In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Εἰ δὲ νενόηται ἡμῖν, τίνες εἰσὶν αἱ νεφέλαι, ἴδωμεν πῶς ὁ θεὸς ἀνάγων ἐστὶν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς«. πῶς ἀπ’ »ἐσχάτου τῆς γῆς«; φησὶν ὁ σωτήρ. »ὁ θέλων έν ὑμῖν εἶναι πρῶτος ἔσται πάντων ἔσχατος«. ἐτήρησεν ταύτην τὴν ἐντολὴν Παῦλος, καὶ ἡν ἔσχατος έν τούτῳ τῷ κκόσμῳ. διό φησιν· »δοκῶ γάρ, ὁ θεὸς θεὸς τοὺς ἀποστό- λους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις«. εἴ τις οὖν οὖν τηρῶν τὴν τοῦ σωτῆρος ἐντολὴν καὶ γενόμενος ἔσχατος ὡς πρὸς τὸν βίον τοῦτον, οὑτος γίνεται νεφέλη. καὶ ἀνάγει νεφέλας ὁ θεὸς οὐκ ἀπὸ τῶν πρώτων τῆς γῆς, οὐκ ἀπὸ ὑπατικῶν ἀνάγει νεφέλας, οὐκ ἀπὸ ἡγουμένων ἀνάγει νεφέλας, οὐκ ἀπὸ πλουσίων· »μακάριοι« γὰρ »οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ«. ὁρᾷς πῶς ἀπὸ τῶν ἐσχάτων ἀνάγει ὁ θεὸς καὶ σωματοποιεῖ τὰς νεφέλας; διὰ τοῦτο εἰ βουλόμεθα γενέσθαι νεφέλαι, ἐφ' ἃς φθάνει ἡ ἀλήθεια τοῦ θεοῦ, ἔσχατοι πάντων γενώμεθα καὶ εἴπωμεν ἔργοις καὶ διαθέσει τὸ »δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν( κἂν μὴ ἀπόστολος ὦ, ἔξεστί μοι γενέσθαι ἐσχάτῳ, ἵνα ὁ θεὸς ἀνάγων νεφέλας 241r | ἀπ' »ἐσχάτου τῆς γῆς« ἀναγάγῃ με.

[*](1 Vgl. Ι Kön 18, 44. — 4 Jes. 5, 6. — ff. Deut. 32, 1-3. Vgl. in Lev. IG, 2 (Lo 9, 430f.). — 12 Jes. 1, 2. - 14 Jes. 5, 6. — 18 Mark. 9, 35. — 19ff. Vgl. Hier. Comm. 913. — 20 I Kor. 4, 9. — 26 Luk. 6, 20. — 30 I Kor. 4, 9.)[*](3 ὅταν ἀναξία Co cum iiidigna H | 4 τυγχάνῃ .... ἐντελοῦμαι Co τυγχάν [sic] .... ἐντελλοῦμαι S | 8/9 εἰ—μου nach Η: Si non fuisset nuhes, numquam dixisset: Exspedentur ut plunia verha mea | 13 ἔλεγεν δὲ] et sciebat H | 22 ἐστι] + sanctus Η (vgl. Ζ. 5) | 27 τοῦ θεοῦ] eoelorum H | 32 ἀπόστολος ] sim apostolus Η ἀπο- στόλους ὡ S.)
60

»Καὶ ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν«. λέγουσιν οἱ περὶ ταῦτα δεινοί, ὅτι ἡ γένεσις τῶν ἀστραπῶν ἀπὸ τῶν νεφελῶν γίνεται ἀλλή- λαις προστριβομένων. ὅπερ γὰρ συμβαίνει περὶ τοὺς πυροβόλους λί- θους ἐπὶ γῆς, ἕνα δύο λίθων προσκρουσάντων πῦρ γενγθῇ, τοῦτο γίνεσθαι καὶ ἐπὶ τῶν νεφελῶν φασιν. προσκρουομένων τῶν νεφελῶν κατὰ τοὺς χειμῶνας γίνεται ἡ ἀστραπή. διὸ ὡς ἐπίπαν ἡ άστραπὴ ἅμα βροντῇ γίνεται, τῆς μὲν βροντῆς ἐμφαινούσης τὸν ἡχον τοῦ συγ- κρουσμοῦ τῶν νεφελῶν, τῆς δὲ ἀστραπῆς γεννώσης τὸ φῶς.

εἰ νενόηκας τὸ παράδειγμα, ἴδε μοι καὶ τὴν νοητὴν νεφέλην. Μωσῆς νεφέλη ἦν, Ἰησοῦς ὁ τοῦ Ναυῆ νεφέλη ἦν. αὐται δὴ ὁμιλοῦσιν ἀλλή- λαις, καὶ ἀπὸ τῶν λόγων αὐτῶν ἀστραπὴ γίνεται. Ἱερεμίας νεφέλη ἦν, Βαροὺχ νεφέλη ἦν. διαλέγονται πρὸς ἀλλήλους, ἡλθεν ἡ ἀστραπὴ ἀπὸ τῶν λόγων Ἱερεμίου καὶ τῶν λόγων Βαρούχ. οὕτως εἰ δύνασαι συνάγαγε ἀπὸ τῶν γραφῶν, τίνα τρόπον ἀστραπὴ ἔρχεται. καὶ ἐν τῇ καινῇ διαθήκῃ Παῦλος καὶ Σιλουανὸς δύο νεφέλαι ἡσαν. ἡλθον ἐπὶ τὸ αὐτό, γέγονεν ἡ τῆς ἐπιστολῆς ἀστραπή.

