὸ »ἐποίσω ἐπὶ δὲ τὰς χεῖράς μου, καὶ πυρώσω σε εἰς καθαρόν«,τῶν πρὶν ἐν ἡμῖν ἐξ ἁμαρτίας λυμάτων διεφθαρμένων. τοιοῦτον καὶ τὸ διασπερῶ αὐτούς«. ἐπεὶ γὰρ συμφώνως ἠσέβησαν εἰς ἐμέ, τὴν κακίστην αὐτῶν διασκεδάσω σύνοδόν τε καὶ συμφωνίαν, ὥσπερ οὖν καὶ τῶν πυργοποιούντων διεῖλε τὰς γλώσσας, κωλύσας αὐξομέην συμφωνοῦσαν ἀσέβειαν. τὸ δὲ ἡτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου κατηγορίαν τῶν ἀρχόντων ἔχει καὶ τῶν ἱερέων· οὗτοι γὰρ ἐν τάξει πατέρων ὑπάρχοντες τοῖς λαοῖς ἔρημοι τῶν τέκνων ἐγένοντο, ἀντ᾿ εὐσεβοῦς διδασκαλίας ἀσέβειαν ὑποβάλλοντες. τάχα δὲ οὐδὲ ἔστιν ἀπολέσαι λαὸν μὴ πρότερον ἑαυτοῦ τὴν ψυχὴν ἐκγεννημάτων τῶν κατ᾿ ἀρετὴν ἀτεκνώσαντα· οὐδεὶς γὰρ ὢν ἀγαθὸς ἀπόλλυσιν ἕτερον.
[*](2 Psal. 2,8.—17 Jes. 1,25.—22 Vgl.Gen. 11,7.8 vgl. Hom. 12, 3.4.)[*](5 Ὁ] anonym am Anfang d. Seite o|10 ὑπερορωντας ε ο|13 μετανοοῦν Ο| 16 ἄλλως τε] ἀλλ᾿ ὥσ τε ο|19 λημμάτων c|20 συμφόνως εἰς ἐμὲ εἰσέβησαν c| 23 ἠτεκνόθησαν c| 27 οὐδὲν ο|28 τῶν <ο.)Εἶεν δ᾿ ἂν χῆραι τῶν ἀσεβῶν αἱ ψυχαί, τὸν νυμφίον Χριστὸν ἀπολέσασαι. ὧν ἀπολλυμένων ταλαιπωροῦσι καὶ μητέρες, οἱ >γεννήσαντες αὐτοὺς ἐν Χριστῷ<καὶ >ὠδινήσαντες μέχρι μορφωθῇ Χριστὸς ἐν αὐτοῖς<καὶ μετὰ τὸ γόλα τῇ στερεᾷ τροφῇ πρὸς νεανίσκους ἐκθρέψαντες. τῶν δὲ χηρῶν τὸ πλῆθος οὐχ ὡς »τὰ ἄστρα τοῦ οὐρανοῦ«,ἀλλ᾿ ὡς ἡ ἄμμος τῆς θαλάσσης. κατὰ δὲ τὸ γράμμα, πλείστων ἐν πολέμῳ πιπτόντων αἱ γυναῖκες ἐτύγχανον χῆραι, αἱ δὲ μητέρες ἐταλαιπώρουν.
Μὴ αἴρειν ἁμαρτιῶν παραγγέλλει βάσταγμα μηδὲ λέγειν· »ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ«, ὡς ἂν γενώμεθα βασιλεῖς τε καὶ ἄρχοντες καθήμενοι παγίως ἐπὶ θρόνου Δαβίδ, τῆς τοῦ χριστοῦ ἐκκλησίας, ὡς λέγεσθαι περὶ ἡμῶν· »ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στέφανον ἐκ λίθου τιμίου«. τοιοῦτοι δὲ καὶ ἐπιβεβήκασιν ἐφ᾿ ἅρμασί τε καὶ ἵπποις, χαλιναγωγοῦντες τὸ σῶμα καὶ τὰς ἀλόγους κινήσεις ἀπείργοντες, ὡς ἂν καὶ ἡ πόλις εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ πανταχόθεν αὐτῇ διὰ τὴν τῶν καθηγουμένων ἀρετὴν καὶ τὴν τῶν οἰκητόρων ἀρίστην πολιτείαν ἥξουσιν οἱ δῶρα προσφέροντες, ἔκ τε τῶν πόλεων Ἰούδα, τῶν Ἐξομολογουμένων τῷ θεῷ, καὶ κυκλούντων τὴν Ἱερουσαλήμ, τῆς Ὁράσεως τὴν εἰρήνην, καὶ ἐκ γῆς Βενιαμίν, τοῦ Υἱοῦ πεδινῆς, τῆς μηδὲν ἐχούσης >ὕψωμα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενον<, καὶ ἐκ τοῦ ὄρους, τοῦ εὐαγγελικοῦ λόγου, καὶ ἐκ [*](2 vgl. Matth.25,1—12?—4 Vgl.I Kor.4,15.—vgl.Gal.4,19.— 5 vgl.I Kor. 3,2 Hebr. 5,13.14.—7 Heber.11,12.11vgl.Basil.(Gh II, 461): τουτέστι μὴ τῷ βάρει τῆς ἁμαρτίας καταφορτίζεσθαι.—12 Psal.37,5.— 14 Psal. 20,4.—16f. vgl. Jak. 3,2.—20ff.vgl.Hier. Comm.964.965.—21 vgl. onom.sacra I,169,82:Ἰουδας ἐξομολόγησις, ἐξομολογουμένου, u.ö.—Vgl. Onom.sacra I,169,66: Ἱερουσαλημ ὅρασις εἰρήνης κτλ. u.ö.—22 vgl. onom. sacra I, 177, 83: Βενιαμὶν τέκνον ὀδύνης ἢ υἱὸς δεξιᾶς, u.ö.—23 vgl. II Kor. 10,5.) [*](2 δ᾿ ἄν] δ᾿ οὖν c| 7 ἀλλὰ ο|8 πιπτόντων]θνησκόντον ο|11 βαστάγματα 1|11/12 μηδὲ—ἐμέ]〈1|12βαρὺν c| 14 τῆι.. ἐκκλησία ο|ὡς 1 καὶ co| 15 τοιοῦτοι]οὗτοι 1 |16 ἅρμ α καὶ ἵππους 1|17 ἀνείργοντες ο|ὡς 1 καὶ ὡς co| 18 καὶ]〈1|αὐτῇ]+φησι 1|21 τῶν]〈1|22 1. τὴν Ὅρασιν τῆς εἰρήνης?| βενιαμεῖν c| 24 μηδὲν]μὴ 1.)
Τὴν μετὰ δικαιοσύνης οἰκοδομουμένην οἰκίαν ἐδήλωσεν εἰπὼν ὁ ἀπόστολος· »θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε«. λέγει δὲ καὶ ὅτι »θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς. εἰ δέ τις ἐποικοδομεῖ« καὶ τὰ ἑξῆς. οὐκοῦν διὰ τοῦ διδάξαντος ὁ πιστεύων θεμέλιον ἔσχεν τὸν Χριστὸν Ἰησοῦν. ἐποικοδομεῖ δέ τις, εἰ μὲν καλῶς, »χρυσὸν« τῆς ἀληθείας τὰ δόγματα, »ἀργύριον« λόγον σωτήριον, »λίθους τιμίους« οἰκοδομίναν ἐξ ἀρετῶν· εἰ δὲ κακῶς, ἐποικοδομῶν τῷ Ἰησοῦ πονηρά, λέγω »ξύλα, χόρτον, καλάμην«, πῶς οὐκ ἀσεβεῖ; ἐφ᾿ ὃν ἔρχεται τὸ οὐαί, ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης. ὁ ποιῶν ὑψηλὸν οἰκοδόμημα, οὐ κατὰ λόγον δὲ θεοῦ καὶ ἀλήθειαν, οὐκ ἐν κρίματι ὑπερῷα ποιεῖ. ἀναλόγως νόει καὶ τοὺς διδάσκοντας ἢ ἀλήθειαν ἢ >ψευδώνυμον γνῶσιν> οἷον Παῦλος μὲν οἰκίαν τὴν ἐκκλησίαν οἰκοδομεῖ μετὰ δικαιοσύνης, ὑπερῷα δὲ Τιμόθεον καὶ Λουκᾶν καὶ τοὺς τοιούτους ἐν κρίματι.
