In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Φησὶν ὁ κύριος ἐν τῇ ἀρχῇ τῶν ἀναγνωσθέντων περὶ τοῦ Ἰσραήλ, ὅτι »ἔρημος« αὐτῷ οὐκ ἐγένετο οὐδὲ »γῆ κεχερσωμένη«. τίς οὖν γενόμενος έν τῷ τόπῳ οὐκ ἂν ζητήσαι ἐξετάζων τὸ βούλημα τοῦ γεγραμμένου; ἔστω, ὁ θεὸς ἐν τῷ Ἰσραὴλ οὐ γέγονεν ἔρημος, οὐ γέγονεν έν τῷ Ἰσραὴλ γῆ κεχερσωμένη· ἆρα οὖν ἔρημος γέγονεν ὁ κύριος τῷ Ἰσραὴλ σήμερον ἢ γῆ κεχερσωμένη νῦν αὐτῷ ἐστιν; τί δέ: ὅτε τῷ Ἰσραὴλ ἠν οὐκ ἔρημος οὐδὲ γῆ κεχερσωμένη, τοῖς ἔθνεσιν ἦν ἔρημος καὶ γῆ κεχερσωμένη; εἰ γὰρ πᾶσιν ἀεὶ οὐκ ἔρημός ἐστι καὶ πᾶσιν ἀεί ἐστιν οὐ γῆ κεχερσωμένη, τίς χρεία τοῦ ἰδίως πρὸς τὸν Ἰσραὴλ κατ᾿ ἐξαίρετον λεχθῆναι· »μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰσραὴλ ἢ γὴ κεχερσωμένη«; ἀλλ’ ἔστιν ἐλθεῖν ἐπὶ τὰς καθολικὰς εὐεγεσίας τοῦ θεοῦ, εἶτα μετὰ τὰς καθολικὰς εὐεργεσίας αὐτοῦ ἐπὶ τὰς ἰδικάς.

Οὐδενὶ ἔρημός ἐστιν ὁ θεός ἀνατέλλων τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ · οὐδενὶ κεχερσωμένη γῆ ἐστι, >βρέχων ἐπὶ [*](2ff. Vgl. Ι Kor. 3, 12. 13. — 3 Vgl. Hom. IG, G, c. Cels. 5, 15 (Orig. II, 16, 11), in Joh. Tom. 13, 23 (Br I, 269f.), de princ. 2, 4 (Lo 21, 234): cujus ignis materia atque esca iiostra sunt peccata, quae ab apostolo Paulo ligna, et foenuiu, et stipula nominantur. — 26ff. Vgl. Matth. 5, 45.) [*](2 ἐπὶ] < V | 5 ἀποτιθώμεθα Ru reponamus Η ἀποτιθέμεθα Scorr. ἀποτιθόμεθα S* W. e. seh. | 6 ἐὰν δυνηθῶμεν] ut . . . si fieri potest Η ἵνα δυνηθῶμεν Co | 8 ἀγαθοῖς] scmcfis Η | 18 f; GhCo ἡ S | τί Blass ὅτι S | 26—S. 28, 2 Fragm. 6/7 in C: Καθόλου — δικαίων.)

