In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Τρεῖς οἱονεὶ ἀρετὰς παραλαβὼν ὁ προφήτης τοῦ θεοῦ, τὴν ἱσχὺν αὐτοῦ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν φρόνησιν αὐτοῦ, ἐκάστῃ αὐτῶν οἰκεῖόν τι ἔργον ἀπονέμει, τῇ μὲν ἱσχύϊ τὴν γῆν, τῇ δὲ σοφίᾳ τὴν οἱκουμένην, τῇ δὲ φρονήσει τὸν οὐρανόν· ἄκουε γὰρ τῆς λέξεως λεγούσης· »κύριος ὁ ποιήσας τὴν γῆν έν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην έν τῇ σοφίᾳ αὐτοῦ, καὶ έν τῇ φρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν«. καὶ ἡμεῖς δὲ πρὸς τὴν ἡμετέραν γῆν (λέλεκται γὰρ πρὸς τὸν Ἀδάμ. »γῆ χρείαν ἔχομεν τῆς ἰσχύος τοῦ θεοῦ, χωρὶς δὲ τῆς δυνάμεως τοῦ θεοῦ οὐχ οἷοί τέ ἐσμεν ἐπιτελέσαι ταῦτα, ὅσα οὐ κατὰ >τὸ φρόνημά ἐστιν τῆς σαρκός<. >νεκρωθέντων δὲ τῶν μελῶν τῶν ἐπὶ τῆς<, ἔσται τὸ κατὰ τὸ βούλημα τοῦ πνεύματος, ἐπεὶ τῷ >πνεύματι αἱ πράξεις τῆς σαρκὸς< κατὰ τὸν ἀπόστολον θανατοῦνται. »κύριος« οὖν »ὁ ποιήσας τὴν γῆν έν τῇ ἰσχύϊ αὐτοῦ«. ἐὰν δὲ ἔλθῃς καὶ ἐπὶ ταύτην τὴν γῆν, εἰ δύνασαι ἰδεῖν τὸ ἐν τῷ Ἰὼβ γεγραμμένον, ὡς έν τοῖς ἀκριβεστέροις ἀντιγράφοις εὕρομεν, ὅτι ἔστησεν αὐτὴν »ἐπ᾿ οὐδενί«, ὄψῃ ὅτι ἰσχυϊ θεοῦ κατὰ τὸ μεσαίτατον κεῖται.

Ἕρχομαι καὶ ἐπὶ τὴν οἰκουμένην. οἶδα ψυχὴν οἰκουμένην, οἶδα ψυχὴν ἔρημον. εἰ γὰρ οὐκ ἔχει τὸν θεόν, εἰ οὐκ ἔχει τὸν Χριστὸν τὸν εἰπόντα· >ἐγὼ καὶ ὁ πατήρ μου ἐλευσόμεθα πρὸς αὐτὸν καὶ μονὴν παρ᾿ αὐτῷ, ποιησόμεθα< εἰ οὐκ ἔχει τὸ πνεῦμα τὸ ἅγιον ψυχή, ἔρημός έστιν. οἰκουμένη δέ ἐστιν, ὅτε πεπλήρωται θεοῦ, ὅτε ἔχει τὸν Χριστόν, ὅτε πνεῦμα ἅγιόν ἐστιν ἐν αὐτῇ. ταῦτα δὲ ποικίλως καὶ [*](11 Gen. 3, 19. — 13 Vgl. Röm. 8, 6. — 14 Vgl. Kol. 3, 5. — 15 Vgl. Röm. 8, 13. — 19 Hiob 26, 7. — 23 Joh. 14, 23. Zur Form des Citats vgl. c. Cels. 8, 19 (Orig. II, 236, 6) u. de princ. I, 2 (Lo 21, 28).) [*](1 — 2 < H | 3 Ὁμιλία ή] in S steht dies vor Z. 1; doch vgl. die andern Überschriften. Homilia V Η und Epist. VIII unter d. opera supposititia d. Hieronymus vgl. TU NF I, 3, 109 Ι 4 τοῦ θεοῦ] < H | 6 ἀπονέμει nach Η: distribuit | 7 οὐρανόν Co coelum Η ἄνݲοݲνݲ S | 15 ἐπεὶ Co w. e. seh. Siquidem Η ἐπὶ S | 18 εἰ δύνασαι ἰδεῖν] et consideres H | 21 ἔρχομαι] veniatn vero H | 22 εἰ2 nach Η: (Si enim non habet deum Patrem,) si (non habet Filium dicentem).)

