In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Αὐτὸ τὸ ῥητὸν τῆς ἀναγνωσθείσης λέξεως ἔχει τι ἀσαφές, ὅπερ πρότερον νοηθήτω· καὶ μετὰ τοῦτο, ἐὰν ὁ θεὸς διδῷ, εἰσόμεθα τὸ βούλημα αὐτοῦ τὸ μυστικόν. οὐκοῦν θέλει ἡμᾶς εἰδέναι ἐν ὅτι, ὡς ἐν ταῖς Βασιλείαις γέγραπται, διῃρέθη ὁ λαὸς ἐν λαὸς χρόνοις Ῥοβοὰμ εἰς τὴν ὑπὸ Ἱεροβοὰμ βασιλείαν τῶν δέκα φυλῶν καὶ εἰς τὴν ὑπὸ Ῥοβοὰμ δύο φυλῶν· καὶ ἐκλήθησαν οἱ μὲν ὑπὸ τῷ Ἱεροβοὰμ Ἰσραήλ, Ἰούδα Ἰούδα οἱ ὑπὸ τῷ Ῥοβοάμ. καὶ ἔμεινεν αὕτη ἡ διαίρεσις τοῦ λαοῦ, ὅσον κατὰ τὴν ἱστορίαν, μέχρι τοῦ δεῦρο· οὐκ οἴ- δαμεν γὰρ ἱστορίαν συναγαγοῦσαν τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν | τὸ αὐτό«. ἥμαρτεν οὐν πρῶτον Ἰσραὴλ πλείονα, ὁ ὑπὸ τῷ Ἱεροβοὰμ καὶ τοῖς διαδόχοις αὐτοῦ, καὶ τοσαῦτα ἥμαρτε παρὰ τὸν Ἰούδαν ὥστε αὐτοὺς καταδικασθῆναι ὑπὸ τῆς προνοίας γενέσθαι αἰχμαλώτους > εἰς Ἀσσυρίους< ὡς λέγει ἡ γραφή, >μέχρι τῆς σήμερον<. μετὰ τοῦτο ἥμαρτον καὶ οἱ υἱοὶ Ἰούδα καὶ κατεδικάσθησαν αἰχμάλωτοι εἰς Βαβυλῶνα, οὐχὶ μάρι τῆς σήμερον ὡς ὁ Ἰσραήλ, ἀλλὰ ἐπὶ »ἑβδομήκοντα ἔτη«, περὶ ὧν ὁ Ἱερεμίας προεφήτευσεν, ὧν ἐμνήσθη καὶ ὁ Δανιήλ. εἰ νοοῦμεν ταῦτα ὡς πρὸς τὸν λαὸν ἐκεῖνον τὸν τότε, ἴδε τὰς λέξεις τοῦ προφήτου, εἰ μὴ τοιοῦτό τι δηλοῦσι. κατηγορεῖ γὰρ τῶν ἁμαρτιῶν τοῦ Ἰσραὴλ ὡς λόγος, καί φησιν ὅτι τοσούτων ἁμαρτημάτων γεγενημένων τῷ Ἰσραήλ, ἀκούσασα ἡ Ἰούδα συναγωγὴ τὰ ἐκείνων πταίσματα καὶ τίνα τρόπον πεποίηκα αὐτοὺς γενέσθαι ἐν αἰχμαλωσίᾳ. οὐκ ἐπαιδεύθη ἀλλὰ προσέθηκε ταῖς ἁμαρτίαις, ὥστε διὰ τὴν προσθήκην τῶν ἁμαρτημάτων συγκρινομένων τοῖς ἁμαρτήμασι τοῦ Ἰσραὴλ δικαιοσύνην εὑρῆσθαι ἐν τῷ Ἰσραὴλ παρὰ τὸν Ἰούδαν. εἶτα ἐπὶ τούτοις κελεύεται ὁ προφήτης προφητεῦσαι, ὡς χείρονος χείρονος τοῦ [*](8flf. Vgl. Ι Kön. 12 Hos. 1, 11. Vgl. Hier. Comm. 859. — 13 Vgl. Jerern. 3, 18. — 17 Vgl. II Kön. 17, 23 εἰς Ἀσσυρίους ἕως τῆς ἡμέρας ταύτης). — 19 Vgl. 25, 11. — 20 Vgl. Dan. 0, 2 Θ' LXX).) [*](4 Homilia ΧΙΙΙΙ Η | 7 οἰκοῦν Co Εἰ οὖν Ἐ konig. aus T?) V | 8 λαὸς] + post Salomonis interitum Η | 11 Ἰσραήλ, Ἰούδα Co Η Ἰούδα, Ἰσραὴλ S | 14 πρῶτον Ru nach Η: primus πρὸς τὸν S (vgl. S. 26, 6) | 22/23 κατηγορεῖ — φησιν) Accusatur Israel et dicitiir Η | 26 οὐκ ἐπαιδεύθη] Που egit pocuitentiam, nec conrersa est ad mc Η | 27 τοῦ Co τώ S | 29 προφητεῦσαι + ad Israel H, wohl richtig.)