21
καὶ ἀδίκους<. πῶς ἔρημος, ἀνατέλλων ἡμέραν καὶ νύκτα εἰς ἀνάπαυσιν ποιῶν; πῶς ἔρημος τὴν γῆν ποιῶν καρποφορεῖν; πῶς ἔρημος ἕκαστον οἰκονομῶν κατὰ τὴν ψυχὴν, ἕνα λογικὸς ᾐ, ἕνα ἐπιστήμην ἀναλαμβάνῃ, ἵνα γυμνάζηται τὸ συνετὸν αὐτοῦ κατὰ τὸ σῶμα, ἵνα ἔχῃ ἐρρωμένα »τὰ αἰσθητήρια«; ἔστιν οὐν οὐδενὶ ἔρημος ὡς πρὸς τὸν καθόλου λόγον ὁ θεός. ὡς δὲ πρὸς τὸν ἰδικόν, ἔρχομαι ἐπὶ τὸ τοῦ Ἰσραὴλ πράγματα καὶ λέγω· οὔτε ἔρημος οὔτε γῆ κεχερσωμένη ἦν, ὅτε ἐν Αἰγύπτῳ ἐποίει τὰ σημεῖα καὶ τὰ τέρατα τῷ λαῷ. εἰ δέ τις καιρὸς γέγονεν ὅτε ἐγκατελείφθησαν, οἱονεὶ ἔρημος αὐτοῖς, οὐκ ἔρημος ὢν αὐτός, ἐγένετο. ὅτε μέντοι ἦν τῷ Ἰσραὴλ οὐκ ἔρημος οὐδὲ γῆ κεχερσωμένη, τοῖς ἔθνεσι κατὰ τὸν ἰδικὸν λόγον ἔρημος καὶ γῆ κεχερσωμένη ἦν. ὅτε δὲ ἀπεστράφη τὸν Ἰσραὴλ καὶ γέγονε τῷ Ἰσραὴλ ἐκείνῳ ἔρημος καὶ γῆ κεχερσωμένη, τότε ἐξεχύθη ἡ χάρις ἐπὶ τὰ ἔθνη, καὶ γέγονε νῦν ἡμῖν Χριστὸς Ἰησοῦς οὐκ ἔρημος ἀλλὰ πλήρης, καὶ οὐ γῆ κεχερσωμένη ἀλλὰ καρποφοροῦσα· »πολλὰ« γὰρ »τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα( καὶ ἀπειλεῖ αὐτοῖς, οἷς οὐ γέγονεν ἔρημος οὐδὲ γῆ κεχερσωμένη, λέγων· ἐγὼ μὲν οὐ γέγονα ὑμῖν »ἔρημος« οὐδὲ »γῆ κεχερσωμένη«, ὑμεῖς δὲ εἰρήκατε· »οὐ κυριευθησόμεθα, οὐχ ἥξομεν πρός σε ἔτι«. ἆρα εἰρήκασιν οἱ υἱοὶ Ἰσραὴλ ἀπονενοημένως κατὰ τὴν λέξιν· »οὐ κυριευθησόμεθα« . . . . . . . . . . . . . . . ...................................................................... ...................................................................... ...................................................................... ...................................................................... ...................................................................... ......................................................................

[*](4f. Vgl. Hebr. 5, 14. — 15 Jes. 54, 1 (Gal. 4, 27).)[*](4 κατὰ τὸ σῶμα] fast unleserlich (vgl. TU NF 1, 3, 16 Anm. 4) in S, ätigt durcb C: ἐν τῷ σωματικῷ | 5 ἔχει S | 10 αὐτὸς C αὐτοῖς S | 20 κυριευθησόμεθα. ὁμιλία γ΄ S. Dass die Homilie verstümmelt ist, beweist abgesehn von das plötzliche Abbrechen und das Fehlen der Schlussdoxologie. In C Frgm. 67 folgt auf ἄνδρα Ζ. 16) noch: Φησὶν οὖν ἐντρεπτικῶς· μὴ τοῖς εἰδώλοις ὁμοίως ἀνόνητος αὐτοῖς γέγονα, οῠ χάριν τὴν ἐμὴν ἀπέδρασαν δεσποτείαν; καίτοι καὶ ἀποστάντες ἐμοῦ κόσμου καὶ δόξης ἑαυτοὺς ἀπεστέρησαν· δόξα γὰρ αἰώνιος ὑπὲρ κεφαλῆς τῶν δικαίων. Doch hat dies bedenkliche Ähnlichkeit mit Theodoret Comm. in Jerem. 2, 31 MPG 81, 513: Εἰρωνικῶς ταῦτα λέγει. Ἆρα, φησὶ, μὴ τοῖς εἰδώλοις εἰμὶ παραπλήσιος; ἆρα μὴ ὁμοίως ἐκείνοις οὐδένα αὐτοῖς καρπὸν ἀγαθὸν προσενήνοχα, καὶ διὰ τοῦτο τὴν ἐμὴν δουλείαν ἀπέδρασαν;)
22