[*](2 Vgl. Röm. 12, 1. — 4 Vgl. Psal. 140, 2. — 6 Vgl. Onom. sacra I, 203, 9: Λίβανος λευκασμός. — 7 Hohel. 3, 6. — 9 Vgl. Eph. 5, 27. — 10 ff. Vgl. vgl. Hier. Comm. 965: haud dubium quin in Ecclesiam. Hec sunt praemia eroum, qui sanctificant sabbatum, et nullo pondere praegravantur. Sin autem, inquit, non audieritis praecepta mea, etc. — 14 I Kor. 3, 9. — 15 I Kor. 3, 11. 12. — 17—21 Vgl. I Kor. 3, 11. 12. — 24 f. Vgl. Olymp. (Gh II, 544). — 25 Vgl. I Tim. 6, 20.)[*](2 οἴσωσι ο | θυσίαν] + καθαρὰν ο | θεῷ] κݲωݲω; ο | 3 καταφλέγοντ᾿ ο | 11 ὑπομ 1 | 12 wegen Fragm. 82 Ἡ σχοῖνος—θεῷ vgl. S. 165, 1 App. | 14 οἰκομή ο | 15 καὶ] < c | ἄλλον] < c | 20 καλῶς] καλῶς c | 21 ἀσεβεῖ] ἂν σέβη ο | 22 οὐαί] ὦ LXX AQ Luc. | 24 οὐκ ἐγκρίματι ο.)Εἴποις δ᾿ ἂν καὶ περὶ τῶν ψευδοδιασκάλων ἀκολούθως τοῖς πρόσθεν εἰρῆσθαι. ὡς γάρ φησιν ὁ Σολομῶν· »ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει, καὶ ἐλεύσεται εἰς παγίδα θανάτου«. οἱ γὰρ τοιοῦτοι οἰκοδομοῦσιν ἑαυτοῖς οἰκίας ὀνόματι ἐκκλησίας, ἥτις ἐστὶ »πονηρευομένων«, πρὸς οὓς λέγεται μετ᾿ εἰρωνείας· ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστά· ἐν οἷς ᾠήθησαν ἀναψυχὴν ᾠκοδομηκέναι. διὰ δὲ τῶν θυρίδων οἴει πεφωτικέναι φωτὶ γνώσεως τὰ οἰκοδομήματά σου, καὶ ἀσήπτοις ξύλοις εἰς τὴν οἰκοδομὴν τῆς οἰκίας κεχρῆσθαι, καὶ χρίεις διὰ μίλτου μιμούμενος τὸ αἷμα Χριστοῦ. ἀλλ᾿ ἀλλ᾿ οὐ βασιλεύσεις, εἰ καὶ παρωξύνθης ἐν κέδρῳ τοῦ πατρός σου. κέδρος ὁ πατὴρ τοῦ ἁμαρτωλοῦ, δένδρον τι ὑψηλόν, ὑπερήφανον, ἀντικείμενον, ὁ διάβολος ἢ ὁ λο;γων μοθηρῶν ἄρχων. οἱ δὲ τοιαῦτα οἰκοδομήσαντες λιμῷ ἀπολοῦνται· οὐ γὰρ φάγονται οὐδὲ πίονται, ἀλλ᾿ οὐδὲ δικαοσύνην ἔγνωσαν μὴ ἐγνωκότες Χριστόν· τὸ τὰ δίκαια δὲ πράττειν ἴδιον, φησί, τῶν γινωσκόντων τὸν θεόν. τῶν δέ μὴ τοιούτων οὔτε οἱ ὁφθαλμοὶ καλοὶ μὴ βλέποντες τὴν τὴν ἀλήθειαν, οὔτε ἡ καρδία ψευδῶν πεπληρωμένη δογμάτων, δι᾿ ὧν σφάλλοντες ἑτέρους φονεύουσιν αὐτῶν τὰς ψυχάς, αἷμας, αἷμα ἀθῶσον ἐκχέοντε3 ς γλώττῃ ψευδεῖ καὶ δολίᾳ. δοῦτο δὲ τῆς διὰ ξίφους χεῖρον σφαγῆς.