»Ἀστραπὰς« οὐν ὁ θεὸς »εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν ανέμους ἐκ θησαυρῶν αὐτοῦ«. ἀρα οὑν οὑτοι οἱ ἄνεμοι ἐν θησαυροῖς εἰσιν; ἢ οὐχὶ φαίνεται ἡ τούτων φύσις πνεόντων ἐπὶ γῆς τίνα τρόπον ὑφίσταται; ἀλλ’ εἰσί τινες ἀνέμων θησαυροί, πνευμάτων θησαυροί, »πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, »πνεῦμα γνώσεως καὶ εὐσεβείας‘ «, »πνεῦμα φόβου θεοῦ«, »πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ«. καὶ δύνασαι αὐτὸς ἀπὸ τῶν γραφῶν συναγαγεῖν αγαγεῖν τοὺς ἀνέμους τούτους. τὰ πνεύματα ταῦτα ἐν θησαυροῖς ἐστιν· οἱ θησαυροὶ τίνες εἰσίν; »ἐν ᾠ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι«; οὐτοι οἱ θησαυροὶ έν Χριστῷ εἰσιν. ἐκεῖθεν οὖν ἔρχονται οἱ ἄνεμοι οὑτοι, τὰ πνεύματα ταῦτα, ἵν ὁ μέν τις ᾐ σοφός, ὁ δέ τις πιστός, ὁ δέ τις ᾖ ἔχων γνῶσιν, ὁ δέ τις ὁτιποτοῦν ἄναλαβὼν χάρισμα θεοῦ· »ᾦ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἐτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι«.

»Ἀνήγαγεν« οὐν »νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, καὶ άστραπὰς εἰς ὑετὸν ἐποίησεν, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ«. καὶ ἡμεῖς διὰ τὸν θεὸν ἐπὶ τοὺς θησαυροὺς τούτους ἐλπίζομεν καταντή- [*](1ff. Vgl. Anecdota Maredsolana ed. G. Morin III, 2, 143, 4 ff. — 21ff. Vgl. Jes. 11, 2. 3. — 22 Vgl. II Tim. 1, 7. — 25 Kol. 2, 3. Vgl. Hier. Comm. 914. — 29 | Kor. 12, 8. 9.) [*](1–8 Hierzu Fragm. 26 in C: Δέγουσιν— ἀστραπῆς Ι 3/4 ἐπὶ λίθων C | 13/14 οὕτως — συνάγαγε] Poles et fu ipse ... inrenire H | 18 ἆρα οὖν nach Η: Ergone ὅρα οὖν S | θησαυροῖς] + Dei H | 19 ἢ Co et H ἠ S | 20-31 Hierzu Fragm. 27 in C: Κατὰ — ἑξῆς | 24/25 τὰ -- ἔστίν et istorum spirituum inrenire thcsauros H.)

61
σεσθαι. καὶ ἐπεὶ εἰσίν τινες πολλοὶ θησαυροί, τάχα κατὰ τῶν ἀνισταμένων ἔσονται ἀναπαύσεις ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ. ὅ δὲ λέγω τοιοῦτόν ἐστιν. ἡ ἀνάστασις τῶν νεκρῶν ἐν τάγμασίν τισιν γίνεται· φησὶ γὰρ ὁ ἀπόστολος »ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάματι«. καὶ ἐπεὶ μὴ ὡς ἔτυχεν συμφύρεται τὰ τάγματα, τόδε τὸ τάγμα ἔσται ἔν τινι θησαυρῷ θεοῦ καὶ τόδε τὸ τάγμα ἐν ἑτέρῳ θησαυρῷ θεοῦ καὶ τρίτον ἕτερον τάγμα ἔσται ἐν ἄλλῳ θησαυρῷ. οὗτοι μέντοιγε πάντες οἱ θησαυροὶ ἕνα ἔχουσιν θησαυρόν, ἐν ᾦ κατοικοῦσιν. διὸ παρὰ τῷ Παύλῳ λέλεκται· »ἐν ᾠ εἰσιν οἱ θησαυροὶ καὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι«. καὶ ὥσπερ κτῶμαι τὸν »ἕνα πολύτι- μον μαργαρίτην(( διὰ τῶν πολλῶν μαργαριτῶν, οὕτως ἔρχομαι ἐπὶ τὸν θησαυρὸν τῶν θησαυρῶν, τὸν κύριον τῶν κυρίων, τὸν βασιλέα τῶν βασιλέων, ἐπὰν γένωμαι ἄξιος τῶν πνευμάτων τῶν ἀπὸ θησαυρῶν τοῦ θεοῦ· »ἐξήγαγεν« γὰρ »ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ».