Fragmenta In Jeremiam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Ἀπαγορεύει οὐ προφήτην ἁπλῶς ἀκούειν, ἀλλὰ λόγους προφητῶν ἐν μιμήσει προφερομένους. ὁ γὰρ ἀκούων προφήτου οἷον Μωσέως, οὐκ αὐτοῦ ἀλλὰ κυρίου ἀκούει διὰ τούτου λαλοῦντος. οἱ δὲ ψευδοπροφῆται ματαιοῦσιν· τῷ γὰρ μὴ ἐπιστρέφειν ποιοῦσι τὸν ἀκούοντα μάταιον, ὅρασιν καρδίας λαλοῦντες. νοῦς γὰρ ἐπιβάλλων πράγμασι χωρὶς θεοῦ βοηθείας ὅρασιν καρδίας οὐκ ἀπὸ στόματος λαλεῖ τοῦ χορηγοῦντος εἰπεῖν καὶ φωτίζοντος. ἔστι δὲ ὅτε συντρέχει καρδίας ὅρασις καὶ στόματος κυρίου λόγος· ὅθεν οὐχ ἁπλῶς ψέγει τὴν ὅρασιν τῆς καρδίας, ἀλλ᾿ ὅταν μὴ προσῇ τὸ ἕτερον. συντρέχει δὲ παρὰ τῷ λέγοντι· »προσεύχομαι τῷ στόματι, προσεύχομαι δὲ καὶ τῷ νοΐ«.