De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ὠφέλειαν δὲ ἐγγίνεσθαι τῷ ὃν δεῖ τρόπον εὐχομένῳ ἢ ἐπὶ τοῦτο κατὰ τὸ δυνατὸν ἐπειγομένῳ πολλαχῶς ἡγοῦμαι συμβαίνειν. καὶ πρῶτόν γε πάντως ὤνατό τι ὁ πρὸς τὸ εὔξασθαι ταθεὶς κατὰ τὸν νοῦν, δι᾿ αὐτῆς τῆς ἐν τῷ εὔχεσθαι καταστάσεως θεῷ παριστάναι ἑαυτὸν καὶ παρόντι ἐκείνῳ λέγειν σχηματίσας ὡς ἐφορῶντι καὶ παρόντι. ὥσπερ γὰρ αἱ τοιαίδε φαντασίαι καὶ ὑπομνήσεις τῶνδέ τινων περὶ τὰ. ὧν γεγόνασιν αἱ ὑπομνήσεις, μολύνουσι τοὺς λογισμοὺς τοὺς ἐν ταῖσδε ταῖς φαντασίαις γεγενημένους, τὸν αὐτὸν τρόπον πειστέον ὀνησιφόρον εἶναι μνήμην πεπιστευμένου τοῦ θεοῦ καὶ κατανοοῦντος τὰ ἐν τῷ ἀδύτῳ τῆς ψυχῆς κινήματα, ῥυθμιζούσης ἑαυτὴν ἀρέσκειν ὡς παρόντι καὶ ἐποπτεύοντι καὶ φθάνοντι ἐπὶ πάντα νοῦν τῷ ἐτάζοντι „καρδίας“ καὶ ἐρευνῶντι „νεφρούς.“ ἵνα γὰρ καθ᾿ ὑπόθεσιν μηδεμία ἔτι παρὰ ταύτην ὠφέλεια γένηται τῷ καταστήσαντι αὐτοῦ τὸν λογισμὸν εἰς τὸ εὔχεσθαι. οὐ τὸ τυχὸν ἐννοητέον λαβεῖν τὸν οὕτως εὐλαβῶς ἑαυτὸν ῥυθμίσαντα ἐν τῷ τῆς εὐχῆς καιρῷ. τοῦτο δὲ γινόμενον πολλάκις ὅσων ἀφίστησιν ἁμαρτημάτων καὶ ἐφ᾿ ὅσα φέρει τῶν κατορθωμάτων, ἴσασι τῇ πείρᾳ οἱ συνεχέστερον τῷ εὔχεσθαι ἑαυτοὺς ἐπιδεδωκότες. εἰ γὰρ ὑπόμνησις καὶ ἀναπόλησις ἐλλογίμου ἀνδρὸς καὶ ὠφελημένου ἐν σοφίᾳ ἐπὶ ζῆλον ἡμᾶς αὐτοῦ προκαλεῖται καὶ πολλάκις ἐμποδίζει ὁρμὰς τὰς ἐπὶ τὸ χεῖρον, πόσῳ πλέον θεοῦ τοῦ τῶν ὅλων πατρὸς ὑπόμνησις μετὰ τῆς πρὸς αὐτὸν εὐχῆς ὀνίνησι τοὺς πείσαντας ἑαυτοὺς ὅτι παρόντι καὶ ἀκούοντι παρεστήκασι καὶ λέγουσι θεῷ;

Κατασκευαστέον δὲ ἀπὸ τῶν θείων γραφῶν τὰ εἰρημένα τοῦτον τὸν τρόπον. ἐπαίρειν δεῖ „ὁσίας χεῖρας“ τὸν εὐχόμενον διὰ τοῦ ἀφιέναι ἑκάστῳ τῶν εἰς αὐτὸν πεπλημμεληκότων, τὸ τῆς ὀργῆς

v.2.p.318
πάθος ἐξαφανίσαντα ἀπὸ τῆς ψυχῆς καὶ μηδενὶ θυμούμενον. πάλιν τε δεῖ ὑπὲρ τοῦ μὴ ἐπιθολοῦσθαι τὸν νοῦν ὑπὸ ἑτέρων λογισμῶν πάντων ἐπιλελῆσθαι τῶν ἔξω τῆς εὐχῆς κατὰ τὸν καιρὸν, ἐν ᾧ τις εὔχεται, (τοιοῦτον δὲ εἶναι πῶς οὐκ ἔστι μακαριώτατον;) ὡς διδάσκει Παῦλος ἐν τῇ προτέρᾳ πρὸς Τιμόθεον λέγων· „βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.“ ἀλλὰ πρὸς τούτοις τὴν γυναῖκα χρὴ ἔχειν μάλιστα εὐχομένην τὸ κατεσταλμένον καὶ τὸ κόσμιον ψυχῇ καὶ σώματι, πάντων μᾶλλον ἐξαιρέτων καὶ ὅτε εὔχεται αἰδουμένην τὸν θεὸν καὶ πᾶσαν ἀκόλαστον καὶ γυναικείαν ὑπόμνησιν ἐξορίσασαν ἀπὸ τοῦ ἡγεμονικοῦ καὶ κεκοσμημένην οὐκ „ἐν πλέγμασι καὶ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ“ ἀλλ᾿ οἷς πρέπον ἐστὶ κεκοσμῆσθαι γυναῖκα θεοσέβειαν ἐπαγγελλομένην (θαυμάζω δὲ εἰ διστάξαι τις ἂν μακαρίαν ἐκ μόνης τῆς τοιαύτης καταστάσεως ἀποφήνασθαι τὴν εἰς τὸ εὔχεσθαι τοιαύτην ἑαυτὴν παραστήσασαν). ὡς ἐδίδαξεν ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ Παῦλος λέγων· „γυναῖκας ὡσαύτως ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασι καὶ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ ἀλλὰ, ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾿ ἔργων ἀγαθῶν.“