Τὸν Ἱωακεὶμ τοῦτον Ἰεχονίαν Ἱερεμίας καλεῖ, τὸν δὲ τούτου πατέρα Ἐλιακεὶμ προσαγορευόμενον Ἰωακεὶμ ἐκάλεσε Νεχαὼ Φαραώ, ὃν ἀνελὼν ὁ βαβυλώνιος πρὸς τῆς πύλης ἀπέρριψεν, ὡς ὁ παρὼν προφήτης λέγεικαὶ Ἱώσηππος ἐν τῇ δεκάτῃ τῆς ἀρχαιολογίας. τὸ δὲ ἀποσφράγισμα σφραγὶς ἐξέδωκαν οἱ Λοιποί. σφγραγὶς [*](2 ff. Vgl. Hier. Comm. 991: Possumus autem hunc locum juxta anagogen contra haereticos accipere .... Et ipsi quidem passionem Domini et sanguinem pollicentur ..... Erroremque omnem dicit inde descendere, quod ignoraverint Deum .... et deceptorum sanguniem fundant. Hoc est enim facere homicidium. — 3 Prov. 21, 6. — 6 Vgl. Psal. 25, 5. — 21 Vgl. Jerem. 22, 17 LXX Luc.: καὶ ἐπὶ τὴν συκοφαντίαν. — 25/26 Vgl. II Kön. 23, 34. — 28 ff. Vgl. die Deutung des Orig. aus d. 5. Strom. bei Hier. Comm. 994. — Vgl. Joseph. Archaeol. 10, 5, 2 u. 6, 3.) [*](6 πρὸς οἷς ο | 7 ἑαυτῷ ο | 8 ὠήθης ο | 9 μου ο* σου ο corr. | 10 οἰκομὴν ο (vgl. S. 203, 14) | 13 δένδρον] κέδρον ο | 14 οἰκοοἰκοδομήσαντες ο | 16 τὸ] τῶ c | 18 βλέπτοντες ο | 20 ἐκχέοντες] + τῇ c | 21 ψευδῆ καὶ δόλια c | 24 τοῦτον] + καὶ ο | 25 ἐλιακὶμ ο | 27 τῆς ἀρχαιολογίας] ἀρχαιολογία ο.)
Ἀπαγορεύει οὐ προφήτην ἁπλῶς ἀκούειν, ἀλλὰ λόγους προφητῶν ἐν μιμήσει προφερομένους. ὁ γὰρ ἀκούων προφήτου οἷον Μωσέως, οὐκ αὐτοῦ ἀλλὰ κυρίου ἀκούει διὰ τούτου λαλοῦντος. οἱ δὲ ψευδοπροφῆται ματαιοῦσιν· τῷ γὰρ μὴ ἐπιστρέφειν ποιοῦσι τὸν ἀκούοντα μάταιον, ὅρασιν καρδίας λαλοῦντες. νοῦς γὰρ ἐπιβάλλων πράγμασι χωρὶς θεοῦ βοηθείας ὅρασιν καρδίας οὐκ ἀπὸ στόματος λαλεῖ τοῦ χορηγοῦντος εἰπεῖν καὶ φωτίζοντος. ἔστι δὲ ὅτε συντρέχει καρδίας ὅρασις καὶ στόματος κυρίου λόγος· ὅθεν οὐχ ἁπλῶς ψέγει τὴν ὅρασιν τῆς καρδίας, ἀλλ᾿ ὅταν μὴ προσῇ τὸ ἕτερον. συντρέχει δὲ παρὰ τῷ λέγοντι· »προσεύχομαι τῷ στόματι, προσεύχομαι δὲ καὶ τῷ νοΐ«.
Προφητεύει περὶ συσσεισμοῦ καὶ ὀργῆς κυρίου ἐκπορευομένης ἐπὶ τοὺς ἀσεβεῖς. ὁ θυμὸς οὐκ ἀπεστράφη, οὐχ [*](1 Vgl. Chrysost. (Gh II, 552)? — 1/2 Vgl. Gen. 1, 26. — Vgl. Olymp. (Gh II, 552): ἐὰν . . . . ἀγαθὰς ἐργάσηται πράξεις. τοῦτο γάρ ἐστι τὸ ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου. — 3 Vgl. Matth. 25, 33. — 3/4 Vgl. Luk. 15, 22. — 6 Jerem. 21, 9. — 8 ff. Vgl. II Kön. 24, 12. — 10 Vgl. Röm. 4, 11. — 14ff. II Kön. 25, 27—30. — 9 Vgl. Hier. Comm. 1001. — 27 Vgl. I Kor. 14, 15.) [*](1 πᾶς] πως ζ c | 2 ἀναλαμπρύνων c | 4 Ἰεχονίας l ϊεχωνίας co | 5 ἐγίνετο ο | 18 προφητῶν ο | ἀλλὰ]+καὶ ο | 20 μωσέως l μωυσέως co | 21 τῷ l τὸ co | 27 προσῇ l προσείη co | 27 προσεύχομαι] + c | 31 ἀπεστράφη c (η in Ras.) ἀποστράφει ο.)
Διὰ τοῦτο οὐκ ἔλαθόν με εἰς πονηρίαν τὸν λαόν μου ὠθήσαντες. ὁ γὰρ καὶ προφήτῃ διδοὺς εἰδέναι τὰ πανταχοῦ, πολλῷ μᾶλλον οἶδεν αὐτό. »πνεῦμα« γὰρ »κυρίου πεπλήρωκε τὴν οἰκουμένην«· καὶ »ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν«, ὡς ὁ Παῦλος πρὸς Ἀθηναίους ἔφη. τοιοῦτον καὶ τὸ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος; τῇ δυνάμει γὰρ αὐτοῦ πᾶσιν ἐγγίζει. καὶ εὐχαὶ ἄρα οὐχ ὡς πρὸς πόρρω ὄντα γίγνονται τὸν θεόν. καὶ περὶ τοῦ υἱοῦ δὲ λέγεται· »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο«. αὐτὸς γὰρ ὁ καὶ λέγων· θεὸς ἐγγίζων ἐγώ εἰμι· καὶ γὰρ ἔφησεν· »ὅπου δύο καὶ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ αὐτῶν«, ὁ καὶ λέγων· »ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«.
Ὡς γὰρ τῆς ἡμετέρας ψυχῆς οὐδὲν τοῦ σώματος ἔρημον, ἀλλ᾿ ὅπου αἴσθησις ἐκεῖ καὶ ψυχή, καὶ ἐπὶ πᾶν φθάνει τὸ σῶμα, οὕτως καὶ οὐδὲν κενὸν τοῦ θεοῦ. καὶ ὅμως πάντα πληρῶν οὐ πληροῖ τὸν ἁμαρτωλόν, πνευμάτων γὰρ ἀκαθάρτων πεπλήρωται· [*](2 Vgl. Jerem. 23, 17. — 3 Psal. 6, 2. — 5 Vgl. Psal. 6, 2b. — 12ff. Vgl. Chrysost. (Gh II, 574f.): ὅτι εἰς πονηρίας αὐτοὺς ὤθησαν, οἶδα. πόθεν οἶδα; παρὼν ἐγά εἰμι, πανταχοῦ πάρειμι. εἰ γὰρ τοῖς μὴ παροῦσι προφήταις δίδωσιν εἰδέναι τὰ πανταχοῦ πολλάκις, πολλῷ μᾶλλον αὐτὸς οἶδεν. Vgl. Sever. Antioch. ebenda. — 14 Weish. Sal. l, 7. — 15 Act. 17, 28. — 19 Joh. l, 10. — 21 Matth. 18, 20. — 22 Matth. 28, 20.) [*](1 ὡς] ὡ ο | 4 ποιήσει ο | δι᾿ ὃ] διὸ c l o | 5 ὡς] 〈 o | παιδεύσῃ Gh παιδεύσει c l o | 6 ἐγχρήματος ο | 7 ὂν] ὢν ο | 7/8 νοηθήσεταί φησι ο | 8 περὶ1] μετὰ ο | τε] 〈 ο | 12 τὸν λαὸν εἰς πονηρίαν ὠηθήσαντες ο | 28 καὶ1] 〈 ο | ὕμως] + καὶ ο.)