23
Ἰούδα παρὰ τὸν Ἰσραήλ, ἴνα μετὰ τὰ ἁμαρτήματα ἐπιστρέψῃ. μετὰ τὴν προφητείαν οὐν τὴν πρὸς Ἰσραὴλ κελεύουσαν ἐπιστρέψαι αὐτὸν προφητεύει ὁ προφήτης, ὅτι μέλλουσιν ἅμα γίνεσθαι Ἰσραὴλ καὶ Ἰούδας καὶ γίνεσθαί ποτε μίαν ἀμφοτέρων βασιλείαν. ᾡ δὴ μέλει τῶν ἀναγνωσμάτων, λαβέτω τὰ ῥήματα τῆς ὅλης σήμερον ἀναγνώσεως καὶ τότε ὄψεται τὰ νοήματα δεδηλῶσθαι.

»Καὶ εἶπε κύριος πρός με ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ βασιλέως· εἶδες ἃ ἐποίησόν μοι ἡ κατοικία τοῦ Ἰσραήλ«, οὐκ Ἰούδα, ἀλλὰ τοῦ Ἰσραὴλ« πρῶτον; »ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνεθσεν ἐκεῖ καὶ εἶπα μετὰ τὸ αὐτὴν πάντα ταῦτα· ἀνάστρεψον πρός με· καὶ οὐκ ἀνέστρεψε. καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς« τῆς Ἰσραὴλ συναγωγῆς »ἡ ἀσύνθετος Ἰούδα. καὶ εἶδον« οἱ ἀπὸ Ἰούδα, »διότι περὶ πάντων ὡν| ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραήλ, καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου«. δέον παιδευθῆναι τὸν Ἰούδαν — ἐξαπέστειλα γὰρ τὸν Ἰσραήλ, τὴν συναγωγὴν Ἰσραήλ, ἐξέβαλον αὐτοὺς εἰς Ἀσσυρίους »καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς« — »καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα«. μετὰ τοσαῦτα δὲ ἃ ἐποίησα τῷ Ἰσραήλ, ἐξαποστείλας αὐτόν, δοὺς βιβλίον ἀποστασίου, δέον παιδευθῆναι τὴν Ἰούδα συναγωγὴν ἐξ ὧν πεπόνθασιν ἐκεῖνοι, οἳ δὲ οὐ μόνον οὐκ ἐπαιδεύθησαν, ἀλλὰ προσέθηκαν τοῖς ἁμαρτήμασιν, ὥστε τὰ ἁμαρτήματα τῆς Ἰσραὴλ συναγωγῆς συγκρίσει τῶν ἁμαρτημάτων τῆς συναγωγῆς τοῦ Ἰούδα δικαιοσύνην εἶναι δοκεῖν. καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα ἡ ἀδελφὴ αὐτῆς καὶ ἐπορεύθη καὶ ἐπόρνευσε καὶ αὐτή, καὶ ἐγένετο αὐτῆς εἰς οὐδὲν ἡ πορνεία, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον. καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ᾿ ἐπί ψεύδει« ἐπέστρεψε πρός με. οὐκ ᾐδέσθῃ με ὧν πεποίηκα πεποίηκα τῷ Ἰσραήλ, ἕνα τελείως ἐπιστρέφῃ, ἀλλὰ δέον αὐτὴν ἐπιστρέφειν ἐν ἀληθείᾳ, ἣ δὲ ἐπὶ ψεύδει ἐπέστρεψε· »καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπέστρεψε πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ’ ἐπὶ ψεύδει. καὶ εἶπεν κύριος πρός με· ἐδικαίωσε τὴν ψυχὴν αὐτῆς Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου [*](1ff. Vgl. Jerem. 3, 12. 14. 18. — 16 Vgl. II ön. 17, 23.) [*](1 Ἰσραήλ] · ·ἐιτ ABBREV S Ἰσραήλ· εἶτα Co | 4 μέλει] μέλλει S | 7 — 8. 28, 20 Hierzu Fragm. 9 in C: Λύ)ζει — ἀνέξεται | 8 ἐποίησάν μοι] fecit mihi Η ἐποίησέ μοι Ru | 9 »Ἰσραὴλ« πρῶτον mit Η: lyrius Israel Ἰσραήλ. Πρῶτον S | 10 ἐκεῖ mit Η: illie U. LXX | 11 καὶ οὐκ ἀνέστρεψε Co vgl. LXX et non est conversa Η | 13 ὡν] < Η w. e. seh. | 15 δέον παιδευθῆναι τὸν Ἰούδαν] < Η | 16 τὴν συναγωγὴν Ἰσραήλ] < Η | 19 ἐποίησα] ἐποίησε S passa est Η | ἀποστασίου] + in manus suas Η.)