56
διαφόρως έν ταῖς γραφαῖς λέγεται, τὸ εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἄγιον πνεῦμα ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ. ὁ γοῦν Δαβὶδ ἐν τῷ ψαλμῷ τῆς ἐξομολογήσεως περὶ τούτων τῶν πνευμάτων αἰτεῖ τὸν πατέρα λέγων· »πνεύματι ἡγεμονικῷ στήριξόν με«, »πνεῦμα εὐθὲς ἐγκαίνισον έν τοῖς ἐγκάτοις μου«, »καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς άπ΄ ἐμοῦ((. τίνα τὰ τρία πνεύματα ταῦτα; τὸ ἡγεμονικὸν ὁ πατήρ, τὸ εὐθὲς ὁ Χριστός, καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸ τὸ ἄγιον ταῦτα είς τὸ παραστῆσαι τὴν οἱκουμένην οὐκ ἄλλως μένην ἢ έν τῇ σοφίᾳ τοῦ θεοῦ· »ἡ« γὰρ »σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας έν τῇ πόλει«. »σοφίαν δὲ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτοῦ, καὶ οἱ κόποι αὐτοῦ ἀνόνητοι, καὶ ἄχρηστα τὰ ἔργα αύτοῦ«, φησὶν ἡ Σοφία ἡ ἐπιγεγραμμένη Σολομῶντος. διὰ τοῦτο ὅση δύναμις, ἐπεὶ ἀνορθοῦται ἡ οἰκουμένη έν τῇ σοφίᾳ τοῦ θεοῦ, βουλώμεθα δὴ καὶ αὐτοὶ ἀνορθωθῆναι ἡμῶν τὴν οἰκουμένην τάχα πεσοῦσαν· πέπτωκεν γὰρ αὕτη ὴ οἰκουμένη ἡνίκα ἤλθομεν εἰς τὸν τόπον τῆς κακώσεως, πέπτωκεν αὕτη ἡ οἰκουμένη ἡνίκα »ἡμάρτομεν, ἠσεβήσαμεν, ἡδικήσαμεν«, καὶ δεῖται ἀνορθώσεως. θεὸς οὖν ὁ ἀνορθώσας τὴν οἱκουμένην ἐστίν. εἰ δὲ μὴ τοιοῦτον λαμβάνεις τὸ »ἀνορθώσας τὴν οἱκουμένην«, ἀλλὰ κοινότερον νοήσας τὴν ἰκουμένην, ζήτει πόθεν ἀνορθώσας ἐστὶν τὴν οἰκουμένην, ζήτει τῆς οἱκουμένης πτῶσιν, ἕνα εὑρὼν αὑτῆς τὴν πτῶσιν ἴδῃς αὐτῆς τὴν ἀνόρθωσιν. εἴ τις οὖν έστιν ἐν τῇ οἰκουμένῃ ταύτῃ, ἐὰν οὔτως νοήσῃς τὴν οἰκουμένην, πρὸ ἀνορθώσεως κεν. εἰ δὲ πέπτωκε δῆλον ὅτι δεῖται τῆς ἀνορθώσεως, οὐδεὶς δὲ πεσὼν δεῖται τῆς ἀνορθώσεως. ݲεἰ δὲ ἀνωρθώθη, ἴδωμεν τίς δῆλον ὅτι πέπτωκεν ἕκαστος τῶν ἐν τῇ οἰκουμένῃ ἀπὸ ἀμαρτίας. καὶ κύριός έστιν ὁ ἀνορθῶν τοὺς κατερραγμένους«, καὶ »ὑποστηρίζει πάντας τοὺς καταπίπτοντας«, »ἐν τῷ Ἀδὰμ πάντες άποθνᾐσκουσιν«, καὶ οὕτως πέπτωκεν ἡ οἰκουμένη καὶ δεῖται ἀνορθώσεως, έν »ἐν τῷ Χριστῷ πάντες« ζωοποιηθῶσιν. ὥστε διχῶς ἀποδέδωκα τὰ περὶ τῆς οἰκουμένης, πῇ μὲν ἐπὶ ἔνα ἕκαστον δεικνὺς πῶς ἐκάστη ψυχὴ ἤτοι οἱκουμένη ἐστὶν ἢ ἔρημος, πῇ δὲ ἐπ’ αὐτῆς στήσας τὸν λόγον τῆς οἰκουμένης.

[*](4ff. Psal. 51, 14. 12. 13. — 9 Pred. Sal. 7, 20. — 10 Weish. Sal. 3, 11. — 17 Vgl. Dan. 9, 5 (LXX). — 21 Vgl. Matth. 7, 7 usw. — 2 7 Vgl. Psal. 144, 14. — 28 Vgl. I Kor. 15, 22.)[*](1 τὸ τὸν S* Ι 3 τούτων τῶν] tresH Ι 7 τὸ πνεῦμα τὸ ἅγιον nach Η: Spiritus sanctus est vgl. Hu Ι 9 ἢ Co ἡ S | 14 βουλώμεθα δὴ nach H: hhorare nitamur βουλόμεθα δὲ S | 17 ἡδικήσαμεν] + impie gessimus Η ἡνομήσαμεν?) Ι δεῖται Koetschau vgl. Ζ. 24. 25 δέεται S | 20/21 ζήτει — οἰκουμένην] < Η | 22 οὗν] a. R. Scorr. | 23 ἐὰν — οἰκουμένην] < H | 23/24 πρὸ— πέπτωκε nach Η: ante ereciionenfii cecidit. Si autem cecidit | 24 δὲ2] quippe H | 25/26 εἰ—πτῶσις nach Η: Si aiitem erectus est, uideamus quae ruina praecesserit | 27 κατεραγμένους S.)
57

Καὶ ἐν τῇ φρονἠσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν((. οὐ συν- τυχικῶς τὴν φρόνησιν παρέλαβεν ἐπὶ τοῦ οὐρανοῦ· εὑρήσεις γὰρ ἐν ταῖς Παροιμίαις λεχθέν. »ὁ θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει«. ἔστιν οὑν τις φρόνησις θεοῦ, ἥν μὴ ζήτει εἰ μὴ ἐν Χριστῷ Ἰησοῦ. πάντα γὰρ ὅσα τοῦ θεοῦ τοιαῦτά ἐστιν, ὁ Χριστός ἔστιν. σοφία τοῦ θεοῦ αὐτός, θεοῦ θεοῦ αὐτός, δικαιοσύνη θεοῦ αὐτός, ἁγιασμὸς αὐτός, ἀπολύτρωσις αὐτός· οὕτως φρόνησις αὐτός ἐστιν θεοῦ. ἀλλὰ τὸ μὲν ὑποκείμενον ἕν έστιν, ταῖς δὲ ἐπινοίαις τὰ πολλὰ ὁνόματα ἐπὶ διαφόρων ἐστίν. καὶ οὐ ταὐτὸν νοεῖς περὶ τοῦ Χριστοῦ, ὅτε νοεῖς αὐτὸν σοφίαν, καὶ ὅτε νοεῖς αὐτὸν δικαιοσύνην. ὅτε μὲν γὰρ σοφίαν, τὴν ἐπιστήμην λαμβάνεις τῶν θείων καὶ ἀνθρωπίνων. ὅτε δὲ δικαιοσύνην, τὴν τοῦ κατ΄ άξίαν ἀπονεμητικὴν δύναμιν ἐν τῷ παντί· καὶ ὅτε ἁγιασμόν, τὸν περιποιη- τικὸν τοῦ ἁγίους γενέσθαι τοὺς πιστεύοντας καὶ ἀνακειμένους τῷ θεῷ. οὕτως οὖν Ι καὶ φρόνησιν αὐτὸν νοήσεις, ὅτε ἐπιστήμη ἐστὶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων. ἐπεὶ οὐν χωρίζεται τοῖς ἐν οὐ- ρανῷ κατοικοῦσιν ἢ τοῖς τὸν οὐράνιον ἄνθρωπον φοροῦσιν † χωρίσαν- τος τὰ κακὰ ἀπὸ τῶν ἀγαθῶν, ἴνα μηκέτι μολύνηται ἐκεῖνος ὁ οὐ- ρανὸς διὰ τὸ τῇ φρονήσει τοῦ θεοῦ ἐκτετάσθαι τὸν οὐρανὸν μήτε ὁ δίκαιος ὢν οὐρανός (ἔστιν δὲ καὶ ὁ δίκαιος οὐρανός, ὡς εἴρηται. »καὶ ἐξέτεινεν τὸν οὐρανὸν τῇ φρονήσει αύτοῦ«.

Πῶς οὖν ἐκτείνεται ὁ οὐρανός; ἐκτεινούσης αὐτὸν τῆς σοφίας. δηλοῦται δὲ ὡς ἡ σοφία ἐκτείνει ἐν τῷ τῷ »ἐπειδὴ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε«, καὶ λέγει ἔκτασίν τινα εἶναι λόγων· οὕτως ἐκτείνεται ὁ οὐρανός. καὶ ἐν ἑκατοστῷ τρίτῳ λέγεται ψαλμῷ. »ἐκτείνωνξ τὸν οὐρανὸν ὡσεὶ δέρριν«, ἐκτείνεται δὲ καὶ ἡ ψυχὴ ἡμῶν πρότερον συνεσταλμένη, ἴνα δυνηθῇ χωρῆσαι τὴν σοφίαν τοῦ θεοῦ. ἀλλὰ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ἐλέγομεν περὶ τοῦ τὸν οὐρα- νὸν ἐν φρονήσει γεγονέναι. καί φαμεν ὅτι οἱ τὸν οὐράνιον ἄνθρωπον φοροῦντες καὶ αὐτοί εἰσιν οὐρανός. εἰ γὰρ πρὸς τὸν ἁμαρτά- νοντα λέγεται. »γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ«, πρὸς τὸν δίκαιον οὐκ [*](3 Prov. 3, 19. — 5 ff, Vgl. in I Kor. 1, 29 (Cat. Cram. Y, 32, 28): ταῦτα πάντα ἡμῖν ἐστὶ Χριστός. — π. Vgl. I Kor. 1, 30. 24. — 17. 29 Vgl. I Kor. 15, 49. — π. Vgl. in Gen. Hom. 1, 2 (Lo 8, 108) ? — 23 Prov. 1, 24. — 25 Psal. 103, 2. — 29ff. Vgl. Fragm. 97 in C, de or. 26, 6 (Orig. II, 362, 28 ff.), u. ö. — 31 Gen. 3, 19.) [*](5 ἥν μὴ] μοι μοι Co | εἰ μὴ nach. Η: qitam nolo ut extra Christum requiras Ι 13 ἀπονεμητικὴν Hu ἀπονεμιτικὴν S | 14 ἁγίους] vgl. Hu sanctos Η ἁγίου S | 15 ἐπιστήμη Co ἐπιστήμης 8 ’ina et demonstratio H | 16 — 20 ἐπεὶ — παραστήσω] ݲ H | 23 δηλοῦται — τῷ] Audi H | 24 ἔκτασιν Co extensionein Η ἔκστασιν S 24/25 οὕτως — οὐρανός] Similiter et nunc dicitur coeli | 25 ργ΄ S | 29 οὐράνιον Co ὀυνὸν S.)

58
ἂν λεχθείη, οὑ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν‘· οὐρανὸς εἶ, καὶ εἰς οὐρανὸν ἀπελεύσῃ; ἢ διὰ μὲν τὸν χοϊκὸν λεχθήσεται τῷ φοροῦντι »τὴν εἰκόνα τοῦ χοϊκοῦ«. »γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ«, διὰ δὲ τὸν οὐράνιον, ἐπὰν φορέσῃς »τὴν εἰκόνα τοῦ ἐπουρανίου«, οὑκέτι ἁρμόσει λέγεσθαι. οὐρανὸς εἶ, καὶ εἰς οὐρανὸν ἀπελεύσῃ; ἐκαστος οὖν ἡμῶν ἔχει ἔργα οὑράνια καὶ ἐπίγεια. ἐπίγειά ἐστιν ἔργα, ἅ ἐπὶ τὴν συγγενῆ αὐτοῖς γῆν κατάγει τὸν θησαυφίζοντα αὐτὰ ἐπὶ τῆς γῆς, καὶ μὴ θησαυρίζοντα ἐν . πάλιν ἐπὶ τὰ συγγενῆ τοῖς ἔργοις χωρία τὰ ἐν τῷ οὐρανῷ ἀνάγει τὸν θησαυρίξοντα ἐν , τὸν φορέσαντα «τὴν εἰκόνα τοῦ ἐπουρανίου« τὰ πραττόμενα κατ΄ ἀρετήν.

Καὶ ἀνάγαγεν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς«. τοῦτο τὸ ῥητὸν πρώην καὶ ἐν τῷ ψαλμῷ ἐνέπεσεν, καὶ ἐλέγομεν, πῶς ὁ θεὸς »ἀνήγαγεν νεφέλας νεφέλας ἐξ ἐσχάτου τῆς γῆς«. ἅπερ χρεία ἐστὶν ἐπαναλαβεῖν, τοῖς μὲν εἰδόσιν εἰς ἐπιτράνωσιν καὶ ὑπόμνησιν τῶν εἰρημένων, τοῖς δὲ ἐπιλαθομένοις ἢ μὴ παρατετυχηκόσιν εἰς σαφήνειαν τούτου, εἴτε ἀποκαλυπτομένου καὶ φανεροῦ γενομένου εἴτε ὁπώσποτε νοουμένου. ἐλέγομεν δὲ τοὺς ἀγίους εἶναι νεφέλας. τὸ γὰρ »ἡ ἀλήθειά σου τῶν νεφελῶν« οὐ δύναται ἀναφέρεσθαι ἐπὶ τὰς ἀψύχους νεφέλας· ἀλλὰ ἡ ἀλήθεια τοῦ θεοῦ ἕως τῶν νεφελῶν ἐστιν, αἵτινες ἀκούουσιν ἐντολῆς θεοῦ καὶ οἴδασιν, ποῦ ἐκπέμπωσιν ὑετὸν καὶ ἀπὸ τίνων κωλύσωσιν· ὡς οὐσῶν γὰρ νεφελῶν, αἶς ἐντέλλεται ὁ θεὸς μὴ βρέχειν ἢ βρέχειν, γέγραπται »ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ αὐτὸν ὑετόν«. ἐπὶ μὲν οὖν τούτων τῶν νεφελῶν, ἐὰν μὴ ὑετὸς οὐκ ἐντέλλεται ὁ θεὸς ταῖς νεφέλαις τοῦ μὴ βρέχειν ἐπὶ τὸν ἀμπελῶνα ἢ τὴν χώραν ὑετόν, ἀλλ' ὅλως οὐ φαίνεται νεφέλη, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν γέγραπται. ὅπου παρὰ τὸν καιρὸν τῆς ἀβροχίας νεφέλη οὐκ ἐφαίνετο, ἡνίκα δὲ κατὰ τὸν λόγον τῆς προφητείας τοῦ [*](1 Vgl. Matth. 