Ἐπειδὴ καὶ οἱ ψευδοπροφῆται ἀπεχρῶντο τῷ »τάδε λέγει κύριος«, τοὺς ἀληθεῖς προφήτας ὑποκρινόμενοι, ἔδει σημείων διαστελλόντων ἑκατέρους. ἦν μὲν οὖν, κατὰ τὸν ἀπόστολον, πνευμάτων διακρίσεως χάρισμα, καὶ ὁ τοῦτο ἔχων διέκρινε πνεύματα, τά τε θεῖα ὄντα καὶ τὰ πονηρά, καθάπερ ἀργυραμοιβὸς τὸ νόμισμα τὸ δόκιμόν τε καὶ κίβδηλον. χωρὶς δὲ τῆς καθολικῆς ἐπιστήμης καὶ τὸ νῦν εἰρημένον ἀρκεῖ πρὸς διάκρισιν. ὁ γὰρ λόγος μου, φησίν, οὐ διάκενος καὶ τρόφιμος ἀλόγων, ἀλλ᾿ οἱονεὶ σῖτος καὶ λογικῶν τροφή.
Τί δὲ τὸ ἄχυρον πρὸς τὸν | σῖτον εἶπεν, ἀλλ᾿ οὐ πρὸς κριθήν· παρέθηκε γὰρ ὁ κύριος ἄρτους, τοὺς μὲν κριθίνους τοῖς ἀλογωτέροις, τοὺς δὲ πυρίνους τοῖς λογικοῖς. διὸ καὶ νῦν οὐκ ἔφη· τί τὸ ἄχυρον πρὸς τὴν κριθήν, ἀλλὰ πρὸς τὸν σῖτον, τὴν λογικὴν ἀκριβῶς παραστήσας τροφήν. ἔστι δὲ καὶ ἄλλο σημεῖον, ὅτι οἱ λόγοι κυρίου ὡς πέλυξ κόπτων πέτραν. ὅταν ὁ ἀκροατὴς ἐλεγμενος καίηται ὥστε λέγειν· »οὐχὶ ἡ καρδία μου καιομένη ἦν ἐν ἐμοί«, πῦρ καὶ σῖτός ἐστιν ὁ λόγος· εἰ δὲ τέρπεται τῶν καθ᾿ Ἡδονὴν ἀκροώμενος, ἄχυρα. ἀλλὰ καὶ πέλυξ ἐστὶν ὁ τοῦ θεοῦ λόγος, οὐ ξύλα μόνον δυνατὸς ἀλλὰ καὶ πέτραν διελεῖν, οὐ τὴν· λόγος, Χριστὸν νοουμένην, ἀλλὰ τὴν ἐναντίαν ἣν δεῖ τέμνεσθαι κατὰ τὸ »συντριβήσονται πέτραι ἐνώπιον κυρίου«.
[*](3ff. Psal. 23, 1. — 9 Vgl. Jerem. 2, 2 u. ö. — 9 ff. Vgl. Olymp. (Gh II, 580). — 19ff. Vgl. Philo de sept. II, 294 M. Vgl. Hier. Comm. 1005. 1006. — 20 Vgl. Joh. 6, 9. 13. — 25 Luck. 24, 32. — 28 Vgl. I Kor. 10, 4. — 30 Judith 16, 15 ??)[*](2 ἀπηλλαγμένων o w. e sch. | 5 μὴ] μὲν clo | εἰσὶ] εἰσ ο }| πλήρωμα² —γῆς²] < ο | 9 τῷ l τὸ co | 13 τὰ] < ο | ἀργυρόμοιβος c | 19 Τί] anonym am Anfang d. Seite o | 20 κριθίνους 1 κριθήνους co | 24 κόπειν ο | ὅταν] ἐὰν ο | 25 ἦν καιομένη ο | 26 εἰ] ἡ c | τέρπεται l τέρπηται co 20 | 27 καὶ Blass Koetschau.)