24
Ιούδα«. τὰ ἁμαρτήματα τοῦ Ἰσραὴλ συγκρινόμενα τοῖς πταίσμασιν Ἰούδα γέγονε δικαίωσις τῆς ψυχῆς τῆς Ἰσραὴλ συναγωγῆς.

»πορεύου« οὖν »καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν«.

Εἰ νενόηται τὸ ῥητόν, ἴδωμεν τί βούλεται ἐν τούτοις δηλοῦσθαι. ἡ κλῆσις τῶν ἐθνῶν ἀρχὴν ἔσχεν ἐκ τοῦ παραπτώματος τοῦ Ἰσραή, | καὶ λέγουσιν οἱ ἀπόστολοι κηρύξαντες ταῖς τῶν Ἰουδαίων συναγωγαῖς ὅτι >ὑμῖν ἦν ἐξαπεσταλμένος ὁ λόγος τῆς σωτηρίας· ἐπειδὴ ἀνξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ . καὶ ὁ ἀπόστολος περὶ τούτων εἰδὼς ἃ οἶδε λέγει· »τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς«. οὐκοῦν αἱ πολλαὶ ἁμαρτίαι ἐκείνου τοῦ λαοῦ πεποιήκασιν αὐτὸν ἐγκατυαλειφθῆναι καὶ ἡμᾶς ἥκειν ἐπὶ τὴν ἐλπίδα τῆς , ποὺς τοὺς τῶν διαθηκῶν, τοὺς ἀλλοτρίους τῶν . πόθεν γὰρ ἐμοὶ τῷ ὁπουποτοῦν γενομένῳ ξένῳ τῆς λεγομένης ἁγίας γῆς, νῦν περὶ τῶν ἐπαγγελιῶν διαλέγεσθαι τοῦ θεοῦ, καὶ πιστεύειν εἰς τὸν θεὸν τῶν πατριαρχῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ Ἰησοῦν Χριστὸν τὸν < ὑπὸ τῶν προφητῶν χάριτι θεοῦ παραδέχεσθαι; εἰ νοεῖς τοὺς δύο τούτους λαούς, τὸν ἀπὸ τοῦ Ἰσραὴλ καὶ τὸν ἀπὸ τῶν ἐθνῶν, ἴδε μοι τὴν μετοικίαν τοῦ Ἰσραὴλ καὶ ἐπὶ τοῦ λαοῦ ἐκείνου τοῦ Ἰσραήλ, καὶ περὶ ἐκείνου νόει μοι γεγράφθαι· »ἐξαπέσταλκα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου«· ἐξαπέστειλε γὰρ τὸν λαὸν ἐκεῖνον ὁ θεὸς καὶ ἔδωκεν αὐτῷ βιβλίον ἀποστασίου. ὅπερ τοιοῦτόν ἐστιν ἐπὶ τῶν γεγαμηκότων· ἐὰν δυσάρεστος ᾖ ᾗ γυνὴ τῷ ἀνδρί, λέγει ὁ Μωσέως νόμος, »βιβλίον ἀποστασίου« ἀπὸ τοῦ ἀνδρὸς ἐγίνετο καὶ ἐξαπεστέλλετο ἡ γυνή, καὶ ἐξῆν τῷ ἀποστείλαντι τὴν προτέραν γυναῖκα διὰ τὸ δοκεῖν ἠσχημονηκέναι γαμεῖν ἑτέραν γυναῖκα. οὕτως τῷ λόγῳ ἴδε ἐκείνους λαμβάνοντας βιβλίον ἀποστασίου. καὶ ἐπεὶ ἔλαβον τὸ βιβλίον τοῦ ἀποστασίου, διὰ τοῦτο ἐγκατελείφθησαν πάντῃ. ποῦ γὰρ προφῆται ἔτι παρ᾿ αὐτοῖς; ποῦ σημεῖα ἔτι παρ᾿ αὐτοῖς; ποῦ ἐπιφάνεια θεοῦ; ποῦ ἡ λατρεία, ὁ ναός, αἱ θυσίαι; ἐξεβλή- [*](2 Jerem. 3, 12. — 5 Vgl. Rom. 11, 11. — 7 Vgl. Act. 13, 46. 26. — 9 Vgl. Rom. 11, 11. — 12 Vgl. I Thess. 5, 8. Vgl. Eph. 2, 12. — 14 Vgl. Rom. 9, 4f. Eph. 2, 12. — 15 Vgl. Act. 3, 13. 24. — 16 Vgl. Act. 3, 20. — 23ff. Vgl. Deut. 24, 1. 2 7 ff. Vgl. in Matth. Tom. 14, 19 (Lo 3, 311): καὶ σημεῖον τοῦ εἰληφέναι αὐτὴν βιβλίον ἀποστασίου τὸ Ἱερουσαλὴμ μὲν καθῃρῆσθαι μετὰ τοῦ . . . ἁγιάσματος . . . καὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτομάτων καὶ πάσης τῆς παρ’ αὐτῷ λατρείας κτλ. — 29/30 Vgl. Psal. 74, 9.) [*](2 γέγονε] + quodammodo Η | τῆς Ἰσραὴλ συναγωγῆς] vgl. S. 23, 22 ejus Η | 3 οὖν] < HLo | 5 ἡ κλῆσις nach Η: vocafio (jentiuni ἢ κἆν εἷς S κἂν εἰς Co κλῆσις Hu | 7 τῆς σωτηρίας] < Η || 11 ἐγκαταλειφθῆναι] + a domino Η | 29 πάντῃ] + α domino Η.)

25
θησαν ἀπὸ τοῦ τόπου ἑαυτῶν· ἔδωκεν οὖν τῷ Ἰσραὴλ »βιβλίον ἀποστασίου«.

Εἶτα ἡμεῖς Ἰούδα (Ἱούσας δὲ διὰ τὸν σωτῆρα ἐξ Ἰούδα ἀνατείλαντα· πρόΜον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν«) ἐπεστρέψαμεν πρὸς κύριον, καὶ τὰ τελευταῖα ἡμῶν, ἅπερ Με μὴ ἤδη εἴη, παραπλήσια ἔοικε γίνεσθαι τοῖς ἐκείνων τελευταίοις, εἰ μὴ ἄρα καὶ χείρονα.