5, 3 usw. — 2 ff. Vgl. I Kor. 15, 49. Vgl. de or. 26, 6 (Orig. II, 362, 28 ff.): ὁ μὲν γὰρ ἁμαρτάνων .... ἐστὶ »ἐστὶ »γῆ«, εἰς τὴν συγγενῆ, ἐὰν μὴ μετανοῇ, νοῇ, ἐσόμενός πῃ· ὁ δὲ ποιῶν »τὸ θέλημα« τοῦ θεοῦ .... οὐρανός ἐστιν, Fragm. 97 in C. — 7 ff. Vgl. Matth. 6, 19. 20. — 10 Vgl. 1 Kor. 15, 49. — 11 Vgl. auch Psal. 134, 7. — 11ff. Vgl. Sei. in Psal. 134, 7 (Lo 13, 133): Νεφέλη ἐστὶ φύσις λογικὴ τοὺς περὶ προνοίας λόγοις πεπιστευμένη κτλ. — 17 Psal. 35, 6. — 19 Vgl. Jes. 5, 6. — 22 ff. Jes. 5, 6. — 26 ff. Vgl. I ön. 18.) [*](2 ἢ Co aict Η ἡ S | 8 ἐπι Scorr. ἐπειS* | 15/16 εἰς — νοουμένου] textnm sermonis agnoscant, quem timc, prout voliiinms, exposuimus H | 17 ἐλέγομεν nach H: diximus | 17–20 Hierzu Fragm. 25 in C: Ἀνάγει—θεοῦ | 18 ἀψύχους ἀψύχως S* w. e. seh. | 20 ἐκπέμπουσιν S | 23 τῶν] + qnue ex denso acre dicuntur constarc H, wohl nur ückung | 26 τρίτῃ Co Ι ὅπου] ὅτε Blass Koetschau quando Η ὁ τὸν S.)

59
Ἠλίου ἔμελλεν ὁ ὑετὸς γίνεσθαι, ἴχνος ἐφάνη νεφέλης »ὡς ἴχνος ἀνδρὸς« καὶ ἐγένετο νεφέλη ποιοῦσα τὸν ὑετόν. ὡς δὲ ὑπαρχουσῶν μὲν τῶν νεφελῶν, κελευομένων δὲ μὴ ὕειν ὅταν ἀναξία ἡ ψυχὴ τοῦ ὑετοῦ τυγχάνῃ, λέγεται τὸ »ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν«. οὐκοῦν ἕκαστος τῶν ἁγίων νεφέλη ἐστίν. Μωσῆς νεφέλη ἦν καὶ ὡς νεφέλη ἔλεγεν· »πρόσεχε, οὐρανέ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα στόματός μου. προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου. εἰ μὴ ἡν νεφέλη, οὐδέποτ' ἂν εἶπε. ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου«. ὡς νεφέλη λέγει· »ὡσεὶ ὅμβρος ἐπ' ἄγρωστιν, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον· ὅτι ὄνομα κυρίου έξλακεσα«. οὕτως ὡς νεφέλη καὶ Ἡσαΐας λέγει· »ἄκουε, οὐρανέ, καὶ ἐνωτίξου, γῆ, ὅτι κύριος ἐλάλησεν«. καὶ ἐπειδήπερ καὶ αὐτὸς ἡν νεφέλη, νεφέλη, ὄλεγεν νεφέλας τοὺς συμπροφητεύοντας αὐτῷ, φησὶν προφητεύων· »ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν«.