Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Τὸν Ἱωακεὶμ τοῦτον Ἰεχονίαν Ἱερεμίας καλεῖ, τὸν δὲ τούτου πατέρα Ἐλιακεὶμ προσαγορευόμενον Ἰωακεὶμ ἐκάλεσε Νεχαὼ Φαραώ, ὃν ἀνελὼν ὁ βαβυλώνιος πρὸς τῆς πύλης ἀπέρριψεν, ὡς ὁ παρὼν προφήτης λέγεικαὶ Ἱώσηππος ἐν τῇ δεκάτῃ τῆς ἀρχαιολογίας. τὸ δὲ ἀποσφράγισμα σφραγὶς ἐξέδωκαν οἱ Λοιποί. σφγραγὶς [*](2 ff. Vgl. Hier. Comm. 991: Possumus autem hunc locum juxta anagogen contra haereticos accipere .... Et ipsi quidem passionem Domini et sanguinem pollicentur ..... Erroremque omnem dicit inde descendere, quod ignoraverint Deum .... et deceptorum sanguniem fundant. Hoc est enim facere homicidium. — 3 Prov. 21, 6. — 6 Vgl. Psal. 25, 5. — 21 Vgl. Jerem. 22, 17 LXX Luc.: καὶ ἐπὶ τὴν συκοφαντίαν. — 25/26 Vgl. II Kön. 23, 34. — 28 ff. Vgl. die Deutung des Orig. aus d. 5. Strom. bei Hier. Comm. 994. — Vgl. Joseph. Archaeol. 10, 5, 2 u. 6, 3.) [*](6 πρὸς οἷς ο | 7 ἑαυτῷ ο | 8 ὠήθης ο | 9 μου ο* σου ο corr. | 10 οἰκομὴν ο (vgl. S. 203, 14) | 13 δένδρον] κέδρον ο | 14 οἰκοοἰκοδομήσαντες ο | 16 τὸ] τῶ c | 18 βλέπτοντες ο | 20 ἐκχέοντες] + τῇ c | 21 ψευδῆ καὶ δόλια c | 24 τοῦτον] + καὶ ο | 25 ἐλιακὶμ ο | 27 τῆς ἀρχαιολογίας] ἀρχαιολογία ο.)

205
δὲ ἤτοι σφενδόνη ἐν τῇ δεξιᾷ τοῦ θεοῦ γίνεται πᾶς ὁ τὸ κατ᾿ εἰκόνα διὰ μετανοίας ἀναλαμβάνων· ἔργα γὰρ ἀγαθὰ νοεῖται τὸ δεξιὰ τοῦ θεοῦ, τοῦ τὰ πρόβατα ἱστῶντος >ἐκ δεξιῶν<. ἣν δὴ σφραγῖδα τῷ ἀσώτῳ υἱῷ δέδωκεν ὁ πατὴρ ἐπιστρέψαντι. ὅπερ εἰ γένονεν Ἰεχονίας, τύπος τοῖς ὐπηκόοις εὐσεβείας ἐγένετο· ἀλλ᾿ οὐ γένονε. πλὴν ἔδοξε τῷ προφήτῃ πείθεσθαι φήσαντι· »ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται«· ἐξῆλθε γὰρ ἐπαγόμενος καὶ τὴν μητέρα καὶ τοὺς δυνατούε, αὐτομολήσας πρὸς τοὺς Βαβυλωνίους. εἰ δὲ καὶ τελείαν, φησίν, ἐπεδείξατο τὴν μετάνοιαν ὥστε καὶ >σφραγῖδα γενέσθαι τῆς ἐν περιτομῇ δικαιοσύνης< κατὰ τὸν θεῖον ἀπόστολον, ὡς κατὰ τοῦτο δοκεῖν ἐν δεξιᾷ τοῦ θεοῦ, πάντως ἂν παρεδόθη δίκην ὑφέξων τῶν πρώην ἡμαρτημένων, εἰ καὶ μετριωτέραν. ἐν Βαβυλῶνι γὰρ σωφρονισθεὶς ἐν εἱρκτῇ καὶ δεσμοῖς, πάλιν ἐπὶ Εὐιλὰδ Μαρωδὰχ μετέστη πρὸς ἄνεσιν, ὁμοδίαιτος γενόμενος τῷ βασιλεῖ καὶ οὕτως ἐν ἀλλοτρίᾳ καταλύσας τὸν βίον.